← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§454.17-455.20

必然原因与偶然原因的无时间性生成

亚历山大借助建造者与房屋的例子论证了凡具有必然原因者自身亦出于必然,解释了亚里士多德论证中需补足的“一切”,并以尼科斯特拉托斯的口渴与死亡为例,说明偶然原因是如何无时间跨度且无需生成过程而产生的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8#2

ὅτι δὲ ὧν τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης εἰσὶ δῆλον. τῆς γὰρ οἰκίας τῆς οἰκοδομουμένης ἢ τῆς ἣν ᾠκοδόμησεν αἴτιος ὢν ἐξ ἀνάγκης καὶ καθ’ αὑτὸ ὁ οἰκοδομῶν καὶ ὃς ᾠκοδόμησεν, ὅταν οἰκοδομῆται ἐξ ἀνάγκης ἐστὶ καὶ ὁ οἰκοδομῶν, καὶ τοῦ οἰκοδομοῦντος ὄντος ἐξ ἀνάγκης οἰκοδομεῖται, καὶ ἡ ἤδη οὖσα οἰκία ἐξ ἀνάγκης ᾠκοδομήθη. τὸ γὰρ ὂν ὅτε ἔστιν ἐξ ἀνάγκης ἔστιν. ἐπειδὴ δέ ἐστιν ἡ οἰκία ἐξ ἀνάγκης, ἕπεται αὐτῇ τὸ οἰκοδομηθῆναι· εἰ γὰρ μὴ ᾠκοδομήθη, οὐκ ἂν ἦν. πάντα δή, φησίν, ἐξ ἀνάγκης ἔσται, εἰ τοῦ γινομένου καὶ φθειρομένου μὴ κατὰ συμβεβηκὸς ἀνάγκη αἴτιόν τι εἶναι. δεῖ δὲ προσυπακούειν τὸ παντός,1 ἵνα ᾖ, εἰ παντὸς τοῦ γιγνομένου καὶ τοῦ φθειρομένου μὴ κατὰ συμβεβηκὸς αἴτιόν τι ἀνάγκη εἶναι. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· εἰ πάντων τῶν γινομένων καὶ φθειρομένων οὐκ ἔστιν αἴτιον κατὰ συμβεβηκός, ἵνα ἐκ τούτου ὑπάρχῃ τινὰ γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, ἤτοι ἄνευ γενέσεως καὶ φθορᾶς, ἀλλ’ ἐστὶ παντὸς τοῦ γινομένου καὶ φθειρομένου τὸ αἴτιον καθ’ αὑτό, ἐξ ἀνάγκης πάντα ἔσται καὶ οὐδὲν ὅλως ἔσται συμβεβηκός. ὧν γάρ, ὡς πολλάκις εἴρηται, τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἀναγκαῖα. Ταῦτα εἰπὼν τρέπεται εἰς τὴν δεῖξιν τοῦ ὅτι ἔστιν αἴτια κατὰ συμβεβηκὸς ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι, καί φησι πότερον ἔσται τοδὶ ἢ οὔ; οἷον εἰ παρακαθημένων τὴν πόλιν πολεμίων λέγομεν πότερον ἔσται τοδὶ ἢ οὔ, ἤτοι πότερον ἀποθανεῖται Νικόστρατος ἢ οὔ; φαμὲν ὡς ἐὰν τοδὶ γένηται, τουτέστιν εἴπερ ἐξέλθῃ καὶ κρατηθῇ ὑπὸ τῶν πολεμίων, θανεῖται· ἐστὶ δὴ αἴτιον τοῦ θανεῖν αὐτὸν τὸ ἐξελθεῖν. τοῦ δ’ ἐξελθεῖν πάλιν ἐστὶν αἴτιον τὸ πιεῖν ὕδωρ, τούτου δὲ τὸ διψῆσαι, τοῦ διψῆσαι δὲ τὸ δριμέα φαγεῖν, τοῦτο δὲ κατὰ συμβεβηκός ἐστιν αἴτιον καὶ οὐ καθ’ αὐτό· ἐνδέχεται γὰρ διψῆσαι καὶ ἄνευ τοῦ δριμέα φαγεῖν· καὶ γὰρ ἐκ τοῦ πολλὰ κινηθῆναι καὶ ἐκ τοῦ πλείστον οἶνον πιεῖν καὶ ἐξ ἄλλων πολλῶν. εἰ δ’ ἦν τὸ τὰ δριμέα φαγεῖν τοῦ διψῆσαι καθ’ αὑτὸ αἴτιον, εἰ μὴ ἔφαγε δριμέα οὐκ ἂν ἐδίψησεν, ὥσπερ εἰ μὴ ἔστιν οἰκοδόμος οὐκ ἔσται οἰκία· νῦν δὲ καὶ ἄνευ τοῦ φαγεῖν τὰ δριμέα διψῇ· οὐκ ἔστιν ἄρα καθ’ αὑτὸ αἴτιον τοῦ διψῆσαι τὸ φαγεῖν ταῦτα. γέγονε δὴ τὸ διψῆσαι, αἴτιον ὂν καὶ αὐτὸ τοῦ ἐξελθεῖν, ἄνευ γενέσεως. εἰ μὲν γὰρ ὑπέκειτό τις ὕλη τῇ δίψῃ, ἥτις ἀλλοιουμένη γίνεται ὅπερ ἡ δίψα, ὥσπερ τὸ καταμήνιον ἀλλοιούμενον γίνεται ὅπερ τὸ ζῷον, τότε ἦν εἰκός, μᾶλλον δ’ ἀναγκαῖον λέγειν ὅτι διὰ γενέσεως ἡ δίψα γέγονεν· ἐπεὶ δὲ οὐ τοῦτο γίνεται, οὐκ εἰκός ἐστι τοῦτο λέγειν. ἀλλὰ πῶς ὅλως γίγνεται; ἢ γινομένων τινῶν περὶ τὸ σῶμα παθῶν ἐπιγίνεται αὐτοῖς ἀχρόνως ἡ δίψα2 ὥσπερ καὶ τὸ εἶδος τῇ ὕλῃ. εἰπὼν οὖν ὅτι ἐάν γε τοδὶ γένηται, εἰ δὲ μή, οὔ, τοῦτο δὲ ἂν ἄλλο, ἐπήγαγε καὶ οὕτω δῆλον ὅτι ἀεὶ χρόνου ἀφαιρουμένου ἀπὸ πεπερασμένου ἥξει ἐπὶ τὸ νῦν,3 τουτέστιν ἀναλυομένου τοῦ χρόνου τοῦδε εἰς τόνδε καὶ τοῦδε εἰς τόνδε ἥξει ἐπὶ τὸ νῦν, τουτέστιν εἰς ὃ νῦν ὑπάρχει, ποῦ δὲ ὑπάρχει ὁ διψῶν, δηλονότι εἰς τὸ διψῆν. εἶτα καὶ παράδειγμα τοῦ ἀποθανεῖν βίᾳ τίθησι τὸ ἂν ἐξέλθῃ. τοῦ δὲ ἀποθανεῖν νόσῳ οὐ τίθησιν, ἡμεῖς δ’ ἐροῦμεν μετ’ ὀλίγον, ὅταν πάλιν αὐτοῦ μνησθῇ· μνησθήσεται γάρ.

凡其原因出于必然者,自身也出于必然,这是显而易见的。因为就正在被建造或某人已经建好的房屋而言,建造者与已经建造者如果是必然的且本然的原因,那么当房屋正在被建造时,建造者也出于必然存在,而建造者存在时,房屋也出于必然正在被建造,并且已经存在的房屋出于必然已被建造。因为存在之物在其存在时,出于必然存在。既然房屋出于必然存在,已被建造这一事实便随之伴随它;因为如果它没有被建造,它就不会存在。因此他说,如果对于生成和毁灭之物,某原因是非偶然的乃是必然,那么一切事物都将出于必然。但必须补充理解“一切的”,以便成为:如果对于生成和毁灭的“一切”事物,某原因是非偶然的乃是必然。所说的意思将是如此:如果对于生成和毁灭的一切事物不存在偶然的原因,以致由此产生出某些无需生成和毁灭——即无需发生生成和毁灭过程——就可生成与可毁灭的事物,相反,生成和毁灭的一切事物的原因都是本然的,那么一切事物都将出于必然,并且根本不会有任何偶性。因为正如多次说过的,凡其原因出于必然者,自身也是必然的。 说了这些之后,他转向证明存在着无需生成和毁灭的偶然原因,并且说:“这件事情会发生还是不会发生呢?”例如,当敌军围困城市时,我们说这件事情会发生还是不会发生,即尼科斯特拉托斯是会死还是不会死?我们说,如果这件事情发生,也就是说,如果他走出去并被敌军捕获,他就会死;因此他死的原因就是走出去。而走出去的原因又是喝水,喝水的原因是口渴,口渴的原因是吃了辛辣食物,而这是一个偶然的原因而非本然的原因;因为即使没有吃辛辣食物,也可能口渴;因为这也可能由于大量运动,由于饮用过多的酒,以及由于许多其他原因。但如果吃辛辣食物是口渴的本然原因,那么如果他没有吃辛辣食物,他就不会口渴,正如如果没有建房者,就不会有房屋一样;但实际上,即使没有吃辛辣食物,他也会口渴;因此吃这些食物并不是口渴的本然原因。因此,“口渴”——它自身也是走出去的原因——是在没有生成的情况下产生的。因为如果某种质料作为底层托载着口渴,而这种质料在发生变质后变成了口渴本身(正如经血在变质后变成了动物本身一样),那么说口渴是通过生成而产生的固然会是合乎情理的,或者毋宁说是必然的;但既然并没有发生这种情况,这样说便是不合情理的。那么它究竟是如何产生的呢?毋宁说是在身体周围产生某些受动状态时,口渴如同形式附于质料一样,无时间跨度地附随于它们而产生。因此,在说了“如果这件事情发生[他就会死],如果不发生,就不会;而这件事情发生如果另一件事情发生”之后,他接着补充道:“并且由此显然,由于时间总是从一个有限的时间中被扣除,它将达到‘现在’”,也就是说,由于这段时间被分析为那段时间,而那段时间又被分析为另一段时间,它将达到“现在”,也就是达到现在所存在的事态;而口渴者现在存在于何处呢?显然是在“口渴”之中。随后,他还将走出去的假设置作遭受暴力而死的例证。但他没有给出因病而死的例证,不过稍后当他再次提及它时,我们将会加以讨论;因为他确实会再次提及。

语法注3 条
  1. 6.8δεῖ δὲ προσυπακούειν τὸ παντός

    带有中性定冠词的属格词 τὸ παντός 用作 προσυπακούειν(补充理解、言外补充)的宾语。这表明在亚里士多德的原文命题(εἰ τοῦ γινομένου...)中未显白表达全称限定词,为了维持论证的有效性,应当在语境中补充读出 παντός(一切的)。

  2. 6.8ἢ γινομένων τινῶν περὶ τὸ σῶμα παθῶν ἐπιγίνεται αὐτοῖς ἀχρόνως ἡ δίψα

    连词 ἤ 用于引出注解者对紧前设问(ἀλλὰ πῶς ὅλως γίγνεται?)的回答或解决方案(紧随疑问句后的应答性 ἤ)。γινομένων... παθῶν 为表示时间/条件的属格独立结构,ἡ δίψα 为 ἐπιγίνεται 的主语,αὐτοῖς 则是指代所产生的受动状态(παθῶν)的与格补足语。

  3. 6.8ἀεὶ χρόνου ἀφαιρουμένου ἀπὸ πεπερασμένου ἥξει ἐπὶ τὸ νῦν

    引自亚里士多德原文(1027b10)。χρόνου ἀφαιρουμένου 为属格独立结构(“随着时间被扣除”)。限定动词 ἥξει 的主语是隐含的进行主体或时间过程,指从有限的时间向过去逆推并不断扣除,最终必然会达到“现在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:454.17-455.20