← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§442.25-443.38

作为理论科学的自然学与天体的静止

亚历山大围绕亚里士多德《形而上学》1025b18展开注解,阐明自然科学属于理论科学的三段论证明,化解了关于天体运动与静止的疑难,并结合制作科学与实践科学的区分探讨了对原文“制作的事物”作被动义理解的文本阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2#1

" Ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι τοῦ ὄντος." Πρόκειται αὐτῷ δεῖξαι ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστιν ἀλλ’ οὐ πρακτική, καὶ ὅτι περὶ τοιοῦτον ὂν ἀναστρέφεται ἔχον ἀρχὴν κινήσεως καὶ ἠρεμίας ἐν ἑαυτῷ, τοῦτο δέ ἐστι τὸ φυσικὸν σῶμα. ἀλλ’ εἰ περὶ σῶμα ἔχον ἀρχὴν κινήσεως καὶ ἠρεμίας καταγίνεται, τὸ δὲ κυκλοφορικὸν ἅπαν καὶ οὐράνιον σῶμα ἀρχὴν τοῦ κινεῖσθαι ἔχει τοῦ δ’ ἠρεμεῖν ἀρχὴν οὐκ ἔχει, τὸ οὐράνιον οὐκ ἔστι σῶμα φυσικόν. ἢ καὶ αὐτὸ τοῦ ἠρεμεῖν ἔχει ἀρχήν. αὐτὸ γὰρ τὸ ἀεὶ περὶ τὸ αὐτὸ περιστρέφεσθαι καὶ μὴ ἀμείβειν τόπον ἠρεμεῖν ἐστι, καὶ κινεῖται ἀκινήτως καὶ ἠρεμεῖ θαυμαστῶς κινούμενον. ἀναγκαίως δὲ τὴν τοῦ ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστι δεῖξιν ποιεῖται· διὰ γὰρ τοῦ δεῖξαι ὅτι θεωρητική τις τυγχάνει οὖσα δείκνυσιν ὅτι τῆς ὕλης καὶ μᾶλλον τὸ εἶδος1 ἐπισκέπτεται, τὸ δὲ εἶδός ἐστι τὸ τί ἦν εἶναι ἑκάστῳ. εἰ δὲ μᾶλλον τὸ τί ἦν εἶναι ἑκάστου θεωρεῖ, δεῖ μὴ λανθάνειν τὸ τί ποτέ ἐστι τὸ τί ἦν εἶναι, ὃ καὶ πρόκειται ζητηθῆναι. ἀλλὰ καὶ ἡ τοῦ τί ἦν εἶναι ζήτησις ἀναγκαίως ἀναφαίνεται. ἐπειδὴ γὰρ ἡ παροῦσα ἐπιστήμη τὸ ὂν ᾗ ὂν ζητεῖ καὶ τὰς τούτου ἀρχάς, τὸ δὲ τὸ ὂν ᾗ ὂν γιγνώσκειν ἐστὶ τὸ δύνασθαι παντὸς τὸ τί ἦν εἶναι δῆλον ποιεῖν, φανερὸν ὅτι καὶ ἡ τούτου ζήτησις ἀναγκαία ἐστί. δείκνυσι δὲ ὅτι ἡ φυσικὴ θεωρητική ἐστι δυνάμει συλλογιζόμενος ὧδε· ἡ φυσικὴ ἐπιστήμη ἐστί, πᾶσα ἐπιστήμη ἢ θεωρητικὴ ἢ πρακτικὴ ἢ ποιητική ἐστιν· καὶ ἡ φυσικὴ [ἔσται] ἐπιστήμη ἢ θεωρητικὴ ἢ πρακτικὴ ἢ ποιητικὴ ἔσται· ἀλλὰ μὴν οὔτε πρακτικὴ οὔτε ποιητική ἐστι· θεωρητικὴ ἄρα. καὶ ὅτι μὲν ἡ φυσικὴ ἐπιστήμη ἐστὶ καὶ ὅτι πᾶσα ἐπιστήμη ἢ πρακτικὴ ἢ θεωρητικὴ ἢ ποιητική ἐστιν, ὡς σαφὲς καὶ λίαν ἐναργὲς παρείασε καὶ οὐκ ἀποδείκνυσι· τὴν δὲ πρόσληψιν τὴν ‘ἀλλὰ μὴν οὔτε πρακτικὴ οὔτε ποιητική’ δείκνυσιν ὧδε. σημειωτέον δὲ ὅτι κοινότερον καὶ τὰς τέχνας ἐπιστήμας λέγει. δείκνυσιν οὖν τὴν πρόσληψιν ὧδε. τῶν πρακτῶν καὶ ποιουμένων αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῆς κινήσεως καὶ τῆς ἠρεμίας οὐκ εἰσὶν ἐν αὐτοῖς. τῶν φυσικῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ἐν αὐτοῖς εἰσι· τὰ φυσικὰ ἄρα οὔτε πρακτά εἰσιν οὔτε ποιητά. καὶ ἡ περὶ τὰ φυσικὰ ἄρα ἐπιστήμη οὔτε πρακτική ἐστιν οὔτε ποιητική. καὶ ἡ μὲν συναγωγὴ τοῦ λόγου καὶ ἡ ἔφοδος τοιαύτη τις ἂν εἴη. αὐτὸς δὲ εἰπὼν τῶν μὲν γὰρ ποιητικῶν ἐν τῷ ποιοῦντι ἡ ἀρχὴ ἐπήγαγεν ἢ νοῦς ἢ τέχνη ἢ δύναμίς τις· τὰ γὰρ ποιοῦντα ἢ νοῒ ἢ τέχνῃ ἢ τῇ ἀπὸ τοῦ νοὸς καὶ τῆς τέχνης δυνάμει τὸ ποιούμενον ποιεῖ. μήποτε δὲ τοῦ τῶν μὲν γὰρ ποιητικῶν οὐκ ἐνεργητικῶς δεῖ ἀκούειν,2 ἵνα ἐπὶ τῶν αἰτίων ἐξακούηται, ἀλλὰ παθητικῶς, ἵν’ ᾖ τῶν μὲν γὰρ ποιητικῶν ἀντὶ τοῦ τῶν ποιουμένων. καὶ ὅτι τοῦτο ἀρχὴν οὕτως αὐτῷ εἴληπται, τεκμαίρομαι ἐκ τοῦ ἐπαγομένου τοῦ τῶν δὲ πρακτῶν ἐν τῷ πράττοντι ἡ προαίρεσις, καὶ εἴπερ οὕτως ἀκούειν αὐτοῦ χρή, σαφὲς ἂν εἴη τὸ λεγόμενον καὶ μάτην τὸ ἐν τῷ ποιοῦντι ἀντὶ τοῦ ἐν αὐτοῖς ἐξελάβομεν. δεῖ οὖν, εἴ τι χρὴ τῇ ἐμῇ μαντείᾳ προσέχειν, οὕτως ἀκούειν τοῦ ῥητοῦ. ὥσπερ γὰρ ἡ ἀρχὴ τῶν ποιουμένων, εἴτε νοῦς ἐστιν εἴτε τέχνη εἴτε δύναμίς τις, ἐν τῷ ποιοῦντί ἐστιν ἀλλ’ οὐκ ἐν τοῖς ποιουμένοις, οὕτως καὶ τῶν πρακτῶν ἀρχὴ οὕτως ἡ προαίρεσις οὐκ ἐν τῷ πρακτῷ ἀλλὰ ἐν τῷ πράττοντι. εἰ γὰρ ταὐτὸν τὸ πρακτὸν καὶ τὸ προαιρετόν, οὐκ ἔστι δὲ ἐν τῷ προαιρετῷ ἡ προαίρεσις, δῆλον ὡς οὐδ’ ἐν τῷ πρακτῷ. ἔστι δὲ ποιητικὴ μὲν ἐπιστήμη, ὡς ἐν τοῖς Νικομαχείοις ἐπιγραφομένοις ἠθικοῖς εἴρηκε πλατύτερον, ἧς τὸ ἔργον καὶ μετὰ τὴν ἐνέργειαν μένει, ὡς ἡ οἰκοδομική (μετὰ γὰρ τὴν οἰκοδόμησιν ἔστι τὸ ἔργον αὐτῆς ἡ οἰκία), πρακτικὴ δὲ ἡ ὀρχηστική· οὐδὲν γὰρ μετὰ τὴν ὄρχησιν λείπεται.

“然而,既然自然科学也恰好是关于存在的某个属的,”他的主旨在于表明自然科学是某种理论科学而非实践科学,并且它是围绕自身具有运动与静止本原的这样一种存在而展开的,这也就是自然物体。但是,如果它是致力于具有运动与静止本原的物体,而一切作圆周运动的属天的天体虽然具有运动的本原,却没有静止的本原,那么天体就不是自然物体了。抑或天体自身也具有静止的本原;因为始终围绕同一位置旋转而不改变位置本身就是静止,它不动地运动着,并在运动中奇妙地静止着。他必然地作出自然科学是某种理论科学的证明;因为通过表明它恰好是某种理论科学,他表明它比质料更探讨形式,而形式就是对于每一事物而言的其所是其所是。而如果它更多地观照每一事物的其所是其所是,那么其所是其所是究竟是什么——这也是被提出有待探究的——就绝不能被忽视。然而对其所是其所是的探究也必然显现出来;因为既然当下的科学探究作为存在的存在及其本原,而认识作为存在的存在乃是能够阐明一切事物的其所是其所是,显而易见对此的探究也是必然的。他通过潜在地作出如下三段论来证明自然科学是理论性的:“自然科学是一门科学;一切科学要么是理论的,要么是实践的,要么是制作的;作为科学的自然科学也或者是理论的,或者是实践的,或者是制作的;然而它既不是实践的也不是制作的;所以它是理论的。”至于自然科学是一门科学,以及一切科学要么是实践的,要么是理论的,要么是制作的,他视之为明晰且极为显然的事实而予以略过,并未加以论证;但他对附加前提即“然而它既不是实践的也不是制作的”作了如下证明。需要指出的是,他更广泛地将技术也称为科学。于是他如此证明这一附加前提:“在所实践的事物和所制作的事物中,运动与静止的本原和原因不在它们自身之中;在自然事物中,本原和原因在它们自身之中;因此自然事物既不是所实践的事物也不是所制作的事物;因此关于自然事物的科学也既不是实践的也不是制作的。”而论证的归纳与进路大概就是这样。但他自己说了“因为在制作的事物中本原在制造者之中”之后,又补充道“要么是理智,要么是技术,要么是某种能力”;因为制造者要么凭借理智,要么凭借技术,要么凭借源于理智和技术的能力来制作所制作的事物。然而也许对于“因为在制作的事物中”,不应当作能动的理解以致将其理解为原因,而应作被动的理解,使得“制作的事物”代替“所制作的事物”。至于他一开始就是这样设定的,我是从接下来补充的“而在所实践的事物中选择在实行者之中”推测出来的;如果确实应当这样理解他,那么所说的话就是清楚的,而我们把“在制造者之中”理解为代替“在它们自身之中”就是徒劳的了。因此,如果应当采纳我的猜想,就必须这样理解这段话。因为正如所制作的事物的本原——无论是理智、技术还是某种能力——在制造者之中而不在所制作的事物之中,同样,所实践的事物的本原即选择,也是这样不在所实践的事物之中,而在实行者之中。因为如果所实践的事物与所选择的事物是同一的,而选择不在所选择的事物之中,显而易见它也不在所实践的事物之中。而制作的科学,正如他在题为《尼各马可伦理学》的著作中所更详尽说明的,是其产品在现实活动之后依然存留的科学,例如建筑术(因为在建造之后,其产品即房屋依然存在);而舞蹈术则是实践的科学,因为在跳舞之后没有任何东西存留下来。

语法注2 条
  1. 6.2τῆς ὕλης καὶ μᾶλλον τὸ εἶδος

    τῆς ὕλης 是比较属格,受副词 μᾶλλον(更为、更)支配,意为“比质料更……”。连词 καί 在此起强调作用,表示程度的加强(“甚至比质料更……”)。

  2. 6.2μήποτε δὲ τοῦ τῶν μὲν γὰρ ποιητικῶν οὐκ ἐνεργητικῶς δεῖ ἀκούειν

    μήποτε 配合直陈式动词,引导一种委婉的推测或断言(“或许应当……”)。中性单数属格定冠词 τοῦ 将其后引用的短语 τῶν μὲν γὰρ ποιητικῶν 整体实词化,充当动词 ἀκούειν(此处意为“理解、解释”)的属格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:442.25-443.38