- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:446.8-447.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德关于原因(尤其是作为不动且可分离的第一原因)必然是永恒的论述(1026a16)进行注解,探讨了该简略语句的多种解释与异文,并梳理了理论科学分为自然科学、数学与神学的三分法。
" Ἀνάγκη δὲ πάντα τὰ αἴτια ἀΐδια 〈εἶναι〉, μάλιστα δὲ ταῦτα." Εἰπὼν ὅτι εἰ ἔστιν ἀΐδιον καὶ ἀκίνητον καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, τοῦτο δέ, ὁποῖον ἂν εἴη, ἐξ ἅπαντος αἴτιον ἔσται τῶν ἄλλων, λέγει ὅτι πᾶσαν αἰτίαν καὶ ἀρχὴν ἀνάγκη ἀΐδιον εἶναι. εἰ γὰρ πᾶν αἴτιον γίγνεται, ἐξ ἄλλου γενήσεται, καὶ τοῦτο εἰς ἄπειρον. μάλιστα δέ, φησί, τὰ αἴτια ταῦτα ἀΐδια εἶναι ἀνάγκη, ταῦτα λέγων τὰ χωριστὰ καὶ ἀκίνητα. καὶ τὴν αἰτίαν τοῦ ταῦτα ἀΐδια εἶναι ἐπήγαγε, ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων·1 ὃ δὴ διὰ τὴν βραχυλογίαν ἀσαφέστερον εἴρηται. ἔστι δέ, οἶμαι, τὸ λεγόμενον τοιοῦτον. ταῦτα γὰρ τὰ ἀκίνητα καὶ χωριστὰ αἴτια τῶν θείων ἤτοι τῶν σφαιρῶν καὶ θείων σωμάτων, αἵτινες σφαῖραι αἴτιαι τοῖς φανεροῖς, τουτέστι τοῖς ὑπὸ γένεσιν, τοῦ γίνεσθαι καὶ φθείρεσθαί εἰσιν· ἡ γὰρ τούτων κίνησις τὴν γένεσιν καὶ φθορὰν ἀπεργάζεται. ἀλλ’ εἰ τὸ κυκλοφορητικὸν ἀΐδιον δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ, τὸ αἴτιον τοῦ κυκλοφορητικοῦ σώματος πολλῷ μᾶλλον ἔσται ἀΐδιον. ἢ τὸ ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων τὸ ταῦτα ἀντὶ τοῦ τοῦτο εἴρηται, καὶ εἴη ἂν λέγων, ἐπειδὴ καὶ ἐν τοῖς αἰσθητοῖς εἰσι θεῖα (τὸ γὰρ κυκλοφορητικὸν πᾶν σῶμα), αἴτιόν ἐστι τὸ πρῶτον αἴτιον τῶν τοιούτων αἰσθητῶν καὶ θείων, ἴσον λέγων, ὅτι εἰ καὶ τισι τῶν νοητῶν καὶ θείων αἴτιόν ἐστι τὸ πρῶτον καὶ ἀκίνητον αἴτιον, ἄδηλον· τέως δ’ οὖν ὅτι τοῖς αἰσθητοῖς καὶ θείοις καὶ κυκλοφορητικοῖς σώμασιν αἴτιόν ἐστι, δῆλον τυγχάνει. γράφεται δὲ καὶ ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν αἰσθητῶν τυγχάνει· καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον, ὅτι ταῦτα τὰ ἀκίνητα καὶ χωριστὰ αἴτιά ἐστι τοῖς φανεροῖς τῶν αἰσθητῶν, ἀντὶ τοῦ τοῖς φανεροῖς τῇ αἰσθήσει αἰτίοις.2 αἴτιον γὰρ καὶ ἡ ὕλη καὶ τὸ εἶδος, ἀλλ’ οὔκ εἰσι τῇ αἰσθήσει φανερά· τὰ δὲ κυκλοφορητικὰ σώματα τῇ αἰσθήσει εἰσὶ φανερά, ὅτι γενέσεώς εἰσι καὶ φθορᾶς αἴτια· βορειότερος γὰρ γινόμενος ὁ ἥλιος γενέσεώς ἐστιν αἴτιος, νοτιώτερος δὲ φθορᾶς. εἰ δὴ τῶν ὄντων τὰ μέν ἐστιν ἀχώριστα καὶ κινούμενα, τὰ δὲ ἀχώριστα καὶ ἀκίνητα, τὰ δὲ χωριστὰ καὶ πάντῃ ἀκίνητα, δῆλον ὡς τρεῖς ἔσονται αἱ πραγματεῖαι, ἡ μὲν φυσικὴ περὶ τὸ ἀχώριστον καὶ κινούμενον, ἡ δὲ μαθηματικὴ περὶ τὸ ἀχώριστον καὶ ἀκίνητον, ἡ δὲ θεολογικὴ περὶ τὸ χωριστὸν καὶ ἀκίνητον. οὐ γὰρ ἄδηλον, φησίν, ὅτι εἴ που τὸ θεῖον ὑπάρχει, ἐν τῇ τοιαύτῃ φύσει ὑπάρχει, ἤτοι οὐ γὰρ ἄδηλον ὅτι τὸ θεῖον τῆς χωριστῆς καὶ ἀκινήτου φύσεώς ἐστιν.
“然而一切原因必然〈是〉永恒的,而尤其是这些。” 在说过如果存在着某种永恒、不动且可分离之物,认识它显然属于理论科学,而此物无论究竟为何,必然是一切其他事物的原因之后,他说道:一切原因与原理都必然是永恒的。因为如果一切原因都有所生成,它就将从另一个原因生成,而这将导致无穷倒退。“而尤其是”,他说,“这些原因必然是永恒的”,他说“这些”是指可分离且不动的事物。接着他补充了这些之所以是永恒的原因:“因为这些是神圣事物中显明者的原因。”这确实因为过于简略而说得比较晦涩。然而依我所见,所表达的意思大致如下:因为这些不动且可分离的事物是神圣事物(即诸天球与神圣物体)的原因,而这些天球又是显明之物(即处于生成之下的事物)生成与消灭的原因;因为它们的运动产生了生成与消灭。但如果圆周运动的物体在《论天》中已被证明是永恒的,那么圆周运动物体的原因将更加是永恒的。或者,在“因为这些是神圣事物中显明者的原因”中,“这些”是用来代替“这一个”说的,而他的意思便是:既然在感觉对象中也存在神圣之物(因为一切作圆周运动的物体都是如此),第一原因就是此类可感且神圣事物的原因;这等于是说:第一且不动的原因是否也是某些理智且神圣事物的原因尚不清楚;但目前无论如何,它是可感的、神圣的、作圆周运动的诸物体的原因,这一点恰好是显而易见的。亦有文本写作“因为这些恰好是感觉对象中显明者的原因”;而他所表达的意旨会是如此:即这些不动且可分离之物是感觉对象中显明者的原因,用以代替“对感觉显明的原因的原因”。因为质料与形式固然也是原因,但对感觉而言并不是显明的;而作圆周运动的诸物体,它们是生成与消灭的原因这一点对感觉而言是显明的;事实上,太阳偏北时是生成的原因,偏南时则是消灭的原因。因此,如果存在之物中有些是不可分离且运动的,有些是不可分离且不动的,另一些则是可分离且全然不动的,那么显然将存在三门学问:自然科学关乎不可分离且运动之物,数学关乎不可分离且不动之物,而神学关乎可分离且不动之物。“因为并非不显明”,他说,“如果神性存在于某处,它就存在于此类本性之中”,也就是,神性属于可分离且不动的本性并非不显明。
- 6.4ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων
对于亚里士多德这一简炼的表述,亚历山大的第一种解读假定了一种两层的因果关联:ταῦτα(不动的第一原因)是 τῶν θείων(神圣天球)的原因,而这些天球又是 τοῖς φανεροῖς(对感官显明的月下生成物)的原因;而在后文提出的第二种解读中,τῶν θείων 被视作部分属格直接修饰 τοῖς φανεροῖς(“神圣事物中显明者”,即可见天体),同时 ταῦτα 被理解为以复数代指单数第一原因。
- 6.4τοῖς φανεροῖς τῶν αἰσθητῶν, ἀντὶ τοῦ τοῖς φανεροῖς τῇ αἰσθήσει αἰτίοις
对异文 τοῖς φανεροῖς τῶν αἰσθητῶν(“感觉对象中显明者”)的句法换言解释。亚历山大将名词属格 τῶν αἰσθητῶν 转换为表示判断基准的与格 τῇ αἰσθήσει(“对感觉而言”),并在名词化的中性形容词 τοῖς φανεροῖς 下补充出省略的名词 αἰτίοις(“诸原因”),从而解释为“对感觉显明的原因(即天体)的原因”。
