← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§441.27-442.24

具体学科中属性的论证与原理的假定

亚历山大阐述了各门具体学科如何从自身固有原理出发来论证本质属性,指出源于感知的归纳并非真正的论证。他进而论述了证明对象的存在与证明其本质定义不可分割,而具体学科对此二者皆不作论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#2

καὶ τὰ λοιπὰ δὲ διὰ τούτων οὕτως ἀποδεικνύουσι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ γένει καὶ τῷ ὑποκειμένῳ περὶ ὃ εἰσιν· ἀριθμητικὴ μὲν γὰρ τὰ τῶν ἀριθμῶν πάθη περὶ οὕς ἐστι, γεωμετρία δὲ τὰ τῶν μεγεθῶν, καὶ ὅλως τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς μεγέθεσι πάθη. ὁμοίως δὲ ταύταις καὶ ἡ ἰατρικὴ τὰ οἰκεῖα. διὰ δὴ τούτων ἑκάστη τὰ οἰκεῖα δείκνυσιν ἢ ἀναγκαιότερον ἢ μαλακώτερον. ὧν μὲν γὰρ αἱ ἀρχαὶ ἀκριβέστεραι, καὶ αἱ ἀποδείξεις ἀναγκαιότεραι, ὡς αἱ τῆς γεωμετρίας· ὧν δὲ αἱ ἀρχαὶ τὴν ἀκρίβειαν ἐκπεφεύγασι, τούτων καὶ αἱ ἀποδείξεις μαλακώτεραι, ὡς αἱ τῆς ἀστρονομίας καὶ τῆς ἰατρικῆς. οὕτω μὲν οὖν τὸ τί ἐστι καὶ τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν τῶν οἰκείων ἑκάστη ἀρχῶν δῆλον ποιήσασα ἢ τῇ αἰσθήσει ἢ ὑπόθεσιν λαβοῦσα δείκνυσι τὰ ὑπ’ αὐτήν. ἀλλ’ ἡ ἐκ τῆς αἰσθήσεως καὶ τῆς ἐπαγωγῆς πίστις οὐκ ἔστιν ἀπόδειξις, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται· πρὸς πᾶσαν γὰρ ἐπαγωγὴν δύναταί τις ἐνίστασθαι καὶ μὴ ἐᾶν τὸ καθόλου συμπεραίνειν· διόπερ φανερὸν ὅτι ἀπόδειξις οὐσίας καὶ τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ οὐκ ἔστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς, ἀλλ’ ἔστιν ἄλλος τις τρόπος, ὃν ἐν τῷ μετὰ τοῦτο βιβλίῳ παραδώσει. οὐ μόνον δὲ τὸ τί ἐστι τοῦ πυρὸς ἡ ἰατρική (φέρε γὰρ ἐπὶ ταύτης τὸν λόγον ποιήσωμεν) οὐκ ἀποδείκνυσιν, ἀλλ’ οὐδ’ εἰ ἔστιν ἢ μὴ ἔστιν ἄνθρωπος περὶ ὃν πραγματεύεται οὐδὲν λέγει. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ οὐκ ἄλλως ἦν δυνατὸν δειχθῆναι ὅτι ἔστιν ἄνθρωπος, εἰ μὴ ἐδείχθη ὅτι ἔστι ζῷον πεζὸν δίπουν, ἀδύνατον δὲ τοῦτο δειχθῆναι (τοῦ γὰρ ὁρισμοῦ ἀπόδειξις μὲν οὐκ ἔστι, δι’ ἀποδείξεως δὲ δηλοῦται, ὡς αὐτὸς αὐτοῖς ῥήμασιν ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηκεν), φανερὸν ὅτι οὐδ’ ὡς ἔστιν ἄνθρωπος δειχθήσεται. ἐπεὶ δέ, ὡς εἴρηται, τῆς αὐτῆς ἔστι διανοίας1 τὸ τί ἐστι δῆλον ποιεῖν καὶ τὸ εἰ ἔστι, τὸ δὲ τί ἐστι δῆλον οὐ ποιεῖ οὐδ’ ἀποδείκνυσιν, δῆλον ὡς οὐδὲ τὸ εἰ ἔστιν ἀποδείξει. ὅτι δὲ ἐξ ἀνάγκης τῇ τοῦ εἰ ἔστι δείξει ἕπεται καὶ τὸ τί ἐστι δεικνύναι, καὶ ἀδύνατόν ἐστι τὸν τὸ εἰ ἔστι δεικνύντα μὴ καὶ τὸ τί ἐστι δεικνύναι, δῆλον. εἰ γάρ τις ὅτι ἔστιν ἄνθρωπος ἡμῖν παρακελεύεται δεῖξαι, εἰ λέγοιμεν πρὸς αὐτόν, ἆρά γε εἴ τις δείξειεν ὡς ἔστι ζῷον, δώσεις ὅτι ἔστι καὶ ἄνθρωπος, φανερόν ἐστιν ὅτι οὐ συμφήσει· ἐρεῖ γὰρ προχείρως ὅτι καὶ ὁ ἵππος ζῷόν ἐστι· πῶς δὴ ἐκ τοῦ ὅτι ζῷον ἔστι δεῖξαι2 δειχθήσεται ὅτι ἔστιν ἄνθρωπος; εἰ δὲ λέγοιμεν ‘τί δέ, εἴπερ δειχθείη ὡς ἔστι ζῷον πεζὸν δίπουν, ὁμολογήσεις ὅτι ἔστιν ἄνθρωπος;’ φανερόν ἐστιν ὡς δώσει τοῦτο καὶ ὁμολογήσει. εἰ δὲ τοῦτο, καλῶς ἄρα ἐλέγετο ὅτι τῷ εἰ ἔστιν ἄνθρωπος δεικνύναι μέλλοντι3 ἕπεται τὸ καὶ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν αὐτοῦ δεικνύναι.

其余学科也是通过这些,同样证明自身所围绕的属和底层基质的自身属性;因为算术证明它所围绕的数的属性,几何学证明量度的属性,一般而言证明自身属于量度的属性。与这些学科类似,医学也证明自身的固有对象。因此,正是通过这些,各门学科或以更高的必然性,或以更宽松的方式证明自身的固有对象。因为凡是原理更为精确的学科,其证明也更具有必然性,如几何学的证明;而凡是原理脱离了精确性的学科,其证明也就更宽松,如天文学和医学的证明。由此,各门学科在通过感觉或者通过设立假设使自身固有原理的何为其所是、本质以及定义明晰之后,便证明从属于它的事物。然而,源于感觉和归纳的确信并不是论证,这在《分析论》中已被证明;因为对于任何归纳,人们都可以提出反驳,而不允许得出全称结论;因此显而易见,对于本质、何为其所是以及定义,并不能从这种归纳中得到论证,而是存在某种别的方法,他将在本卷之后的下一卷中传授这种方法。不仅医学(姑且让我们用它来作说明)不曾论证火是什么,甚至对于它所探讨的人存在与否,也未作任何说明。这完全是合理的;因为既然除了表明存在有两足陆生动物之外,不可能通过别的方式表明人存在,而要表明这一点又是不可能的(因为定义并没有论证,而是通过论证显明出来的,正如他在《后分析篇》第二卷中用原话所说的那样),那么显而易见,就连人存在也不会被证明。而且,正如所说,阐明何为其所是与阐明是否存在属于同一种思维活动,而既然它并未阐明也未论证何为其所是,显而易见它也不会论证是否存在。至于在证明是否存在时必然伴随着指出何为其所是,并且证明是否存在的人不可能不同时指出何为其所是,这也是显而易见的。因为如果有人吩咐我们证明人存在,如果我们对他说:“那么,如果有人表明存在有动物,你会承认人也存在吗?”显然他是不会同意的;因为他立刻就会说,马也是动物;那么,究竟如何能从表明存在有动物中证明人存在呢?但如果我们说:“那么,如果表明存在有两足陆生动物,你会同意人存在吗?”显然他会承认并赞同这一点。如果确实如此,那么先前所说“对于打算证明人是否存在的人而言,必然伴随着同时指出其何为其所是及其定义”就是完全正确的。

语法注3 条
  1. 6.1τῆς αὐτῆς ἔστι διανοίας

    属格 τῆς αὐτῆς διανοίας 是表所属的表语属格(“属于同一种思维活动/理解力”)。其主语是随后的带冠词不定词短语 τὸ τί ἐστι δῆλον ποιεῖν καὶ τὸ εἰ ἔστι(“阐明何为其所是以及是否存在”)。

  2. 6.1ἐκ τοῦ ὅτι ζῷον ἔστι δεῖξαι

    介词短语 ἐκ τοῦ δεῖξαι(“通过表明”)中的冠词 τοῦ 与动词不定词 δεῖξαι 之间插入了宾语从句 ὅτι ζῷον ἔστι(“存在动物”),构成了倒置(hyperbaton)。其语意结构相当于 ἐκ τοῦ δεῖξαι ὅτι ζῷον ἔστι。

  3. 6.1τῷ εἰ ἔστιν ἄνθρωπος δεικνύναι μέλλοντι

    与格分词短语,作动词 ἕπεται(“伴随”)的补足成分。现在分词 μέλλοντι 支配不定词 δεικνύναι,而后者又以间接疑问从句 εἰ ἔστιν ἄνθρωπος(“人是否存在”)作直接宾语,意为“对于打算证明人是否存在的人而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:441.27-442.24