← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§437.29-439.13

偶性的判定标准与自身附随属性

针对亚里士多德《形而上学》卷五第三十章关于偶性的讨论,亚历山大阐明了判定第一种偶性(缺乏确定原因的偶然附随,如航行避风靠岸)的标准,并继而论述了第二种偶性(依自身属于事物但不在其本质定义中,如三角形内角和)及其在论证中的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#21

καὶ τὰ μὲν ἀπὸ τύχης οὕτω συμβεβηκότα. καὶ ὁ μουσικὸς δὲ ἂν λευκὸς ᾖ κατὰ συμβεβηκός ἐστιν· οὔτε γὰρ ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολὺ ἕπεται τῷ μουσικῷ τὸ εἶναι λευκόν. ἑξῆς δὲ καὶ πῶς κρινοῦμεν τὸ συμβεβηκὸς λέγει· ἐπεὶ γὰρ ἔστι τι ὑπάρχον, ἔστι καὶ ᾧ ὑπάρχει τὸ ὑπάρχον, καὶ ἔνιά γε τῶν ὑπαρχόντων ἢ ποῦ ὑπάρχει, οἷον ἐν μορίῳ τούτου ᾧ ὑπάρχει, ἢ ποτέ (οὐδὲ γὰρ κεκώλυται τῶν ὑπαρχόντων τινά τισι καὶ οὕτως ὑπάρχειν ὡς ἐν μέρει ὑπάρχειν, ἢ ποτὲ ἐν χρόνῳ τινὶ ὑπάρχειν), ποῦ δὲ καὶ ποτὲ καὶ τῶν ἐξ ἀνάγκης γινομένων τινά, ὡς ἀνατολαὶ τῶν ἄστρων καὶ δύσεις (ποῦ τε γάρ, ἐπεὶ κατὰ τοῦτο μὲν τὸ μέρος τοῦ κόσμου αἱ ἀνατολαὶ κατὰ τοῦτο δὲ αἱ δύσεις, καὶ ποτέ· οὐ γὰρ ἀεὶ τοῖς αὐτοῖς ἀνατολαὶ καὶ δύσεις, ἀλλ’ ἐν μέρει)· ὅ τι ἂν οὖν ὑπάρχῃ μέν τινι ἢ ἁπλῶς ἢ πῇ ἢ κατὰ χρόνον, οἷον νῦν, ἐνταῦθα, οἷον ἐν τούτῳ τῷ μέρει, μὴ διὰ προηγουμένην δέ τινα καὶ ὡρισμένην αἰτίαν· τούτου γὰρ δηλωτικὸν τὸ μὴ διότι τοδὶ ἦν ἢ νῦν ἢ ἐνταῦθα, δεικνὺς ὅτι οὐδὲ τὰ αἴτια τούτων ἀεὶ ὑπάρχοντα, ἀλλὰ ποτέ, οὐδὲ τὰ ἐν μορίῳ τινὶ ἁπλῶς συμβεβηκότα ἐστίν, ἀλλὰ τότε καὶ ταῦτα γίνεται συμβεβηκότα, ὅταν μὴ ὑπάρχῃ τὸ δι’ ὃ ὑπάρχει ὡρισμένον αἴτιον. οὐ γὰρ ἀπὸ τύχης ἐφλέγμηνεν ὁ δάκτυλος, εἰ εἴη αἰτία αὐτῷ τῆς φλεγμονῆς, οὐδὲ ἀπὸ τύχης ἡ ἐν τῷ θέρει θέρμη· αἴτια γὰρ αὐτῇ ἡ τοῦ ἡλίου πρόοδος. οὐδὲ δή, φησίν, αἴτιον ὡρισμένον ἐστὶ τοῦ συμβεβηκότος, ἀλλὰ τὸ τυχόν· τοῦτο δὲ ἀόριστον. δύναται τὸ οὐδὲ δὴ καὶ ἀντὶ τοῦ οὐδὲν εἰρηκέναι·1 ἤδη γὰρ εἶπεν ὅτι μή ἐστιν αἴτιον τοῦ συμβεβηκότος διὰ τοῦ ἀλλὰ μὴ διότι τοδὶ ἦν. οὕτως γὰρ συμβεβηκός τινι τὸ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἔπλει ὡς Αἰγίνῃ προσέξων. γέγονε μὲν δὴ ἢ ἔστι τὸ συμβεβηκός, ἀλλ’ οὐ καθ’ αὑτὸ γέγονεν οὐδὲ προηγουμένως, ἀλλὰ τῷ ἕτερον γενέσθαι τοῦτο συνέβη. τοῦ γὰρ πλεῖν προηγουμένως γεγονότος γέγονε τὸ ἐν Αἰγίνῃ γενέσθαι, οὐ τούτου χάριν πλέοντος· τοῦ γὰρ εἰς Αἴγιναν ἐλθεῖν ὁ χειμὼν αἴτιος κωλύσας ἐλθεῖν ἐκεῖ οὗ χάριν ἔπλει· οὐ καθ’ αὑτὸ οὖν γέγονεν οὐδὲ αὐτὸ ἦν τὸ γιγνόμενον, ἀλλ’ ἑτέρῳ γινομένῳ ἐπιγέγονε. τοῦ γὰρ τὸ γινόμενον μὴ γενέσθαι ὁ χειμὼν αἴτιος καὶ οὐ τὸ πλεῖν· ἄλλου γὰρ χάριν ἐγίνετο τοῦτο. εἰπὼν δὲ ταῦτα περὶ τοῦ συμβεβηκότος λέγει καὶ ἄλλο τι τοῦ συμβεβηκότος σημαινόμενον· ὅσα γὰρ ὑπάρχει μέν τισι καθ’ αὑτά, μὴ ἐν τῇ οὐσίᾳ δὲ αὐτῶν μηδὲ ἐν τῷ ὁρισμῷ ἐστι, καὶ αὐτὰ συμβεβηκότα ἐστί, περὶ ὧν καὶ αἱ ἀποδόσεις γίνονται. οὕτως ὑπάρχει τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· ἔστι μὲν γὰρ καθ’ αὑτὸ ὑπάρχον αὐτῷ, οὐ μὴν ἐν τῷ ὁριστικῷ λόγῳ αὐτοῦ τῷ τὴν οὐσίαν δηλοῦντι τοῦ τριγώνου περιέχεται, εἴ γε τριγώνου λόγος ἐστὶ σχῆμα τὸ ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. καὶ τὰ μὲν οὕτως συμβεβηκότα, φησίν, ἐνδέχεται ἀΐδια εἶναι, τῶν δὲ κατὰ τὸ πρῶτον σημαινόμενον οὐδέν. τὸ δὲ ἐνδέχεται εἶπεν ἤτοι ἐπεὶ μὴ περὶ τούτου νῦν προηγουμένως λέγων ἐποιεῖτο τὸν λόγον, ἐπεί γε δοκεῖ τὰ οὕτως ὑπάρχοντα ἀΐδια εἶναι· ἢ εἰ ἐνδέχεται τι ὅλον εἶδος ζῴων μὴ ἀΐδιον εἶναι, φέρε εἰπεῖν τοὺς τέττιγας, οὐδ’ ἄν τὰ τούτοις καθ’ αὑτὰ ὑπάρχοντα καὶ οὕτω συμβεβηκότα ἀΐδια εἴη. τῶν δὲ πρώτων εἰρημένων οὐδὲν οἷόν τε ἀΐδιον εἶναι· ὃ γὰρ μήτε ἐξ ἀνάγκης μήθ’ ὡς ἐπὶ τὸ πολὺ ἢ γίνεται ἢ ἔστι, πῶς ἂν ἀΐδιον εἴη; γράφεται δὲ καὶ ἔν τισι καὶ ταῦτα ἴδια αἴτια,2 καὶ εἴη ἂν ἡ γραφὴ αὕτη δηλοῦσα ὅτι πρὸς ἀπόδειξιν χρήσιμα τὰ οὕτως συμβεβηκότα· δι’ αὐτῶν γὰρ αἱ ἀποδείξεις. ταύτῃ δὲ τῇ γραφῇ εἴη ἂν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον τὸ λόγος δὲ τούτου ἐν ἑτέροις. περὶ γὰρ τῶν καθ’ αὑτὰ οὕτως ὑπαρχόντων καὶ τῶν αἰτίων ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς εἴρηκε· τίνα γὰρ αἴτια ἀποδείξεων, ἐν ἐκείνοις εἴρηται· οὐ γὰρ τὰ ὁπωσοῦν συμβεβηκότα, ἀλλὰ τὰ καθ’ αὑτὰ ἐν οἷς ἐστι καὶ οὕτω συμβεβηκότα. ἢ τὸ ὅσα ὑπάρχει ἑκάστῳ καθ’ αὑτὰ καὶ μὴ ἐν τῇ οὐσίᾳ ὄντα εἴρηκεν ὡς ἴσον τῷ ὅσα ὑπάρχει ἑκάστῳ κατὰ αἰτίαν τινὰ ὡρισμένην, μὴ μέντοι οὕτως ὡς εἶναι αὐτοῦ ἐν τῇ οὐσίᾳ.

而出于机缘的偶性就是如此。此外,如果精通音乐者是白的,这也是依偶性而成的;因为对于精通音乐者而言,是白的既非出于必然,也非多半如此相随。接着他也说明了我们将如何判定偶性;因为既然存在着某种属于之物,也就存在着该属于之物所属于的对象,并且属于之物中的某些或者是属于某处(例如属于其所属于之物的某个部分),或者是属于某时(因为绝不妨碍属于之物中的某些也以属于某个部分的方式属于某些事物,或者属于某时即属于某个时间);而“某处”和“某时”也见于某些出于必然发生的事物中,例如星辰的升起与沉落(关于“某处”,是因为在宇宙的这个部分有升起,在那个部分有沉落;关于“某时”,是因为对于相同的事物并不总是有升起和沉落,而是轮流如此);因此,无论什么事物,若是或者纯粹地、或者在某种程度上、或者依时间(例如现在)、或者在位置上(例如在这个部分)属于某物,但并不是出于某种在先且确定的原因——因为“并非由于它是这物,无论现在还是此处”这一表述就表明了这一点,它显示出这些事物的诸原因并不是永远属于而是有时属于,并且属于某个部分的事物并不纯粹是偶性,而是当其赖以属于的确切原因不存在时,这些事物在那时也成为偶性。因为指头若在其自身中有发炎的原因,它发炎就不是出于机缘;夏季的热也不是出于机缘,因为太阳的运行是它的原因。他又说:“偶性也绝没有任何确定的原因,而是随意的,并且这是不定的。”也可以把“也绝不 (οὐδὲ δή)”理解为是代替“没有任何 (οὐδέν)”而言的;因为他已经通过“但并非由于它是这物”说明了偶性没有原因。因为对于某人而言,来到埃吉纳就是这样的偶性,如果他不是为了在埃吉纳停靠这一目的而航行的话。偶性固然已经发生或存在,但它既非依自身发生,亦非出于在先意图发生,而是由于发生了另一件事,这件事才伴随发生。因为航行固然是出于在先意图发生的,身在埃吉纳却是在并非为了这一目的而航行时发生的;因为来到埃吉纳的原因乃是阻止他到达其所航向的目的地的风暴;因此这既非依自身发生,它自身也并非正在发生之事,而是附带发生于正在发生的另一件事之上。因为风暴是正在发生之事未能发生的原因,而不是航行本身;航行乃是为了别的事情而发生的。在谈论了关于偶性的这些之后,他又说明了偶性的另一种涵义;因为凡是依自身属于某些事物、但并不在其本质中也不在其定义中的事物,它们自身也是偶性,关于它们也进行证明。三内角之和等于两直角就是这样属于三角形的;因为这固然是依自身属于它的,但如果三角形的言论是被三条直线所围成的图形,它确实没有被包含在表明三角形本质的定义性言论之中。他说:“这样构成的偶性可以是永恒的,但按照第一种涵义的偶性则没有一个可以〔是永恒的〕。”他说“可以是”,或者是因为尽管以这种方式属于的事物看来是永恒的,但他现在并非以其为主要议题来构建论述;或者是因为,如果某一整个动物物种(例如蝉)可以不是永恒的,那么依自身属于它们且依此方式构成的偶性也就不会是永恒的。然而在首先述及的偶性中,没有任何一个是能够永恒的;因为既非出于必然也非多半如此而发生或存在的事物,怎能是永恒的呢?在某些抄本中也写有“这些也是固有的原因 (καὶ ταῦτα ἴδια αἴτια)”,而这一异文将表明依此方式构成的偶性对于论证是有用的;因为论证正是通过它们进行的。并且伴随这一异文的下文“关于此事的言论见于其他著作”也将是连贯顺畅的。因为关于如此依自身属于的事物以及原因,他在《后分析篇》中已经谈到;因为论证的原因是什么,已在那部著作中说明了;因为并非以任何方式构成的偶性是论证的原因,而是依自身属于的事物,其中也包含着此种偶性。抑或他将“凡依自身属于每一事物且不在此本质中的事物”,说成是等同于“凡按照某种确定的原因属于每一事物、但又不至于处于其本质之中的事物”。

语法注2 条
  1. 5.15οὐδὲ δή, φησίν, αἴτιον ὡρισμένον ἐστὶ τοῦ συμβεβηκότος, ἀλλὰ τὸ τυχόν· τοῦτο δὲ ἀόριστον. δύναται τὸ οὐδὲ δὴ καὶ ἀντὶ τοῦ οὐδὲν εἰρηκέναι

    δύναται 作非人称用法,后接宾格不定式结构,εἰρηκέναι 的逻辑主语为亚里士多德(“可以理解为他是用……来代替……”)。亚历山大在此提出了对亚里士多德原文中语气小词组合 οὐδὲ δή 的语源及用字分析,指出其可能相当于否定代词 οὐδέν。

  2. 5.15γράφεται δὲ καὶ ἔν τισι καὶ ταῦτα ἴδια αἴτια

    ἔν τισι 省略了 ἀντιγράφοις(“在某些抄本中”)。其后跟的带有 ἄν 的希求法结构 καὶ εἴη ἂν ἡ γραφὴ αὕτη δηλοῦσα... 解释了若采纳该异文时与亚里士多德论证理论的脉络吻合性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:437.29-439.13