← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§451.35-453.2

不定原因与偶性存在的证明

亚历山大阐明不定原因和可能性质料是偶性的原因,提出了通过与对话者问答来确立偶性存在的方法,并通过具体例证说明为何不存在关于偶性的科学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6#2

τοῦ γὰρ ἐντυχεῖν ὅπερ ἐπόθεις καὶ πάλαι ἐζήτεις βιβλίον1 οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρισμένη, ἀλλ’ αἴτια μυρία ἂν εἴη· καὶ γὰρ τὸ εἰς ἀγορὰν ἐλθεῖν καὶ τὸ διώκεσθαι ἢ διώκειν καὶ ἄλλα μυρία· τῶν γὰρ κατὰ συμβεβηκὸς ὄντων ἢ γινομένων καὶ τὰ αἴτια κατὰ συμβεβηκὸς καὶ ἀόριστα. ὥστε ἐπεὶ οὐ πάντα ἐστὶν ἐξ ἀνάγκης καὶ ἀεὶ ὄντα ἢ γινόμενα, ἀλλ’ εἰσὶ τὰ πλεῖστα τῶν ὡς ἐπὶ πολύ, φησὶν εἶναι τὸ κατὰ συμβεβηκὸς ὄν·2 ἐπεὶ γὰρ οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολύ ἐστι λευκὸς ὁ ἄνθρωπος, ἀλλὰ γίγνεταί ποτε, κατὰ συμβεβηκός ἐστιν· ἢ μᾶλλον ἐπειδὴ οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται θησαυροῦ εὕρεσις, κατὰ συμβεβηκός ἐστιν. εἰ δ’ οὐ λέγει τις τὴν θησαυροῦ εὕρεσιν καὶ τὰ τοιαῦτα κατὰ συμβεβηκὸς ὄντα, ἐξ ἀνάγκης αὐτὰ ἐρεῖ· καὶ ἔσονται πάντα ἐξ ἀνάγκης. ἀλλὰ τῶν ἐξ ἀνάγκης ὄντων καὶ τὰ αἴτια ὡρισμένα, τούτων δ’ οὐδενός ἐστι τὸ αἴτιον ὡρισμένον. ἄλλως τε δέδεικται κἀν τῷ δευτέρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας ὅτι οὐ πάντα ἐξ ἀνάγκης εἰσὶν ἀλλ’ ἔστι τὸ ἐνδεχόμενον. ἀλλὰ τί αἴτιον τοῦ εἶναι τὸ συμβεβηκός; ἢ ἡ ὕλη ἡ ἐνδεχομένη ἄλλως ἔχειν παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ. ἐπειδὴ γὰρ ἡ ὕλη αὕτη μὲν ἐπιτηδεία γέγονε δέξασθαι τὸ γενέσθαι τουτουσὶ πενταδακτύλους, αὕτη δ’ οὔ, καὶ ἔχει τοιαύτην φύσιν τοῦ ποτὲ μὲν τοῦτο δύνασθαι,3 τὸ πενταδακτύλους γίνεσθαι, ποτὲ δὲ καὶ ἄλλως, ἤτοι τὸ τετραδάκτυλον ἢ ἑξαδάκτυλον ἢ ἄλλον τινὰ ἀριθμόν, αὕτη ἐστὶν ἡ αἰτία τοῦ ὑπάρχειν τὸ συμβεβηκός. εἰπὼν δὲ τί ποτέ ἐστι τὸ συμβεβηκός, δίδωσιν ἡμῖν μέθοδον ἢ κανόνα, πῶς ἂν ἀποδεικνύοιμεν ὅτι ἔστι τὸ συμβεβηκός. καί φησιν ὅτι εἰ μέλλοι τις δεικνύναι ὅτι ἔστι τὸ συμβεβηκός, ὡς ἀρχὴν λαμβανέτω τὸ εἶναί τι παρὰ τὸ ἀεὶ καὶ ὡς ἐπὶ τὸ πολύ. τοῦτο δὲ λάβοι ἄν, εἴπερ ἐρώτα τὸν προσδιαλεγόμενον, ἆρά γε ἔστι τι παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἀεί, ἢ οὔ; ἐκεῖνος δὲ ὑπὸ τῆς ἐναργείας πειθόμενος πάντως δώσει τὸ εἶναι τι παρὰ ταῦτα· τοῦτο δέ ἐστι τὸ ὁπότερον ἔτυχεν ἤτοι τὸ συμβεβηκός. τοῦτο εἰπὼν ἐρωτᾷ πότερον τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἐν τοῖς οὖσι, τὸ δὲ ἀεὶ καὶ ἐξ ἀνάγκης οὐκ ἔστιν, ἢ ἔστιν ἄττα ἀΐδια, ὥσπερ καὶ ἐπὶ τὸ πολύ; καὶ ἐρωτήσας ἀποκρίνεται ὅτι περὶ τούτων ὕστερον ἔσται ἐπισκέψασθαι· καὶ ἐρεῖ ἐν τῷ Κ μὲν ἀμυδρότερον τῆσδε τῆς πραγματείας, τελείως δὲ ἐν τῷ Λ. Ταῦτα εἰπὼν λέγει ὅτι φανερόν ἐστιν ἐκ τούτων ὡς τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη. αἱ ἐπιστῆμαι γὰρ ἢ τῶν ἀεὶ εἰσιν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, καὶ δεῖ ὧν ἔστιν ἐπιστήμη ὡρίσθαι ταῦτα καὶ ἐν αὐτοῖς εἶναι, λέγω δὴ ἢ ἐν τῷ ἀεὶ ἢ ἐν τῷ ὡς ἐπὶ τὸ πολύ, καὶ μὴ ὑπερβαίνειν αὐτά. τὸ γὰρ ὑπὲρ αὐτὰ τὸ συμβεβηκός ἐστιν· οἷον διδάξει τίς τινα ὅτι τὸ μελίκρατον τῷ πυρέττοντι ὠφέλιμόν ἐστιν, ὅτι ὡς ἐπὶ τὸ πολὺ ὠφελεῖ τοὺς πυρέττοντας· τὸ δὲ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐχ ἕξει διδάξαι, ὅτι τῇ νουμηνίᾳ φέρε ἔσται ὠφέλιμον· τοῦτο γὰρ ἐπ’ ἔλαττον γίνεται. οὐ γὰρ ὡς ἐπὶ τὸ πολὺ ὠφελεῖται ὁ ἐν τῇ νουμηνίᾳ τὸ μελίκρατον πίνων, ἀλλὰ μᾶλλον διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ πίνων ὠφελεῖσθαι συμβαίνει εἶναι καὶ τῇ νουμηνίᾳ ὠφέλιμον. ὥστε καὶ ἔμπαλιν τὸ ἐν τῇ νουμηνίᾳ ὠφέλιμον ἢ ἀεὶ ἐστιν ὠφέλιμον ἢ ὡς ἐπὶ τὸ πολύ. τὸ δὲ συμβεβηκός ἐστι παρὰ τὸ ἀεὶ καὶ τὸ ὡς ἐπὶ τὸ πολύ· ὥστε τοῦ συμβεβηκότος ἐπιστήμην οὐκ ἔχομεν.

因为对于偶遇你渴望已久且早已寻找的那本书,没有任何确定的技术或能力,反而会有无数个原因;因为去往集市、被追赶或追赶他人,以及其他无数事情〔都可能是原因〕;因为对于偶然存在或偶然产生的事物,其原因也是偶然且不定的。因此,既然并非一切事物都是出于必然且永远存在或产生的,而是绝大多数属于大多如此的事物,他说偶然存在者是存在的;因为既然人既非永远亦非大多如此是白皙的,而是有时如此产生,这便是偶然的;或者说得更好些,既然发现宝藏既非永远亦非大多如此发生,这便是偶然的。但如果有人不说发现宝藏和诸如此类的事情是偶然的,他就会说它们是出于必然的;而一切事物就都将出于必然。然而对于出于必然的事物,原因也是确定的,而对于这些事情,没有一个的原因是确定的。此外,在《解释篇》的第二部分中也已经证明了并非一切事物都出于必然,而是存在着可能的事物。但是偶性得以存在的原因是什么呢?就是可能具有异于大多如此之状态的质料。因为既然这一质料适于接受这些人成为五指,而那一质料则不然,并且质料具有这样一种本性:有时能够实现这一点,即成为五指,而有时又具有相异的状态,即成为四指或六指或其他某种数目,这便是偶性得以具备的原因。在说明了偶性究竟是什么之后,他向我们提供了一种方法或准则,说明我们应当如何论证偶性的存在。并且他说,如果有人打算证明偶性存在,就应当将存在着异于永远和大多如此的某物作为前提。而如果有人向对话者提问:究竟是否存在着异于大多如此和永远的某物,还是不存在?他就能获得这一前提。而对方被明晰的事实所折服,必然会承认存在着异于这些事物的某物;而这便是碰巧发生者,即偶性。在说了这话之后,他提问:在存在者中究竟是只有大多如此者存在而永远且出于必然者不存在,还是存在某些永恒之物,正如存在大多如此之物一样?在提问之后他回答说,关于这些事物的考察将放在后面进行;他将在本论著的第K卷中较为含混地说明,而在第Λ卷中完全地说明。在说了这些之后他说,由此显而易见,不存在关于偶性的科学。因为诸科学要么是关于永远存在之物的,要么是关于大多如此之物的,并且科学所关于的对象必须被确定且处于它们之中——我是说,要么处于永远存在之物中,要么处于大多如此之物中——而不可超出它们。因为超出它们者便是偶性;例如,某人会教导另一个人蜜水对于发烧者是有益的,因为大多如此而言它有益于发烧者;但异于大多如此者,他将无法教导,比如假定在新月之日它将是有益的;因为这发生得较少。因为并不是大多如此而言在月初喝蜜水的人都会受益,倒不如说,由于喝它大多如此能受益,因而碰巧在新月之日也是有益的。因此相反地,在新月之日有益之物,要么是永远有益,要么是大多如此有益。而偶性则是异于永远和大多如此的;因此我们并不拥有关于偶性的科学。

语法注3 条
  1. 6.6τοῦ γὰρ ἐντυχεῖν ὅπερ ἐπόθεις καὶ πάλαι ἐζήτεις βιβλίον

    属格冠词不定词 τοῦ ἐντυχεῖν 依附于后文的谓语 οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρισμένη,作宾格性属格(或表示关涉的属格)。关系代词 ὅπερ 作动词 ἐπόθεις 和 ἐζήτεις 的宾语,将先行词 βιβλίον 纳入关系从句中,整个从句充当动词 ἐντυχεῖν 的补足语。

  2. 6.6φησὶν εἶναι τὸ κατὰ συμβεβηκὸς ὄν

    在依赖于 φησίν 的宾格不定词结构中,εἶναι 用作表示“存在”的实义动词,而 τὸ κατὰ συμβεβηκὸς ὄν(偶然存在者)为其主格性宾格主语。

  3. 6.6καὶ ἔχει τοιαύτην φύσιν τοῦ ποτὲ μὲν τοῦτο δύνασθαι

    属格冠词不定词 τοῦ ... δύνασθαι 作为说明性属格(epexegetic genitive),修饰并具体阐明名词短语 τοιαύτην φύσιν 的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:451.35-453.2