← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§447.37-449.11

偶性存在与科学研究对象的排除

本节针对亚里士多德《形而上学》卷E第2章(1026a33),梳理了存在的四种述说方式,并阐明偶性存在因其无限且仅为名称而不属于任何科学的对象,进而解释了柏拉图为何将诡辩术归置于非存在(即偶性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5#1

" Ἀλλ’ ἐπεὶ τὸ ὂν τὸ ἁπλῶς λεγόμενον λέγεται πολλαχῶς." Εἰπὼν ὅτι πρώτη τῶν ἄλλων ἐπιστημῶν ἐστιν ἡ θεολογικὴ καὶ ταύτης μόνης ἐστὶ τὸ θεωρῆσαι τὸ ὂν ᾗ ὄν· καὶ τὰ τούτῳ συμβεβηκότα, λέγει· ἐπειδὴ τὸ ὂν πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον, ὡς εἴρηται, τὸ κατὰ συμβεβηκός, ὥσπερ ὁ Πολύκλειτος τοῦ ἀνδριάντος αἴτιος (καθ’ αὑτὸ μὲν γὰρ αἴτιος τῷ ἀνδριάντι ὁ ἀνδριαντοποιός ἐστιν, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός· συνέβη γὰρ τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι), ἄλλον δὲ τρόπον ὂν λέγεται τὸ ἀληθές, ὥσπερ ἔμπαλιν τὸ ψεῦδος μὴ ὄν (τὸ γὰρ καθημένου τοῦ Σωκράτους λέγειν ὅτι Σωκράτης κάθηται, ἀληθὲς ὑπάρχον, ὂν λέγεται· τὸ γὰρ ὄν, τοῦτο δ’ ἐστὶ τὸ καθῆσθαι, φαμὲν ὅτι ἔστιν),1 ἄλλον δὲ τρόπον ὂν λέγεται τὰ σχήματα τῆς κατηγορίας, οἷον τὸ μὲν τί, τουτέστιν οὐσία, τὸ δὲ ποσόν, τὸ δὲ ποιόν, καὶ εἴ τι ἄλλο σημαίνει τὸν τρόπον τοῦτον, ἔτι παρὰ πάντα ταῦτα ὂν λέγεται τὸ δυνάμει καὶ ἐνεργείᾳ (λέγομεν γὰρ τὸ ἐνεργείᾳ ὕδωρ ὅτι ὕδωρ ἐστίν, ἀλλὰ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ φαμεν ὕδωρ ὅτι δύναται ὕδωρ γενέσθαι)· ἐπειδὴ οὖν, ὡς εἴρηται, πολλαχῶς λέγεται τὸ ὄν, πρῶτον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος ῥητέον ὅτι οὐδεμία ἐστὶν αὐτοῦ ἐπιστήμη, οὐδὲ θεωρεῖ τις περὶ αὐτοῦ. σημεῖον τὸ μηδεμιᾷ ἐπιστήμῃ ἐπιμελὲς εἶναι περὶ αὐτοῦ, οὔτε πρακτικῇ οὔτε ποιητικῇ οὔτε θεωρητικῇ. οὐδεὶς γὰρ ποιῶν οἰκίαν ποιεῖ ἢ ὅλως σκοπεῖ2 τίνα συμβαίνει τῇ γινομένῃ οἰκίᾳ· ἄπειρα γάρ ἐστι, τῶν δ’ ἀπείρων οὐθεὶς φροντίζει. οὐδεὶς γὰρ τῶν οἰκοδόμων φροντίζει, εἰ ἡ γινομένη οἰκία τῷ Σωκράτει φέρε εἰπεῖν νοσώδης ἐστὶ καὶ τῷ Πλάτωνι ὑγιεινή, ἢ Θεοφράστῳ μὲν ἡδεῖα Ἀλεξάνδρῳ δὲ λυπηρά. ὁμοίως δὲ οὐ σκοπεῖ εἴπερ ἡ γινομένη οἰκία ἑτέρα ἐστὶν ἢ ἡ αὐτὴ τῷ ἀνθρώπῳ, καὶ ἁπλῶς εἰ ὑπάρχει ἑτέρα ἁπάντων τῶν ὄντων αἰσθητῶν καὶ νοητῶν, οὐδὲν ἐννοεῖ. ὥστε δῆλον ὡς, εἴπερ καὶ τῶν εἰρημένων οὐ φροντίζει, οὔτε τοῦ νοσώδη εἶναι τὴν οἰκίαν ἐστὶν ἡ οἰκοδομικὴ ποιητικὴ οὔτε τοῦ ὑγιεινὴν οὔτε ἄλλου οὐδενὸς τῶν συμβαινόντων τῇ γενομένῃ οἰκίᾳ. τὸν αὐτὸν δὲ τρόπον οὐδὲ ὁ γεωμέτρης τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα τοῖς σχήμασι σκοπεῖ· οὐ θεωρεῖ γὰρ εἴτε ξύλινά ἐστιν εἴτε λίθινα τὰ σχήματα, οὐδὲ εἰ ἔστι, φησίν, ἕτερον τρίγωνον καὶ τρίγωνον δύο ὀρθὰς ἔχον, σκοπεῖ. τοῦτο δὲ ἐλλιπῶς εἴρηται, δεῖ δὲ προσυπακούειν τὸ ξύλινον ἢ ἄλλο τι τοιοῦτον, ἵνα τὸ πᾶν ᾖ τοιοῦτον· οὐδ’ εἰ ἕτερόν ἐστι τὸ ξύλινον τρίγωνον καὶ ἕτερον αὐτὸ τὸ τρίγωνον καὶ ἡ φύσις αὐτοῦ, ἀντὶ τοῦ τὸ ἔχον τὰς τρεῖς δυσὶν ὀρθαῖς ἴσας, θεωρεῖ, ἀλλὰ τοῦτο μόνον ζητεῖ, εἰ παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· εἴτε δὲ ξύλινά εἰσιν εἴτε λίθινα, οὐδαμῶς θεωρεῖ. Καὶ τοῦτο, φησί, λέγων τοῦτο τὸ τὸ κατὰ συμβεβηκὸς μηδένα θεωρεῖν, εὐλόγως συμπίπτει·3 ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ κατὰ συμβεβηκός ἐστιν. ὥσπερ γὰρ ὁ τραγέλαφος ὄνομα μέν ἐστι, πρᾶγμα δὲ καὶ φύσις τις καὶ ὅλως τι ὂν οὐδαμῶς ἐστιν, οὕτω καὶ τὸ κατὰ συμβεβηκὸς ὂν ὄνομα μόνον ἐστί. τὸ γὰρ τὴν οἰκίαν νοσώδη ἢ ὑγιεινὴν λέγειν ὄνομα μόνον, πρᾶγμα δὲ οὐδαμῶς. εἰ γὰρ ἦν τι ὑφεστώς, ὥσπερ τὸ πῦρ παντὸς τοῦ εἰς αὐτὸ ἐμπίπτοντός ἐστι καυστικόν, οὕτω καὶ ἡ οἰκία πάντων τῶν εἰς αὐτὴν εἰσιόντων ἦν ἂν ἢ νοσώδης ἢ ὑγιεινή· νῦν δὲ οὐκ ἔστιν, ἀλλὰ τῶν μέν ἐστιν ὑγιεινὴ τῶν δὲ νοσώδης· ὥστε ὄνομα μόνον ἔστιν ἀλλ’ οὐ πρᾶγμα· οὐδεὶς δὲ περὶ τῶν μὴ ὄντων σκοπεῖ, ὥστε εὐλόγως συμπίπτει μηδένα περὶ αὐτοῦ σκοπεῖν. καὶ διὰ τοῦτο, φημὶ δὴ διὰ τὸ τὸ κατὰ συμβεβηκὸς ὄνομα μόνον εἶναι, οὐ μὴν καὶ ὄν τι, ἀναστρέφεται δὲ ἡ σοφιστικὴ περὶ τὸ κατὰ συμβεβηκός, ἔταξεν αὐτὴν ὁ Πλάτων περὶ τὸ μὴ ὄν, ὡς ὄντος4 τοῦ συμβεβηκότος μὴ ὄντος. ὅτι δὲ οἱ τῶν σοφιστῶν λόγοι πάντες περὶ τὸ συμβεβηκὸς καὶ τὸ μὴ ὄν εἰσι, δῆλον. ἐρωτῶσι γάρ, πότερον ταὐτόν ἐστι τὸ γραμματικὸν τῷ μουσικῷ ἢ οὔ;

“但是,既然无条件被述说的存在有多重含义。” 在说明了神学在其他科学中居于首位,且唯有观想作为存在的存在及其固有属性才属于这门科学之后,他说道:既然存在有多重含义,其一种方式如前所述是偶性存在,正如波利克莱托斯是雕像的原因一样(因为雕像制作者自身是雕像的原因,而波利克莱托斯则是偶性地作为原因;因为雕像制作者恰好是波利克莱托斯);另一种方式中,真被称为存在,正如相反地假被称为非存在一样(因为在苏格拉底坐着时,说苏格拉底坐着,由于是真的,便被称为存在;因为存在的事物,也就是坐着,我们说它是);另一种方式中,范畴的各个图式被称为存在,例如“是什么”即实体,以及“数量”、“性质”,以及以此种方式表征的其他事物;此外,除去这一切之外,潜能中的存在与现实中的存在也被称为存在(因为对于现实中的水,我们不仅说它是水,而且对于空气和火,我们也说它们是水,因为它们能够变成水)——因此,如前所述,既然存在有多重含义,首先就必须就偶性存在说明,不存在关涉它的科学,也没有人关于它进行观想。其证明在于,无论对于实践的、制作的还是理论的科学,都没有任何一门关照它。因为没有人在建造房屋时,会制作或者全然考察产生中的房屋具有哪些偶性;因为它们是无限的,而没有人操心无限的事物。因为没有建筑者会操心,产生中的房屋打个比方说对苏格拉底是有病的而对柏拉图是健康的,或者对狄奥弗拉斯图是愉快的而对亚历山大是痛苦的。同样,他也不考察产生中的房屋是否与人不同或是相同,并且简而言之,它是否存在为不同于一切可感与可理知的事物,他全不加以考虑。因此显然,如果他甚至不操心所说的这些事情,那么建筑术既不是使房屋有病的制作术,也不是使房屋健康的制作术,也不是产生后的房屋所具有的任何其他偶性的制作术。依同样的方式,几何学家也不考察偶然属于图形的属性;因为他并不观想图形是由木头还是石头做成的,他说,他也不考察一个三角形与具有两直角的三角形是否有所不同。但这处表述是有所缺省的,必须在理解中补足“木制的”或某种此类事物,以便整体意思如下:[几何学家]并不观想木制三角形是否与三角形自身及其本性——即具有等于两直角之三个角的三角形——有所不同,而仅仅探求这一点,即是否任何三角形的三内角都等于两直角;而至于它们是由木头还是石头做成的,他绝不加以观想。而他说“这”,以“这”指没有人观想偶性,乃是合理吻合的;因为偶性犹如仅仅是一个名称。正如鹿野山羊固然是一个名称,但绝不是一个实在的事物、某种本性或全然不是任何存在者,偶性存在同样仅仅是一个名称。因为说房屋是有病的或健康的仅仅是一个名称,而绝非实在的事物。因为如果它是一个实体性的存在,正如火能焚烧落入其中的一切事物那样,房屋对于进入其中的所有人也应当要么是有病的要么是健康的;但事实并非如此,而是对某些人是健康的,对另一些人则是有病的;因此它仅仅是一个名称,而不是实在的事物;而既然没有人考察非存在,那么没有人考察它也就是合理吻合的了。正因如此——我指的是因为偶性仅仅是一个名称而非任何存在,而诡辩术却打交道于偶性——柏拉图才将它归置于非存在,认为偶性就是非存在。而诡辩家们的所有论辩都关涉偶性与非存在,这是显而易见的;因为他们追问:懂文法之物与懂音律之物究竟是同一的还是不同的?

语法注4 条
  1. 6.5τὸ γὰρ ὄν, τοῦτο δ’ ἐστὶ τὸ καθῆσθαι, φαμὲν ὅτι ἔστιν

    句首的宾格短语 τὸ ὄν 并非主句动词 φαμέν 的直接宾语,而是后续 ὅτι 从句主语的前置(prolepsis,提前先行)。插入句 τοῦτο δ’ ἐστὶ τὸ καθῆσθαι 以同位语方式阐释了其内容。

  2. 6.5οὐδὲ εἰ ἔστι, φησίν, ἕτερον τρίγωνον καὶ τρίγωνον δύο ὀρθὰς ἔχον, σκοπεῖ

    针对亚里士多德的原句 ἕτερον τρίγωνον καὶ τρίγωνον δύο ὀρθὰς ἔχον,注解者指出该表述属于缺省(ἐλλιπῶς),在句法上需要对其中一个 τρίγωνον 在理解中补充如 τὸ ξύλινον(木制的)等修饰语。

  3. 6.5Καὶ τοῦτο, φησί, λέγων τοῦτο τὸ τὸ κατὰ συμβεβηκὸς μηδένα θεωρεῖν, εὐλόγως συμπίπτει

    对于主要动词 εὐλόγως συμπίπτει,主语是句首的代词 τοῦτο。分词短语 λέγων τοῦτο 修饰主语(亚里士多德),而冠词不定词短语 τὸ τὸ κατὰ συμβεβηκὸς μηδένα θεωρεῖν 则作为第二个 τοῦτο 的同位语。

  4. 6.5ἀναστρέφεται δὲ ἡ σοφιστικὴ περὶ τὸ κατὰ συμβεβηκός, ἔταξεν αὐτὴν ὁ Πλάτων περὶ τὸ μὴ ὄν, ὡς ὄντος τοῦ συμβεβηκότος μὴ ὄντος

    由介词短语 καὶ διὰ τοῦτο ...(正因如此)所引导的主句是 ἔταξεν αὐτὴν ὁ Πλάτων。其前方的 ἀναστρέφεται δὲ ἡ σοφιστικὴ περὶ τὸ κατὰ συμβεβηκός 构成并列插入句,补充了附加理由。句末的 ὡς ὄντος τοῦ συμβεβηκότος μὴ ὄντος 是带有表示理由或主观看法的 ὡς 的属格绝对结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:447.37-449.11