← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§444.1-445.16

自然事物定义中的质料与塌鼻子的例证

亚历山大论述了自然科学是关于与质料不可分离之形式的理论科学,注释了为何自然事物的定义必须像塌鼻子一样包含质料(基质),并通过中空与塌鼻子的区分,阐明其旨在反驳理念论的铺垫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2#2

δείξας οὖν ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστι, συμπεραίνεται καί φησιν ὥστε εἰ πᾶσα διάνοια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητική, ἡ φυσική, εἰ μήτε πρακτικὴ μήτε ποιητική ἐστι (τοῦτο γὰρ δεῖ προσυπακούειν), θεωρητική τις ἂν εἴη, ἀλλὰ θεωρητικὴ περὶ φυσικὸν πρᾶγμα· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ περὶ τοιοῦτον ὄν, ὅ ἐστι δυνατὸν κινεῖσθαι. ἐπεὶ δὲ ὡς ἐν τῇ Φυσικῇ εἴρηται ὅτι καὶ ἡ ὕλη οὐσία ἐστὶ καὶ μάλιστα τὸ εἶδος, εἰπὼν ὅτι θεωρητική ἐστι περὶ τοιοῦτον ὄν, ὅ ἐστι δυνατὸν κινεῖσθαι, ἐπήγαγε καὶ περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολύ, ἴσον λέγων, ὅτι ἔστι μὲν ἡ φυσικὴ καὶ περὶ τὴν ὑλικὴν οὐσίαν, ἀλλ’ ἐπ’ ἔλαττον, ἐπὶ πλέον δὲ καὶ ὡς ἐπὶ τὸ πολὺ ἔστι περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον καὶ τὸ εἶδος. εἰπὼν δὲ ὅτι περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολύ, καὶ προσθεὶς τὸ οὐ χωριστὴν μόνον, δοκεῖ λέγειν ὅτι περὶ εἶδός ἐστιν οὐ χωριστὸν μόνον ἀλλὰ καὶ ἀχώριστον. οὐ τοῦτο δὲ λέγει ὅτι καὶ περὶ χωριστόν ἐστι καὶ περὶ ἀχώριστον, ἀλλὰ τὸ οὐ χωριστὸν μόνον ἀντὶ τοῦ μόνον οὐ χωριστὸν εἶπεν·1 ἤτοι περὶ οὐσίαν μόνον ἀχώριστον καὶ μὴ δυναμένην χωρίζεσθαι τῆς ὕλης. Ταῦτα εἰπὼν ἐπάγει δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν, τουτέστι δεῖ μὴ λανθάνειν πῶς ἐν τοῖς φυσικοῖς δεῖ ζητεῖν τὸ τί ἐστι καὶ τὸν λόγον, ἆρα δεῖ ὁριζομένους φυσικὸν πρᾶγμα καὶ τὴν ὑποκειμένην τῷ ὁριστῷ ὕλην περιλαμβάνειν ἐν τῷ ὁρισμῷ ἢ οὔ. εἰ γὰρ περὶ τοῦ τί ἦν εἶναι καὶ περὶ τοῦ ὁρισμοῦ τὴν ζήτησιν ποιούμενοι ἀγνοοῦμεν εἴτε μετὰ τῆς ὕλης εἴτε ἄνευ αὐτῆς χρὴ ὁρίζεσθαι, μηδέν ἐστι ποιεῖν.2 εἰπὼν οὖν ὡς ἄνευ τούτου τὸ ζητεῖν οὐδὲν ποιεῖν ἐστι, διαίρεσιν ποιεῖται, δεικνὺς ὅτι ἀνάγκη τὸν ὁριζόμενον φυσικόν τι πρᾶγμα καὶ τὴν ὕλην ἐν τῷ ὁρισμῷ παραλαμβάνειν καὶ ὅτι ἀδύνατόν ἐστιν ἄνευ αὐτῆς ὁρίζεσθαι. ταῦτα δὲ πάντα προοπλίζει τε καὶ προκατασκευάζει, ἵνα ἐκ τούτων δείξῃ ὅτι φυσικὸν εἶδος χωριστὸν αὐτὸ καθ’ αὑτὸ ἄνευ ὕλης οὐ δύναται εἶναι, ὡς οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον. ποιεῖται δὲ διαίρεσιν λέγων ἔστι δὲ τῶν ὁριζομένων καὶ τῶν τί ἐστι, τουτέστι τῶν ὁριζομένων καὶ ὧν τὸ τί ἐστιν ἀποδίδομεν, τὰ μέν ἐστιν ὡς τὸ σιμόν· ὥσπερ γὰρ τὸ σιμὸν ἀδύνατόν ἐστιν ὁρίσασθαι μὴ λαμβάνοντας τὴν ῥῖνα τὴν ὡς ὕλην ὑποκειμένην αὐτῷ, οὕτω καὶ τὰ φυσικὰ εἴδη ἀδύνατον ὁρίζεσθαι χωρὶς ὕλης, ὕλην λέγων, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ἐρεῖ, τὸ γένος καὶ τὰς πρὸ τῆς τελευταίας διαφορᾶς διαφοράς. ἀλλὰ τοῦτο μὲν ὅπως λέγεται ἐροῦμεν ὅταν καὶ αὐτὸς προηγουμένως περὶ τούτου λέγῃ. τὰ μὲν οὖν εἰσιν ὡς τὸ σιμὸν τὰ δ’ ὡς τὸ κοῖλον. διαφέρει δὲ τὸ σιμὸν καὶ τὸ κοῖλον ὅτι τοῦ μὲν σιμοῦ τὸ ὑποκείμενον ὡρισμένον ἐστίν, ἡ ῥὶς (ἄνευ γὰρ ῥινὸς τὸ σιμὸν οὐκ ἔστι· σιμὸν γὰρ λέγοντες ῥῖνά φαμεν κοίλην), ἡ δὲ κοιλότης οὐχ ὡρισμένον ἔχει τὸ ὑποκείμενον, ἀλλ’ ἔστι καὶ ἐν αἰσθητῇ καὶ φυσικῇ ὕλῃ, ἔστι δὲ καὶ χωρὶς ὕλης αἰσθητῆς. καὶ ἐν μὲν αἰσθητῇ ὕλῃ ὅτι ἔστι δῆλον· ἔστι γὰρ καὶ γῆ κοίλη καὶ σίδηρος καὶ ξύλον καὶ ἄλλα πολλά. ἀλλὰ καὶ ἐν μὴ αἰσθητῇ ἐστι· δυνάμεθα γὰρ νοεῖν κοῖλον μήτε ἐν σιδήρῳ ὂν μήτε ἐν ξύλῳ μήτε ἔν τινι τῶν ὄντων καὶ αἰσθητῶν· σιμὸν δὲ ἄνευ ὑποκειμένου οὐ δύναταί τις νοεῖν. εἰπὼν οὖν ὅτι τῶν ὁριζομένων τὰ μέν ἐστιν ὡς τὸ σιμὸν τὰ δὲ ὡς τὸ κοῖλον ἐπάγει εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, τουτέστιν ὥσπερ ἐκεῖνο, οὕτως καὶ ταῦτα ἄνευ ὑποκειμένου καὶ ὕλης οὐ δύναται νοεῖσθαι (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οὐδενὸς γὰρ ἄνευ κινήσεως αὐτῶν ὁ λόγος, κίνησιν εἰπὼν τὴν ὕλην),3 δῆλον ὅτι ἐν τοῖς φυσικοῖς τὸ τί ἐστι καὶ τὸ ὁρίζεσθαι μετὰ τῆς ὕλης δεῖ ζητεῖν. τοσοῦτον δὲ χρεία τῷ φυσικῷ τῆς ὕλης εἰς τὸ ὁρίζεσθαι, ὥστε καὶ τὰς ἀλόγους ψυχὰς θεωρεῖ καὶ ὁρίζεται ὁ φυσικὸς διὰ τὸ μὴ ἄνευ ὕλης εἶναι, μηδὲ χωριστοὺς τοῦ ὑποκειμένου αὐταῖς· εἰ δὲ καὶ τὰς λογικὰς θεωρεῖ, ἐν τῇ Περὶ ψυχῆς ἡ αἰτία ἡμῖν εἴρηται. εἰπὼν δὴ ἀνωτέρω εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, τίνα ἐστὶν ὁμοίως τῷ σιμῷ λεγόμενα φυσικὰ σαφῶς κατέλεξεν, οἷον ῥίς, ὀφθαλμὸς καὶ τὰ λοιπά.

因此,在表明了自然科学是某种理论科学之后,他得出结论并说道:因此,如果一切思维要么是实践的、要么是制作的、要么是理论的,那么自然科学——如果(因为这一点必须补充理解)它既非实践的亦非制作的——便应当是某种理论科学,但是关于自然事物的理论科学;因为他通过“关于能够被运动的这样一种存在”这一表述阐明了这一点。并且,正如在《物理学》中所言,质料也是实体,尤其是形式更是实体,在说了它是关于能够被运动的这样一种存在的理论科学之后,他又补充道“并且大体上是关于合乎定义的实体”,这等于是说:自然科学虽然也关于质料性实体,但程度较轻,而更多地且大体上是关于合乎定义的实体即形式。但在说了“大体上是关于合乎定义的实体”并加上“并非仅仅可分离的”之后,他似乎在说它关于不仅可分离而且不可分离的形式。然而他并不是说它既关于可分离的又关于不可分离的,而是用“并非仅仅可分离的”代替了“仅仅不可分离的”;也就是说,仅仅关于不可分离且无法与质料相分离的实体。在说了这些之后,他补充道:“但其所是其所是以及定义是怎样的,绝不可被忽视”,也就是说,绝不可忽视在自然事物中应当如何探究其所是及定义,即在定义自然事物时是否也必须将作为被定义者之基质的质料包含在定义之内。因为如果我们在探寻其所是其所是以及定义时,不知道应当连同质料一起定义还是脱离质料定义,那便等同于一事无成。于是,在说明了脱离这一点去探寻便是一事无成之后,他作出了区分,表明定义任何自然事物的人必然要把质料也纳入定义之中,且脱离质料是不可能进行定义的。而所有这些,他都预先构筑与准备,以便由此表明:自然形式不可能像那些主张理念的人所说的那样脱离质料而自身独立存在。他进行区分并说道:“而在被定义的事物及其所是中”——也就是说,在被定义的事物以及我们给出其所是的事物中——“有些就像塌鼻子一样”;因为正如不可能不将作为质料基质的鼻子纳入考虑而定义塌鼻子,同样,不借助质料也不可能定义自然形式,而正如他在本书之后的那一卷中所将要指出的,他把属以及在最后种差之前的诸种差称为质料。然而这是如何说的,我们将在他本人主要论述此点时再予以说明。因此,有些事物就像塌鼻子一样,有些事物则像凹形一样。塌鼻子与凹形的不同之处在于:塌鼻子的基质是确定的,即鼻子(因为脱离了鼻子,塌鼻子就不存在;因为当我们说塌鼻子时,我们指的是凹形的鼻子),而凹性并没有确定的基质,它既存在于可感且自然的质料中,也脱离可感质料而存在。它存在于可感质料中是显而易见的;因为既有凹陷的泥土,也有铁、木头以及许多其他事物。但它也存在于非可感的质料中;因为我们能够构想既不在铁中也不在木中、亦不在任何实际存在的、可感的事物之中的凹形;然而脱离了基质,谁也无法构想塌鼻子。因此,在说明了被定义的事物中有些如塌鼻子、有些如凹形之后,他补充道:“因此,如果一切自然事物都与塌鼻子类似地被言说”,也就是说,正如塌鼻子那样,这些事物脱离基质和质料也不能被构想(因为他通过“因为它们之中没有一个的定义是脱离运动的”这一表述阐明了这一点,他在此把质料称为运动),显而易见,在自然事物中必须连同质料一起来探寻其所是和进行定义。质料对于自然学者在进行定义时的需要是如此之大,以至于自然学者甚至因为非理性的灵魂并非脱离质料存在,亦非与其基质相分离,而考察并定义它们;但如果他也考察理性的灵魂,我们在《论灵魂》中已经说明了其原因。在上面说了“因此,如果一切自然事物都与塌鼻子类似地被言说”之后,他清楚地列举了哪些是与塌鼻子类似地被言说的自然事物,诸如鼻子、眼睛以及其余的事物。

语法注3 条
  1. 6.2τὸ οὐ χωριστὸν μόνον ἀντὶ τοῦ μόνον οὐ χωριστὸν εἶπεν

    关于亚里士多德原文(1025b28)中 οὐ χωριστὴν μόνον(“并非仅仅可分离的”)的词序,亚历山大在句法上解释道:这并非指“不仅可分离而且不可分离”,而是否定词 οὐ 发生倒置,用来代替 μόνον οὐ χωριστόν(“仅仅不可分离”,即纯粹不能脱离质料)。

  2. 6.2μηδέν ἐστι ποιεῖν

    成语性短语 οὐδὲν / μηδὲν ποιεῖν(“一事无成”、“徒劳无功”)与无人称动词 ἐστί 及不定式 ποιεῖν 连用,无明确主语,意为“[这样做]等同于一事无成”。紧随其后的 οὐδὲν ποιεῖν ἐστι 亦同此构文。

  3. 6.2κίνησιν εἰπὼν τὴν ὕλην

    此处为双重宾格构文,分词 εἰπών 接述语宾格 κίνησιν(指亚里士多德文中的 ἄνευ κινήσεως)与宾语 τὴν ὕλην,意为“把质料称为运动”或“以运动指代质料”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:444.1-445.16