- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:447.5-447.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者论证了第一哲学(神学)为何在诸科学中最为尊贵且最值得欲求,提出它究竟是包摄一切的普遍科学还是划定特定领域的特殊科学这一疑难,并解释说它正因作为第一不动实体的科学而居于第一,从而在这一意义上是普遍的。
εἰ δὲ ἐστιν, ὥσπερ δὴ καὶ ἔστι, τὸ θεῖον ἁπάντων τιμιώτατον, ὁμοίως καὶ ἡ θεολογικὴ τῶν ἄλλων ἐστὶ τιμιωτάτη ἐπιστημῶν, περὶ τὸ θεῖον γένος ἔσται, ἡ τιμιωτάτη περὶ τὸ τιμιώτατον. ὥσπερ γὰρ αἱ θεωρητικαὶ αἱρετώτεραι τῶν πρακτικῶν καὶ ποιητικῶν εἰσιν, οὕτω καὶ ἡ θεολογικὴ τῶν θεωρητικῶν, φυσικῆς καὶ μαθηματικῆς. ὅτι δὲ τῶν ἄλλων αἱρετωτάτη ἐπάγει1 ἀπορήσειε γὰρ ἄν τις πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστίν, ὥστε περιέχειν ἁπάσας καὶ ὑπ’ αὐτὴν εἶναι ὡς τὰ κατὰ μέρος ὑπὸ τὰ καθόλου, ἢ οὐκ ἔστι καθόλου, ἀλλ’ ὥσπερ ἡ ἰατρικὴ καὶ ἡ ἀστρονομία καὶ αἱ λοιπαὶ μέρος τι τοῦ ὄντος καὶ φύσιν τινὰ μίαν ἀποτεμόμεναι τοῦτο θεωροῦσιν, οὕτως καὶ αὕτη. ὥσπερ γὰρ καὶ ἐν τοῖς μαθηματικοῖς τοῦτο εὑρίσκεται, καὶ ἡ μὲν γεωμετρία περὶ μεγέθη, ἡ δὲ ἀστρονομία περὶ ἀστέρας, ἄλλη δὲ περὶ ἄλλο, ἡ δὲ ἁπλῶς μαθηματικὴ κοινή ἐστι πασῶν, οὕτως τί κωλύει καὶ τὴν φυσικὴν μὲν περὶ τι τοῦ ὄντος εἶναι καὶ τὴν μαθηματικὴν περὶ ἄλλο, καὶ τὴν θεολογικὴν εἶναι κοινὴν ἁπασῶν; οὕτως οὖν ἀπορητικῶς τὸν λόγον ἐρωτήσας ἀποκρίνεται καὶ φησιν ὅτι, εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας, ἤτοι εἰ μὲν οὖν μή ἐστί τις οὐσία παρὰ τὰς φυσικὰς καὶ αἰσθητάς, ἡ φυσικὴ πρώτη ἂν εἴη καὶ καθόλου. εἰ δὲ ἔστι καὶ ἄλλη τις οὐσία ἀκίνητος καὶ χωριστή, αὕτη ἡ οὐσία προτέρα ἔσται τῆς φυσικῆς, καὶ ἡ περὶ ταύτην ἐπιστήμη ἔσται φιλοσοφία καὶ πρώτη πάντων καὶ καθόλου ὡς πρὸς τὰς ἄλλας, οὐχ ὡς περιέχουσα ἐκείνας ἀλλ’ ὡς πρώτη,2 καὶ ταύτης ἂν εἴη τὸ ζητῆσαι καὶ θεωρῆσαι περὶ τοῦ ὄντος ᾗ ὄν, καὶ τί ἐστιν ἡ φύσις τοῦ ὄντος καὶ τίνα τὰ ὑπάρχοντα τῷ ὄντι ᾗ ὄν. εἰ δὴ καθόλου ἐστὶν ὡς πρὸς τὰς ἄλλας, τὰ δὲ καθόλου καὶ τιμιώτερα αἱρετώτερα τῶν μὴ τοιούτων, αἱρετωτέρα ἄρα αὕτη τῶν ἄλλων. καὶ οἶμαι ὅτε ἠρώτα ὅτι πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστί, τὸ καθόλου οὐ τοιοῦτον ἠρώτα οἷον ἡμεῖς ἐξεδεξάμεθα ἀντὶ τοῦ περιέχον τὰς ἄλλας, ἀλλὰ τὸ καθόλου ἀντὶ τοῦ βελτίων καὶ τιμιωτέρα.3 καὶ εἰ μέλλει τοῖς ἑξῆς συνάδειν οὕτω χρὴ ἐρωτᾶν καὶ ἀκούειν, πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστὶ καὶ τιμιωτέρα καὶ τῶν ἄλλων αἱρετωτέρα, καὶ ἔστι κατάλληλος αὕτη ἡ ἔννοια καὶ συνᾴδουσα τῇ ἀποκρίσει, τῇ εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας.
而如果神圣之物像事实确乎如此的那样是一切事物中最尊贵的,那么同样地,神学在其他科学中也是最尊贵的,并且将关涉神圣的属,即最尊贵的科学关涉最尊贵的对象。因为正如理论科学比实践与制作科学更值得欲求一样,神学也比理论科学——即自然科学与数学——更值得欲求。至于它在其他科学中最为值得欲求,他补充道:因为人们可能会疑难,第一哲学究竟是普遍的,从而包摄所有科学,使它们在其统辖之下,就像个别事物在普遍者之下那样;抑或它并不是普遍的,而是正如医学、天文学及其余科学切取存在的一部分和某种单一的本性并对之加以观想那样,它也是如此。因为正如在数学各门中也能发现这一点,几何学关涉量度,天文学关涉星体,另一门关涉另一样东西,而纯粹的数学则是共通于所有各门的,依此方式,有什么能阻止自然科学关涉存在的某一事物,数学关涉另一事物,而神学则是共通于所有各门的呢?因此,在以这种提出疑难的方式发问之后,他回答并说道:如果除依自然构成的实体之外不存在其他实体,即除自然且可感的实体之外不存在任何实体,那么自然科学就将是第一且普遍的。但如果还存在另一种不动且可分离的实体,那么这一实体将先于自然实体,而关涉这一实体的科学将是哲学,是一切中第一的,并且相对于其他科学而言是普遍的,这不是因为它包摄它们,而是因为它是第一的;而且探讨和观想关于作为存在的存在、存在的本性是什么以及作为存在的存在具有哪些固有的属性,都将属于这门科学。因此,如果它相对于其他科学而言是普遍的,而普遍且更尊贵的事物比不具备此类特征的事物更值得欲求,那么这门科学就比其他科学更值得欲求。而且我认为,当他询问“第一哲学究竟是否是普遍的”时,他并不是按照我们所理解的那样把“普遍的”当作“包摄其他科学的”来发问的,而是用“普遍的”代替“更好且更尊贵的”。如果要想与下文协调一致,就必须这样发问与理解:“第一哲学究竟是否是普遍的、更尊贵的,且比其他科学更值得欲求的”;而且这一思想是相称的,并与下述回答相协调,即“如果除依自然构成的实体之外不存在其他实体”。
- 6.4ὅτι δὲ τῶν ἄλλων αἱρετωτάτη ἐπάγει
ὅτι引导的从句(ὅτι δὲ τῶν ἄλλων αἱρετωτάτη)作主动词ἐπάγει的名词性宾语从句,意为“至于它在其他科学中最为值得欲求,他补充道”。
- 6.4οὐχ ὡς περιέχουσα ἐκείνας ἀλλ’ ὡς πρώτη
由否定词οὐχ与连词ἀλλά构成的对比结构。分词περιέχουσα(阴性单数主格)与主语“关涉此实体的科学”(ἡ περὶ ταύτην ἐπιστήμη)保持一致,指明第一哲学之所以是“普遍的(καθόλου)”,并非由于它在逻辑上包摄了其他各门科学,而是因为它在存在序列上是“第一的(πρώτη)”。
- 6.4τὸ καθόλου οὐ τοιοῦτον ἠρώτα οἷον ἡμεῖς ἐξεδεξάμεθα ἀντὶ τοῦ περιέχον τὰς ἄλλας, ἀλλὰ τὸ καθόλου ἀντὶ τοῦ βελτίων καὶ τιμιωτέρα
动词ἠρώτα在此构成了关涉被询问词项及其含义的双重宾格表达。τὸ καθόλου指被讨论的词项本身,前置词短语ἀντὶ τοῦ...(ἀντί + 属格)表示替代或引申用法,注疏者借此指出亚里士多德在此使用“普遍的”一词并非指“包摄其他各门”,而是取“更好、更尊贵”之意。
