← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§445.17-446.7

理论科学的三分法与对象的运动性及可分离性

亚历山大围绕亚里士多德《形而上学》E卷第1章(1026a6),根据研究对象是否运动与可否分离,将自然科学、数学与第一哲学的划分重构成三段论,并阐明了数学对象的特殊性质以及第一哲学成立的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3

" Ὅτι μὲν οὖν ἡ φυσικὴ θεωρητική τίς ἐστι φανερὸν ἐκ τούτου. ἀλλ’ ἔστι καὶ ἡ μαθηματικὴ θεωρητική." Διακρίνας τὴν φυσικὴν ἀπὸ τῆς πρακτικῆς καὶ ποιητικῆς τῷ ταύτην μὲν δεῖξαι θεωρητικὴν οὖσαν ἐκείνας δὲ μή, νῦν διακρίνει αὐτὴν καὶ τῆς μαθηματικῆς, δυνάμει κἀνταῦθα οὑτωσὶ συλλογιζόμενος· ἡ μαθηματικὴ διανοητικὴ οὖσα περὶ ἀκίνητα καὶ χωριστά ἐστιν. ἡ φυσικὴ διανοητικὴ οὖσα οὔτε περὶ ἀκίνητα οὔτε περὶ χωριστά ἐστιν· ἡ φυσικὴ ἄρα οὐκ ἔστι μαθηματική. καὶ ὁ μὲν συλλογισμὸς τοιοῦτός τις ἂν εἴη. τῶν δὲ προτάσεων τὴν μὲν ὅτι ἡ φυσικὴ οὔτε περὶ ἀκίνητα οὔτε περὶ χωριστά, ἀλλὰ περὶ κινούμενα καὶ ἀχώριστα ἔδειξε πολλαχοῦ. τὴν δ’1 ὅτι ἡ μαθηματικὴ περὶ ἀκίνητά ἐστι καὶ χωριστὰ οὐκ ἔδειξεν, ἀλλὰ δείξει ἐν τοῖς ἐφεξῆς βιβλίοις ὅπως ἔχει. τέως δ’ οὖν εἶπε τὸ ἀλλ’ εἰ ἀκινήτων καὶ χωριστῶν ἐστιν ἄδηλον νῦν,2 ἴσον λέγων ὅτι ἡμεῖς μὲν ὡς περὶ ἀκίνητα καὶ χωριστὰ τὴν μαθηματικὴν οὖσαν λαμβάνομεν, ἀλλ’ εἰ περὶ τοιαῦτά ἐστιν ἀληθῶς νῦν μὲν ἄδηλον, ὅτι δὲ ἔνια, ἵνα μὴ πάντα λέγωμεν, μαθήματα ἢ ἀκίνητά ἐστι καὶ ᾗ χωριστὰ θεωρεῖ ἡ μαθηματική, δῆλον.3 οὕτως οὖν τὴν φυσικὴν τῶν ἄλλων διακρίνας νῦν διακρίνει τὴν πρώτην φιλοσοφίαν τῆς φυσικῆς καὶ μαθηματικῆς λέγων εἰ δ’ ἔστιν ἀΐδιον καὶ ἀκίνητον καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, ἀλλὰ θεωρητικῆς οὔτε φυσικῆς οὔτε μαθηματικῆς. οὐκ εἶπε δὲ ὅτι ἔστιν ἀΐδιον καὶ ἀκίνητον, ἀλλ’ εἰ ἔστιν, ἐπειδὴ οὔπω δέδεικται τοῦτο. εἴπερ οὖν ἔστιν ἀΐδιον καὶ ἀκίνητον, οὔτε φυσικῆς οὔτε μαθηματικῆς ἐστι τὸ περὶ αὐτοῦ θεωρῆσαι, ὅτι ἡ μὲν φυσικὴ περὶ κινητὰ καὶ ἀχώριστά ἐστιν, οὖσα δὲ περὶ τοιαῦτα οὐ θεωρήσει τὰ ἀκίνητα καὶ χωριστά. ἀλλὰ μὴν οὐδὲ μαθηματικῆς ἐστι τὸ περὶ τοιούτων θεωρεῖν, ὅτι εἰ καὶ περὶ ἀκίνητά ἐστιν, ἀλλ’ οὖν οὐ χωριστά, ὡς δείξει, ἐστὶν ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ὕλῃ. τὸ δὲ ἔνια πρόσκειται διὰ τὰ ὀπτικὰ καὶ ἁρμονικὰ καὶ ἀστρονομικά· ὁ γὰρ ὀπτικὸς οὐ περὶ χωριστὰς γραμμὰς καταγίνεται, ἀλλὰ περὶ ἐνύλους, ὁμοίως καὶ ὁ μουσικὸς καὶ οἱ τοιοῦτοι. καὶ τὸ ἴσως κεῖται διὰ τὸ μήπω καθόλου δειχθῆναι ὅτι οὐδὲν τῶν μαθηματικῶν χωριστόν ἐστι καὶ καθ’ αὑτό.

“因此,自然科学是某种理论科学,由此便显而易见。但数学也是理论的。” 在通过表明自然科学是理论的而实践与制作科学则不是,从而将自然科学与实践和制作科学区分开之后,他现在又将它与数学区分开,在此处也潜在地作如下推论:数学作为理智的,是关于不动且可分离之物的;自然科学作为理智的,既非关于不动之物亦非关于可分离之物;因此自然科学不是数学。而该推论大致便是如此这般。在这些前提中,其中一个前提——即自然科学既非关于不动之物亦非关于可分离之物,而是关于运动且不可分离之物——他在许多地方都已经表明了;但另一个前提——即数学是关于不动且可分离之物——他并未表明,而将在随后的各卷中表明情况究竟如何。不过眼下他说了“但它是否关乎不动且可分离之物,现在尚不清楚”,这等于是说:我们固然把数学当成是关于不动且可分离之物的,但它是否真正关乎此类事物,现在尚不清楚;然而显而易见的是,某些(姑且不说全部)数学对象要么是不动的,要么数学是将其作为可分离之物来观照的。因此,在这样把自然科学同其余的科学区分开之后,他现在又把第一哲学同自然科学及数学区分开,说道:“如果存在着某种永恒、不动且可分离之物,显而易见,认识它属于理论科学,但属于既非自然亦非数学的理论科学。”他并没有说存在着永恒且不动之物,而是说如果存在,因为这一点尚未被证明。因此,如果确实存在着永恒且不动之物,那么对其进行观照既不属于自然科学亦不属于数学;因为自然科学是关于可运动且不可分离之物的,既然关乎此类事物,它便不会观照不动且可分离之物。然而,对这类事物进行观照也绝不属于数学;因为即使它是关于不动之物的,正如他将要表明的,这些事物终究不是可分离的,而是在基质与质料之中的。至于加上“某些”,乃是因为光学、和声学和天文学的缘故;因为光学研究者所探讨的不是分离的线,而是具质料的线,音乐家及此类研究者亦是如此。而使用“或许”,则是因为尚未普遍地表明任何数学对象都不是可分离且自身独立的。

语法注3 条
  1. 6.3τῶν δὲ προτάσεων τὴν μὲν ... τὴν δ’

    句首的属格 τῶν προτάσεων 是前置的部分属格,其后的宾格 τὴν μέν 与 τὴν δέ 分别作为动词 ἔδειξε 与 οὐκ ἔδειξεν 的直接宾语(“在诸前提中,其一……另一……”)。随后的 ὅτι 从句分别与这两个宾格同位,指明各前提的具体内容。

  2. 6.3ἀλλ’ εἰ ἀκινήτων καὶ χωριστῶν ἐστιν ἄδηλον νῦν

    引用亚里士多德的原句(1026a8–9)。εἰ 引导的间接疑问从句作 ἄδηλον 的主语。属格 ἀκινήτων καὶ χωριστῶν 与系词 ἐστί 连用,构成表示涉及或所属的表语性属格(“是否关于/属于不动且可分离之物”)。

  3. 6.3ὅτι δὲ ἔνια, ἵνα μὴ πάντα λέγωμεν, μαθήματα ἢ ἀκίνητά ἐστι καὶ ᾗ χωριστὰ θεωρεῖ ἡ μαθηματική, δῆλον

    对亚里士多德原文 1026a9–10 的转述。主句谓语为句末的 δῆλον,而 ὅτι 从句作其实质主语。插入句 ἵνα μὴ πάντα λέγωμεν 是目的从句的独立惯用法(“姑且不说全部”)。从句内部的 ἢ ἀκίνητά ἐστι καὶ ᾗ χωριστὰ θεωρεῖ 构成并列述语结构(“要么是不动的,要么数学是将其作为可分离之物来观照”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:445.17-446.7