← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§453.3-454.17

无生成消灭的偶性原因与避免必然性

在亚里士多德于《形而上学》E卷第2章末尾总结了偶性的本性、原因以及偶性缺乏科学之后,阿佛洛狄西亚的亚历山大引入了第3章开头的论题(1027a29),阐明偶性的原因无需生成与毁灭的过程便可非时间性地产生与消失,并论证若非如此则一切事物都将出于必然。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.7

" Τί μὲν οὖν ἐστι τὸ συμβεβηκὸς καὶ διὰ τίνα αἰτίαν, καὶ ὅτι ἐπιστήμη οὐκ ἔστιν αὐτοῦ εἴρηται." Εἰπὼν τίς ἡ φύσις τοῦ συμβεβηκότος ὅτι τὸ ἐπίσης καὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, καὶ διὰ τίνα αἰτίαν ἐστίν, ὅτι διὰ τὴν ὕλην τὴν δυναμένην καὶ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἄλλως ἔχειν, καὶ ὅτι ἐπιστήμη αὐτοῦ οὐκ ἔστιν (αἱ γὰρ ἐπιστῆμαι ἢ τῶν ἀεὶ ἢ τῶν ὡς ἐπὶ τὸ πολύ εἰσι, τοῦτο δὲ παρὰ ταῦτα εἴρηται), ἐπιφέρει " Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια ἄνευ τοῦ γίγνεσθαι φανερόν." Πρόκειται αὐτῷ δεῖξαι ὅτι τῶν κατὰ συμβεβηκὸς ὄντων καὶ τὰ αἴτια κατὰ συμβεβηκός εἰσι, καὶ ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὐκ εἰσιν,1 ὥσπερ καὶ αἱ ἁφαὶ καὶ τὰ νῦν τὰ τῶν χρόνων πέρατα. ὡς γὰρ αἱ ἁφαὶ καὶ τὰ νῦν ἄνευ γενέσεώς εἰσι καὶ πάλιν ἄνευ φθορᾶς οὐκ εἰσίν, οὕτω καὶ τῶν κατὰ συμβεβηκὸς ὄντων καὶ τὰ αἴτια κατὰ συμβεβηκὸς ὄντα ἄνευ τοῦ γίνεσθαί εἰσι καὶ ἄνευ τοῦ φθείρεσθαι οὐκ εἰσίν. ἡ γὰρ οἰκοδομηθεῖσα οἰκία τῷ μέν ἐστιν ἡδεῖα τῷ δὲ βλαβερά, καὶ τῷδε μὲν τῷ γειτονοῦντι σκιὰν ποιεῖ τῷδε δὲ οὐ ποιεῖ. ὁ μὲν οὖν οἰκοδόμος, ὅς ἐστι καθ’ αὑτὸ ἀρχὴ καὶ αἴτιον τῆς οἰκίας, καὶ τοῦ συμβάντος τῇ οἰκίᾳ ἢ τοῦ λυπηρὰν εἶναι ἢ τοῦ σκιάζειν αἴτιος μέν ἐστιν, ἀλλὰ κατὰ συμβεβηκός· ὥστε ὁ οἰκοδόμος ὡς μὲν αἴτιος τῆς οἰκίας γέγονε (διὰ γενέσεως ἤτοι μαθήσεως εἰς τὸ εἶναι οἰκοδόμος ἤχθη), καὶ φθείρεται πάλιν ὡς αἴτιος τῆς οἰκίας. ἐπεὶ γὰρ συνέβη τῷ οἰκοδόμῳ τῷ αἰτίῳ ὄντι καθ’ αὑτὸ τῆς οἰκίας γενέσθαι αἰτίῳ καὶ τοῦ σκιάζειν αὐτὴν τὸν γείτονα ἢ λυπεῖν, ἔστι μὲν αἴτιος καὶ τοῦ σκιάζειν αὐτήν, ἀλλ’ οὐ διὰ γενέσεως καὶ μαθήσεως εἰς τοῦτο ἤχθη, ὥσπερ εἰς τὸ εἶναι οἰκοδόμος. ὡς γὰρ ἐκ μὴ ἀνθρώπου διὰ γενέσεως εἰς τὸ εἶναι ἄνθρωπος ἤχθη, οὕτω καὶ ἐκ μὴ οἰκοδόμου διὰ γενέσεώς τινος καὶ μαθήσεως καὶ ὅλως χρονικῆς παρατάσεως εἰς τὸ εἶναι οἰκοδόμος καὶ δύνασθαι ποιεῖν οἰκίαν ἧκεν· εἰς δὲ τὸ τῷ μὲν ἡδεῖαν εἶναι τὴν οἰκίαν, τῷ δὲ λυπηράν, οὐδαμῶς διὰ τοιούτου τινὸς ἧκεν. ὅλως γὰρ οὐδ’ ἐσπούδασεν οὐδ’ ἐφρόντισε περὶ τούτου ὥσπερ περὶ τοῦ ποιεῖν οἰκίαν, ἀλλ’ ἀχρόνως συνέβη αὐτῷ τὸ γίνεσθαι αἴτιον αὐτὸν τοῦ λυπεῖν τὴν οἰκίαν. διὰ γὰρ τὸ τὸν λυπηθέντα οὕτω διακεῖσθαι ὥστε ῥᾳδίως καὶ ὑπὸ τῶν τυχόντων πάσχειν, ἐπὶ τούτῳ γέγονεν ὁ οἰκοδόμος ὁ ταύτην ποιήσας αἴτιος τοῦ λυπηρὰν αὐτὴν εἶναι,2 ἐπεὶ εἴ τις ἕτερος τῶν ὑγιεινῶς διακειμένων εἰσέλθοι, οὐκ ἂν λυπηθείη. καὶ περὶ τούτου ἐρεῖ πάλιν ἐν τῷ Κ ταύτης τῆς πραγματείας. ὥσπερ δὲ αἴτιος ὢν καθ’ αὑτὸ ὁ οἰκοδόμος τῆς οἰκίας διὰ γενέσεως τοῦτο ἐγένετο, οὕτως πάλιν ὡς μὲν αἴτιος τῆς οἰκίας διὰ φθορᾶς φθαρήσεται, καὶ ὡς ἀχρόνως αἴτιος γέγονε τοῦ λυπηρὰν αὐτὴν εἶναι, οὕτω πάλιν καὶ ἀχρόνως φθείρεται. αὐτὸς δὲ δείκνυσι τοῦτο πρότερον μὲν ὡς ὁμολογούμενον λαβὼν ὅτι ὧν τὰ αἴτια καὶ αἱ ἀρχαὶ διὰ γενέσεως γέγονε, ταῦτα ἐξ ἀνάγκης ἐστίν. εἰ οὖν ὧν τὰ αἴτια, ὥσπερ ἐπὶ τῆς οἰκίας, διὰ γενέσεως γέγονε, ταῦτα ἐξ ἀνάγκης εἰσίν, ἅπερ ἄρα οὐκ ἐξ ἀνάγκης εἰσί, τούτων τὰ αἴτια ἄνευ γενέσεώς εἰσι καὶ ἄνευ φθορᾶς οὐκ εἰσιν. εἰ γὰρ μὴ τοῦτο, φησί, τουτέστιν εἰ μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκός ἐστι καὶ γενητὰ καὶ φθαρτὰ τυγχάνει ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι, ἀλλ’ ἀναγκαῖά ἐστι καὶ καθ’ αὑτὸ τὰ αἴτια αὐτῶν, καὶ γενητὰ καὶ φθαρτὰ διὰ γενέσεως καὶ φθορᾶς, εἰ οὖν μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκὸς ἀλλ’ ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης ἔσται·3 κεῖται γὰρ ὅτι ὧν τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης. ἀλλ’ εἰ τοῦτο, πάντα ἐξ ἀνάγκης ἔσται, ὅπερ ἀδύνατον.

“因此,偶性究竟是什么,出于何种原因,以及不存在关于它的科学,均已说明。” 在说明了偶性的本性究竟是什么——即均等地或较少发生之可能者——以及它是出于何种原因——即出于能够异于大多如此之状态的质料——以及不存在关于它的科学(因为诸科学要么是关于永远存在之物的,要么是关于大多如此之物的,而正如所说过的,偶性是异于这些的)之后,他接着提出: “然而,显然存在着没有经过生成过程的原理和原因。” 他的意图是要证明,对于偶然存在的事物,其原因也是偶然的,并且它们是在没有生成和毁灭的情况下存在和不存在的,正如接触以及作为时间界限的“现在”一样。因为正如接触和“现在”是没有经过生成而存在,又没有经过毁灭而不存在一样,偶然存在之物的原因,作为偶然存在者,也是没有经过生成而存在,没有经过毁灭而不存在。因为建成的房屋对于某人是舒适的,对于另一人却是有害的,并且对于这个相邻的人投下阴影,对于那个相邻的人则不投下阴影。因此,作为房屋的本然原理和原因的建房者,对于房屋所碰巧具有的情况——要么是带来痛苦,要么是投下阴影——固然也是原因,却是偶然的原因。因此建房者作为房屋的原因产生(通过生成即学习被引向成为建房者),又作为房屋的原因而毁灭。因为既然建房者作为房屋的本然原因,碰巧也成为了房屋遮蔽邻人或带来痛苦的原因,他固然也是房屋投下阴影的原因,但他并不是像被引向成为建房者那样,通过生成和学习而被引向这一点的。因为正如他通过生成从非人被引向成为人一样,他也从非建房者通过某种生成、学习以及总体的时限延长而达到成为建房者并能够建造房屋;但对于房屋对某人是舒适的、对另一人是痛苦的这一点,他绝不是通过诸如此类的过程达到的。因为总体上他根本没有像对待建造房屋那样对此倾注心力或加以思考,而是无时间跨度地碰巧使他自身成为了房屋带来痛苦的原因。因为由于感到痛苦的人处于一种甚至极易受偶发之事影响的状态,对于这个人而言,建造这所房屋的建房者便成为了房屋令人痛苦的原因;因为如果健康状态下的其他人走进来,就不会感到痛苦。关于这一点,他将在本论著的第K卷中再次讨论。正如建房者作为房屋的本然原因是通过生成而成为这一原因的,同样地他作为房屋的原因也将通过毁灭而毁灭;正如他无时间跨度地成为了房屋令人痛苦的原因,同样地他又无时间跨度地毁灭。而〔亚里士多德〕本人证明了这一点,他首先将如下判断作为公认的前提而接受:凡是其原因和原理是通过生成而产生的,这些事物都是出于必然的。因此,如果像在房屋的例子中那样,其原因通过生成而产生的事物是出于必然的,那么凡非出于必然的事物,它们的原因便是在没有生成的情况下存在,在没有毁灭的情况下不存在。因为他说,如果不这样,也就是说,如果偶然存在之物的原因不是偶然的,也不是无需生成与毁灭便碰巧可生成与可毁灭,而是它们的原因是必然的且本然的,并且是通过生成和毁灭而可生成与可毁灭的——因此,如果偶然存在之物的原因不是偶然的而是出于必然的,那么它们自身也必将出于必然;因为设定了:凡其原因出于必然者,自身也出于必然。但如果这样,一切事物都将出于必然,而这是不可能的。

语法注3 条
  1. 6.8ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὐκ εἰσιν

    这是一种对应的句法结构,介词短语 ἄνευ γενέσεως 对应于肯定动词 εἰσι,而 ἄνευ φθορᾶς 则对应于否定动词 οὐκ εἰσιν。在紧随其后的转述 ἄνευ τοῦ γίνεσθαί εἰσι καὶ ἄνευ τοῦ φθείρεσθαι οὐκ εἰσίν 中这一关系被明确复述,意为“无需生成即存在,无需毁灭即不存在”。

  2. 6.8ἐπὶ τούτῳ γέγονεν ὁ οἰκοδόμος ὁ ταύτην ποιήσας αἴτιος τοῦ λυπηρὰν αὐτὴν εἶναι

    介词短语 ἐπὶ τούτῳ 中的代词指代前文的“感到痛苦的人”(τὸν λυπηθέντα),意为“就此人而言”或“针对此人”,用来限定主节结构(ὁ οἰκοδόμος ... γέγονεν ... αἴτιος)。虽然从语法上可考虑将其视为原因(“基于此”),但后文紧接着以健康人进来便不会感到痛苦(ἐπεὶ εἴ τις ἕτερος ... εἰσέλθοι, οὐκ ἂν λυπηθείη)形成对照,表明此处 ἐπί 是表示限定对象的相对关系。

  3. 6.8εἰ γὰρ μὴ τοῦτο, φησί, τουτέστιν εἰ μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκός ἐστι καὶ γενητὰ καὶ φθαρτὰ τυγχάνει ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι, ἀλλ’ ἀναγκαῖά ἐστι καὶ καθ’ αὑτὸ τὰ αἴτια αὐτῶν, καὶ γενητὰ καὶ φθαρτὰ διὰ γενέσεως καὶ φθορᾶς, εἰ οὖν μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκὸς ἀλλ’ ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης ἔσται

    这是一个由多重解释性分句累积而成的长难条件句。其核心骨架为 εἰ γὰρ μὴ τοῦτο, ... καὶ αὐτὰ ἐξ ἀνάγκης ἔσται(“因为如果不这样,……它们自身也将出于必然”)。中间由 τουτέστιν 引出的长句是对 μὴ τοῦτο 的具体展开解释,随后通过 εἰ οὖν μὴ ... 概括性地重述前件条件,最终引出主句后件(καὶ αὐτὰ ἐξ ἀνάγκης ἔσται)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:453.3-454.17