← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§440.3-441.27

具体学科的局限与第一哲学的对象

在第E卷卷首(1025b3),亚里士多德重申了第一哲学(研究作为存在的存在的学问)的主题;亚历山大进而解释道,各门具体学科(如医学、数学、自然科学)仅截取存在的特定局部并依感觉或假设预设其本质,唯有第一哲学普遍地探究存在本身、定义与本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.0

Πολλάκις τὴν προκειμένην ἐπιστήμην τὸ ὂν ᾗ ὂν εἰδέναι ἀποφηνάμενος (αἱ γὰρ ἄλλαι μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι περὶ ἐκεῖνο πραγματεύονται, οὐχὶ τὴν φύσιν ἐκείνου ζητοῦσαι, οὐδὲ θεωροῦσαι αὐτὸ ὡς ὄν, ἀλλ’ ὃ συνέβη αὐτῷ· ἡ γὰρ ἀστρονομία οὐ τὴν φύσιν τῶν ἀστέρων ζητεῖ καὶ θεωρεῖ, ἀλλὰ κινήσεις αὐτῶν καὶ προποδισμοὺς καὶ ἀναποδισμούς) — πολλαχοῦ δή, ὡς εἴρηται, τὴν προκειμένην ἐπιστήμην τὸ ὂν ᾗ ὂν γιγνώσκειν εἰπών, ἐξ ὧν ἐν τῷ παρόντι βιβλίῳ σκιωδῶς ἐμφαίνει καὶ ἐν τῷ μετὰ τοῦτο ἐμφανέστερον καὶ ἐν τοῖς ἐφεξῆς λαμπρότερον, ἐκείνην λέγει τὴν ἐπιστήμην εἰδέναι τὸ ὂν ᾗ ὂν τὴν ἑκάστου ὁρισμὸν εἰδυῖαν1 καὶ ὅπως ἕκαστον ὁρίζεσθαι προσήκει διορίζουσαν, εἴτε νοητὸν εἴτε ἄλλο τι, καὶ τίνων μέν εἰσιν ὁρισμοὶ τίνων δὲ οὔκ εἰσιν. εἰ δὲ ἡ προκειμένη πραγματεία τοιαύτη τις ἀναφανείη, αὕτη ἂν εἴη ἡ τὸ ὂν ᾗ ὂν γινώσκουσα. καὶ εἴπερ ἔστιν ὁποίαν αὐτήν φαμεν εἶναι, εἴτε μή, ἐν τοῖς ἑξῆς ἅπασι βιβλίοις εἰσόμεθα. ἐπὶ δὲ τὴν τῶν λεγομένων ἐξήγησιν ἰτέον.

在屡次表明摆在面前的学科是关于作为存在的存在的知识之后(因为其他学科截取存在的一个部分并围绕它进行探讨,既不寻求那一局部的本性,也不将其作为存在来观照,而是观照其所偶得的属性;因为天文学并不寻求和观照星辰的本性,而是观照它们的运动、顺行和逆行)——正如所说,在多处陈述了摆在面前的学科认识作为存在的存在之后,根据他在本卷中所勾勒出的线索、在下一卷中更清晰、在随后的各卷中更光辉地展示的内容,他说,正是那门知晓每一事物的定义、并规定每一事物应当如何被定义(无论是可知之物还是其他事物)、以及哪些事物有定义而哪些事物没有定义的学科,才是知晓作为存在的存在的学科。如果摆在面前的这篇论文显明是如此性质的,那么它就是认识作为存在的存在的那门学科。至于它是否确实如我们所言的那样,我们在随后的所有卷册中都将明白。然而,我们必须进而对所说的话进行解释。

§6.1#1

"Αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται τῶν ὄντων.2" Ὑπομιμνήσκει πάλιν ἡμᾶς τῶν πολλάκις ῥηθέντων ὅτι τῇ προκειμένῃ πραγματείᾳ ζητεῖται τὰ αἴτια καὶ αἱ ἀρχαὶ τῶν ὄντων. ζητεῖται δὲ τὰ αἴτια τῶν ὄντων δηλαδὴ ᾗ ὄντα εἰσίν. ἀλλ’ ὅτι μὲν ἡ ἀρχὴ καθολικωτέρα ἐστὶ τοῦ αἰτίου καὶ διὰ τί καὶ πῶς καθολικωτέρα πολλάκις εἴρηται· ὅτι δὲ τὰ αἴτια τῶν ὄντων ᾗ ὄντα ἐστὶν ἡ προκειμένη πραγματεία σκοπεῖται, δείκνυσιν ἐκ τοῦ μηδεμίαν τῶν ἄλλων ἐπιστημῶν τοῦτο ποιεῖν, ἀλλὰ πάσας παραχωρεῖν τῇ προκειμένῃ τῆς τοιαύτης ζητήσεως, ὡς κυρίᾳ καὶ δεσποίνῃ αὐτῶν. ἔστι γάρ, φησίν, αἴτιον ὑγιείας καὶ εὐεξίας, ὑγιείας μὲν φέρε εἰπεῖν καθάρσεις καὶ φλεβοτομίαι, εὐεξίας δὲ εἰ τύχοι γυμνάσια· καὶ τῶν μαθηματικῶν εἰσιν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, καὶ ὅλως πᾶσα ἐπιστήμη διανοητικὴ ἢ πρακτική (ταύτην γὰρ ἐδήλωσε διὰ τοῦ ἢ μετέχουσά τι διανοίας· οὐ γὰρ ἄνευ διανοίας τὰ πρακτὰ πράττεται) περὶ αἰτίας καὶ ἀρχάς ἐστιν, ἢ ἀκριβεστέρας ἢ ἁπλουστέρας. ἀκριβέστεραι μὲν γὰρ αἱ ἀρχαὶ γεωμετρίας τῶν τῆς ἀστρονομίας ἀρχῶν, εἰ καὶ τὸ ὑποκείμενον αὐτῆς τοῦ τῆς γεωμετρίας τιμιώτερον, ὡς ἐν τῇ Περὶ ψυχῆς ἡμῖν εἴρηται. ἀκριβέστεραι μὲν οὖν αἱ τῆς γεωμετρίας, ὅτι ἐξ ὧν αἱ ἀποδείξεις αὐτῆς λίαν εἰσὶν ἀναντίρρητοι· πᾶσαι δέ, ὥσπερ λέγομεν, περὶ ἀρχὰς καὶ αἰτίας. ἀλλὰ πᾶσαι αὗται περὶ ὄν τι, ἀλλ’ οὐχὶ τοῦ ὄντος ᾗ ὄν, ἀλλὰ τί τοῦ ὄντος καὶ γένος τι καὶ ὑποκείμενον περιγραψάμεναί τε καὶ ἀποτεμόμεναι περὶ τὰς αἰτίας τούτου πραγματεύονται, ἀλλ’ οὐ περὶ τὰς τοῦ ὄντος ἁπλῶς, οὐδὲ τὸ ὂν ᾗ ὂν ζητοῦσιν· οὐδὲ τοῦ τί ἐστι καὶ τῆς οὐσίας οὐδένα λόγον ποιοῦνται, ἀλλ’ ἐκ τούτου αἱ μὲν αἰσθήσει ποιήσασαι αὐτὸ δῆλον,3 ὥσπερ ἡ ἰατρικὴ τὰ αἴτια τῶν συνθέτων σωμάτων καὶ τὰ στοιχεῖα τῇ αἰσθήσει πεποίηκε δῆλα. ὁρῶσα γὰρ εἰς τὰ τέτταρα ἁπλᾶ σώματα διαλυόμενα ἔγνω ὅτι ἐξ αὐτῶν συνίστανται. ἀλλὰ δὴ ὅτι καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ τὸ μὲν ψυχρὸν καὶ ὑγρόν, τὸ δὲ πῦρ ξηρὸν καὶ θερμόν, καὶ ταῦτα τῇ αἰσθήσει δῆλα ποιεῖται, οὐ τῷ λόγῳ. φυσικοῦ γάρ ἐστιν ἢ καὶ τοῦ ὑπὲρ ἐκεῖνον τὸ τῷ λόγῳ καὶ τῇ ἀποδείξει δείκνυσθαι τὸ πῦρ ξηρὸν καὶ θερμὸν ἢ τὴν γῆν ξηρὰν καὶ ψυχράν, τὸν δ’ ἀέρα θερμὸν καὶ ὑγρόν. ἀλλ’ ἡ μὲν ἰατρική, ὥσπερ εἴρηται, αἰσθήσει ταῦτα δῆλα ποιήσασα ἀποδείκνυσι τὰ ὑποβεβλημένα αὐτῇ. ἡ δὲ ἀριθμητικὴ οὔτε τῇ αἰσθήσει οὔτε τῷ λόγῳ δῆλον ποιεῖ τί ἐστι μονάς, ἀλλ’ ὑποτίθεται ὅτι μονάς ἐστιν οὐσία ἄθετος, καὶ ἡ γεωμετρία ὅτι τὸ σημεῖόν ἐστιν οὐσία θετὴ ἢ οὗ μέρος οὐθέν· καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα.

“存在者的诸原理与诸原因正被寻求。” 他再次提醒我们那屡次提及的事实:摆在面前的这篇论文正在寻求存在者的诸原因与诸原理。而存在者的诸原因之所以被寻求,显而易见是就它们是存在者而言的。但是,原理比原因更加普遍,以及为何且如何更加普遍,已经屡次说明了;而摆在面前的这篇论文所考察的是存在者就其为存在者而言的原因,他通过以下事实加以表明:其他任何学科都不做这件事,而是全都把这种探求让位给摆在面前的这门学科,视其为它们的首领和主宰。因为他说,存在着健康和体魄健壮的原因——例如,健康的原因是排毒与放血,而体魄健壮的原因倘若是体操锻炼;在数学对象中也存在着诸原理、诸原因和诸元素;一般而言,一切理智的或实践的学科(因为他通过“或在某种程度上分享理智”表明了后者;因为没有理智,实践之事就无法被践行)都围绕着诸原因与诸原理,不论是更为精确的还是更为单纯的。因为几何学的原理比天文学的原理更为精确,即使正如我们在《论灵魂》中所说的那样,后者的底层基质比几何学的更为尊贵。几何学的原理固然更为精确,是因为它赖以进行证明的前提是极无可辩驳的;但正如我们所说,所有学科都围绕着诸原理与诸原因。然而,所有这些学科都围绕着某种特定的存在,而不是围绕着作为存在的存在本身;相反,它们在划定并截取了存在的某一局部、某一属和底层基质之后,便致力于该局部的诸原因,而非致力于纯粹存在的诸原因,也不寻求作为存在的存在。它们也绝不就“何为其所是”和本质作任何说明;相反,以此为出发点,有些学科通过感觉使之明晰,正如医学通过感觉使复合身体的原因与元素变得明晰一样。因为看到它们分解为四种单纯身体,医学就知道了它们由这些身体构成。然而,关于火与水,一者是冷而湿的,而另一者火是干而热的,这些也都是通过感觉而非通过理性言论使其明晰的。因为通过理性言论和论证来表明火是干而热的,或者土是干而冷的,空气是热而湿的,乃属于自然哲学家、甚至是高于自然哲学家的学者的职责。但是正如所说,医学通过感觉使这些明晰之后,便论证从属于它的对象。相反,算术既不通过感觉也不通过理性言论来阐明什么是单位,而是假设单位是不具空间位置的实体;几何学则假设点是具空间位置的实体,或者是没有部分之物;并且与同一事物相等的事物彼此也相等。

语法注3 条
  1. 6.0ἐκείνην λέγει τὴν ἐπιστήμην εἰδέναι τὸ ὂν ᾗ ὂν τὴν ἑκάστου ὁρισμὸν εἰδυῖαν

    接续句首分词短语(Πολλάκις ... ἀποφηνάμενος 与 πολλαχοῦ δή ... εἰπών)的主句结构。主动词为 λέγει(主语为亚里士多德),统辖“带不定式的宾格”结构(ἐκείνην τὴν ἐπιστήμην εἰδέναι)。带冠词的分词短语 τὴν ἑκάστου ὁρισμὸν εἰδυῖαν 作为同位语限定不定式的主语 ἐκείνην τὴν ἐπιστήμην。

  2. 6.1Αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται τῶν ὄντων

    在引文(lemma)的构词中,尽管主语 Αἱ ἀρχαὶ καὶ τὰ αἴτια 为并列复数(阴性复数与中性复数),动词 ζητεῖται 却呈现单数形式。这是由于动词在数上顺应了邻近的中性复数主语 τὰ αἴτια(在雅典句法中中性复数主语常支配单数动词)。

  3. 6.1ἀλλ’ ἐκ τούτου αἱ μὲν αἰσθήσει ποιήσασαι αὐτὸ δῆλον

    对比结构 αἱ μέν ... ἡ δὲ ἀριθμητικὴ ... ὑποτίθεται 的前半部分。在出现与 αἱ μέν 一致的分词 ποιήσασαι 之后,句子被卷入下文的具体例证(ὥσπερ ἡ ἰατρικὴ ...)而形成句式破格(anacoluthon),最终在 ἀλλ’ ἡ μὲν ἰατρική ... ἀποδείκνυσι 中回收并补足了主动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:440.3-441.27