← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§449.11-450.27

智者的谬误推论与偶性存在的非存在性

亚历山大分析了诡辩家们围绕偶性与非存在展开的谬误推论,包括关于懂文法与懂音律是否同一的辩题,以及提出既非永恒又非产生的偶性存在的论辩,并阐明偶性存在没有本真的生成与消灭,因而切近于非存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5#2

εἰ μὲν οὖν ἐρεῖς ὅτι οὔ, ἀποκρίνονται λέγοντες ‘ὁ Σωκράτης γραμματικός ἐστιν· ἔστι δὲ ὁ γραμματικὸς Σωκράτης ὁ αὐτὸς τῷ Σωκράτει· ἀλλ’ ὁ Σωκράτης καὶ μουσικός ἐστιν· ἔστιν ἄρα ὁ μουσικὸς Σωκράτης ὁ αὐτὸς τῷ Σωκράτει· ὁ μουσικὸς ἄρα Σωκράτης ὁ αὐτός ἐστι τῷ γραμματικῷ Σωκράτει· εἰ δὲ τοῦτο, καὶ τὸ μουσικὸν ταὐτόν ἐστι τῷ γραμματικῷ. ψεῦδος ἄρα ὅτι τὸ μουσικὸν οὐ ταὐτόν ἐστι τῷ γραμματικῷ· ταὐτὸν ἄρα. καὶ πάλιν, εἰ τὸ μουσικὸν ἕτερόν ἐστι τοῦ γραμματικοῦ, καὶ ὁ γραμματικὸς Σωκράτης ἕτερος ἔσται τοῦ μουσικοῦ Σωκράτους· ὁ Σωκράτης ἄρα ἕτερός ἐστιν αὐτὸς ἑαυτοῦ.’ ἐγγίνεται δὲ ὁ παραλογισμὸς ἐκ τοῦ εἶναι ταὐτὸν τὸν μουσικὸν Σωκράτη τῷ γραμματικῷ Σωκράτει καὶ μὴ εἶναι, τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ ἕτερον.1 εἰ μὲν οὖν ἕτερον ἐρεῖς τὸ μουσικὸν τοῦ γραμματικοῦ, οὕτω παραλογίζονται· εἰ δὲ ταὐτόν, ἀποκρίνονται ὡς εἰ ταὐτόν ἐστι τὸ γραμματικὸν τῷ μουσικῷ, ὅπου γραμματικός, ἐκεῖ ἔσται καὶ μουσικός, ὥσπερ καὶ ὅπου βροτός, ἐκεῖ καὶ ἄνθρωπος. ἀλλ’ ὁ μὲν Ἀρίσταρχος γραμματικὸς μέν ἐστι, μουσικὸς δὲ οὐκ ἔστιν· οὐκ ἄρα ταὐτὸν τῷ μουσικῷ τὸ γραμματικόν. πάλιν κοινῶς πάντων δοξαζόντων ὅτι πᾶν τὸ ὂν ἤτοι ἀΐδιόν ἐστιν ἢ γεγονός, οἱ σοφισταὶ τοῦτο ἀναιρεῖν πειρῶνται διὰ λόγου τινός, παρασχόμενοί τινα ἅ ἐστιν οὔτε ἀεὶ ὄντα οὔτε γεγονότα. λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι,2 δεικνύουσιν ὅτι τοῦτο οὔτε ἀΐδιόν ἐστιν (οὐ γὰρ ἀεὶ ἦν ὁ γραμματικὸς μουσικός, ἀλλ’ ἦν ποτε ὅτε οὐκ ἦν), ἀλλ’ οὐδὲ γενόμενον· οὐ γὰρ γίνεται ὁ μουσικὸς γραμματικός. εἰ γὰρ γίνεται, ἤτοι ὡς ἐξ ὕλης τοῦ μουσικοῦ γίνοιτο ἂν ὁ γραμματικός, ὡς ἐκ τοῦ χαλκοῦ ὁ ἀνδριάς· ἀλλ’ οὐκ ἔστιν ὕλη τὸ μουσικὸν τοῦ γραμματικοῦ· ἢ ὡς ἐξ ἐναντίου, ὡς ἐκ τοῦ λευκοῦ τὸ μέλαν· οὐκ ἔστι δὲ ἐναντίον τὸ γραμματικὸν τῷ μουσικῷ, ὅ γε καὶ συνυπάρχει αὐτῷ. οὐκ ἄρα τὸ μουσικὸν γραμματικὸν γίνεται. ἐξ ὧν συνάγουσι τὸ οὐ πᾶν ἄρα τὸ ὂν ἢ γενόμενόν ἐστιν ἢ ἀΐδιον. ἔτι εἰ μήτε ὁ γραμματικὸς γενόμενος μουσικὸς γραμματικὸς μουσικὸς ἐγένετο μήτε ὁ μουσικὸς γενόμενος γραμματικὸς μουσικὸς γραμματικὸς ἐγένετο, ἔστι δὲ μουσικὸς γραμματικός, ὃ μὴ γέγονεν ἔστιν. ἔτι οὐδεμία τέχνη ἐστὶν ἢ ἐπιστήμη ἣ διδάσκει τὸν μουσικὸν γραμματικόν· οὐδεὶς γὰρ καθὸ μουσικός ἐστι γραμματικὸς γίνεται· οὐ γὰρ ἀπὸ τούτου εἰς ἐκεῖνο ἡ μεταβολή, ἀλλ’ ἀμφότερα καθὸ ἄνθρωπος. δύναται τὸ λεγόμενον ὑπὸ τῶν σοφιστῶν καὶ οὕτω λέγεσθαι. ἂν ᾖ γεγονώς τις γραμματικὸς πρῶτον, εἶτα μουσικός, οὗτος οὐ γέγονε μὲν μουσικὸς ὢν γραμματικός, ἔστι δὲ μουσικὸς ὢν γραμματικός. ὁ οὖν λέγων ‘μουσικὸς ὢν γραμματικός ἐστι’ λέγει καὶ μουσικὸς ἐστι γραμματικός.3 περὶ δὲ τῶν καθ’ αὑτὰ ὄντων ἦν λεγόμενον τὸ ἀΐδια αὐτὰ ἢ γενόμενα εἶναι. ἔτι ὡς ἔστι, κατὰ συμβεβηκὸς δὲ ἔστιν, οὕτω καὶ ἐγένετο· ὁ γὰρ μουσικὸς γενόμενος εἰ προϋπῆρχεν ὢν γραμματικός (οὐ γὰρ δὴ ἄμφω ἅμα ἐγένετο καὶ γραμματικὸς καὶ μουσικός), κατὰ συμβεβηκὸς ὁ γραμματικὸς μουσικὸς ἐγένετο. ὡς οὖν τὰ τοιαῦτα ἔστιν, οὕτω καὶ γίνεται. τὰ μὲν οὖν ὑπὸ τῶν σοφιστῶν τοιαῦτα, ὁ δ’ Ἀριστοτέλης τὸν λόγον αὐτῶν οὕτως ἐξήνεγκεν· ἐρωτῶσι γάρ, φησίν, εἰ πᾶν ὃ ἂν ᾖ, μὴ ἀεὶ δέ, γέγονε, τουτέστιν εἰ πᾶν ὅπερ ἤδη ἐστίν, ἦν δέ ποτε ὅτε οὐκ ἦν, ἄρα γέγονεν· εἰ γὰρ πρότερον μὴ ὂν νῦν ἐστι, φανερὸν ὅτι γέγονεν· ὥστε εἰ ὁ Κορίσκος μουσικὸς ὢν γραμματικός ἐστι, πρότερον μὴ ὤν, γέγονεν ὁ μουσικὸς γραμματικὸς καὶ ἔμπαλιν ὁ γραμματικὸς μουσικός· κἂν ἄλλο τι ἐρωτῶσι τοιοῦτόν ἐστιν· ὥστε τὸ συμβεβηκός, ὥσπερ λέγομεν, ἐγγὺς τοῦ μὴ ὄντος ἐστίν. ἀλλὰ καὶ ἐκ τῶν ἤδη ῥηθησομένων φανερὸν ὅτι τὸ συμβεβηκὸς ἐγγύς ἐστι τοῦ μὴ ὄντος. τῶν μὲν γὰρ ἄλλον τρόπον ὄντων, ἤτοι τῶν μὴ κατὰ συμβεβηκὸς ὄντων ἀλλὰ κυρίως ὄντων, ἔστι γένεσις καὶ φθορά, τῶν δὲ κατὰ συμβεβηκὸς ὄντων γένεσις καὶ φθορὰ οὐκ ἔστι· τὰ ἄρα κατὰ συμβεβηκὸς ὄντα μὴ ὄντα ἐστί. πῶς δὲ τῶν κατὰ συμβεβηκὸς ὄντων γένεσις καὶ φθορὰ οὐκ ἔστιν αὐτὸς μετ’ ὀλίγον ἐρεῖ, καὶ ἐγὼ ἐκεῖσε γενόμενος ἐρῶ.

因此,如果你回答“不”,他们便反驳说:“苏格拉底是懂文法的;而懂文法的苏格拉底与苏格拉底是同一的;但苏格拉底也是懂音律的;因此懂音律的苏格拉底与苏格拉底是同一的;因此懂音律的苏格拉底与懂文法的苏格拉底是同一的;而如果是这样,懂音律之物也就与懂文法之物是同一的。因此,懂音律之物与懂文法之物不同一乃是假的;所以它们是同一的。又或者,如果懂音律之物不同于懂文法之物,懂文法的苏格拉底也将不同于懂音律的苏格拉底;因此苏格拉底不同于他自身。”然而,这种谬误推论产生于:懂音律的苏格拉底与懂文法的苏格拉底既是同一的又不是同一的,就基底而言是同一的,但就定义而言是不同的。因此,如果你说懂音律之物不同于懂文法之物,他们就以这种方式进行谬误推论;但如果你说它们是同一的,他们便反驳说,如果懂文法之物与懂音律之物是同一的,那么何处有懂文法者,何处也将有懂音律者,正如凡是有必死者之处,也必有人一样。然而阿里斯塔库斯固然懂文法,却不懂音律;因此懂文法之物与懂音律之物不是同一的。再者,当所有人普遍认为一切存在者要么是永恒的要么是产生出来的时,诡辩家们试图通过某种论辩,借助提出某些既非永恒存在又非产生出来的事物来推翻这一点。因为他们设定:作为懂音律者的同时又是懂文法者乃是存在事物中的一种,并由此证明这既不是永恒的(因为懂文法者并非一直是懂音律的,而是曾有一个时候他不是),但也不是产生出来的;因为懂音律者并没有变成懂文法者。因为如果变成,那么懂文法者要么是将懂音律者作为质料而产生出来的,如同雕像由青铜产生出来一样;但懂音律者并不是懂文法者的质料;要么是从相反者产生出来的,如同黑由白产生出来一样;但懂文法之物并不是懂音律之物的相反者,它甚至与它共存。因此懂音律者并没有变成懂文法者。由此他们得出结论:并非一切存在者要么是产生出来的要么是永恒的。此外,如果既不是懂文法者变成懂音律者而成为了兼懂文法与音律者,也不是懂音律者变成懂文法者而成为了兼懂音律与文法者,但却存在着兼懂音律与文法者,那么未曾产生之物便存在了。此外,没有任何技术或科学教懂音律者成为懂文法者;因为没有人因其是懂音律者而变成懂文法者;因为变化并非从前者到后者,而是两者都在其作为人这一限度上属于他。诡辩家们所说的也可以这样表述:如果某人先成为了懂文法者,随后成为了懂音律者,那么这人并不是在作为懂音律者时变成了懂文法者,但他却在作为懂音律者时是懂文法的。因此,那个说“他在是懂音律者的同时是懂文法者”的人,也是在说他是兼懂音律与文法者。然而,关于它们是永恒的还是产生出来的说法,原本是针对自身存在的事物而言的。再者,它如何存在——并且它是偶性地存在的——它也就如何产生;因为那个变成懂音律者的人如果预先作为懂文法者而存在(因为他绝不是同时既变成懂文法者又变成懂音律者),那么懂文法者便是偶性地变成了懂音律者。因此,此类事物以何种方式存在,它们也就以何种方式产生。诡辩家们的说法就是这般的,而亚里士多德则将他们的论辩表述如下:因为他说,他们追问是否凡是存在但并非永远存在的一切事物都是产生出来的,也就是说,是否凡是如今存在但曾有某个时候不存在的一切事物都因此产生出来了;因为如果先前不存在而现在存在,显然它是产生出来的;因此,如果科里斯库斯在作为懂音律者的同时是懂文法的,而先前并不是,那么懂音律者就变成了懂文法者,反过来懂文法者也就变成了懂音律者;即使他们追问其他事情,也是诸如此类的;因此正如我们所说的,偶性是接近于非存在的。而且从即将说明的事情中也清楚可见,偶性是接近于非存在的。因为对于以其他方式存在的事物,即非偶性存在而是本真存在的事物而言,存在着生成与消灭,但对于偶性存在的事物而言,不存在生成与消灭;因此偶性存在的事物是非存在。至于偶性存在的事物为何不存在生成与消灭,他本人稍后会说明,而我到达那一处时也会加以说明。

语法注3 条
  1. 6.5ἐγγίνεται δὲ ὁ παραλογισμὸς ἐκ τοῦ εἶναι ταὐτὸν τὸν μουσικὸν Σωκράτη τῷ γραμματικῷ Σωκράτει καὶ μὴ εἶναι, τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ ἕτερον.

    带冠词不定式结构 ἐκ τοῦ εἶναι... καὶ μὴ εἶναι 表示原因,其逻辑主语 τὸν μουσικὸν Σωκράτη 与补足语 ταὐτὸν 均为宾格。随后的 τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ ἕτερον 中,与格 τῷ ὑποκειμένῳ 与 τῷ λόγῳ 是限定与格(表示在哪个方面),说明在基底上是同一的而在定义上是不同的。

  2. 6.5λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι

    分词 λαμβάνοντες 以带冠词不定式结构 τὸ ... εἶναι 作为宾语。在此结构内部,逻辑主语是嵌套的另一个不定式短语 τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι(“在作为懂音律者的同时是懂文法者”),谓词则是部分属格表达 τῶν ὄντων τι(“存在事物之一”)。

  3. 6.5ὁ οὖν λέγων ‘μουσικὸς ὢν γραμματικός ἐστι’ λέγει καὶ μουσικὸς ἐστι γραμματικός.

    此处对比了两个被引用的表述:主张“μουσικὸς ὢν γραμματικός ἐστι”(带有分词 ὤν,表示附带/偶性状态)的人,也被视为在主张“μουσικός ἐστι γραμματικός”(两个谓词的直接联合),以此展示诡辩家进行偷换的论辩逻辑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:449.11-450.27