- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:435.24-437.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德关于外来言论之真实转用、虚假之人的定义以及对柏拉图《小希庇亚篇》中谬误推论的反驳,随后借助挖坑发现宝藏的例子解释了第30章关于偶性的定义。
ἔστι δέ πως, φησί, καὶ ἀληθῶς χρῆσθαι κατά τινος ἀλλοτρίῳ λόγῳ, ὅταν τὸν πρώτως τινὸς καὶ προσεχῶς οἰκεῖον λόγον ἐπὶ τὰ δευτέρως καὶ ἀπ’ ἐκείνου τὸ εἶναι ἔχοντα μεταφέρωμεν, οἷον ἐπ’ ἀριθμοῦ πρώτως διπλάσιος ἀριθμός ἐστιν ὁ δύο· τὸ γοῦν διπλάσιον ὄνομα παρὰ τὰ δύο γέγονεν, ὃ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων διπλασίων λέγομεν, ὅτι ἐστὶ διπλάσια τάδε τῶνδε ὅτι ἔχει ὡς δύο πρὸς ἕν· διὸ καὶ κυρίως οὗτος διπλάσιος, λέγονται δὲ διπλάσιοι καὶ οἱ μετ’ αὐτὸν ἄρτιοι, οἷον ὁ τέσσαρα καὶ ὀκτὼ καὶ ἐφεξῆς, τῷ τῆς δυάδος κυρίῳ καὶ οἰκείῳ λόγῳ χρωμένων ἡμῶν κατὰ τούτων καὶ ἀληθευόντων.1 εἰ δὲ καὶ ψευδῶς ἔστι λέγειν τινὰ τῷ ἑτέρων λόγῳ καὶ ἀληθῶς, οὐκ ἂν ἑκάστου τῶν ὄντων εἷς εἴη λόγος, ᾧ λέγεται, οὐδ’ ἂν μοναχῶς εἴη περὶ ἑκάστου αὐτῶν λέγειν· προείρηται γὰρ ὅτι ἑκάστου λόγος ἔστι μὲν ὡς εἷς ἔστι δὲ ὡς πολλοί. εἴη δ’ ἂν καὶ τὸ ἐν τῇ διανοίᾳ ψεῦδος ὑπαγόμενον τῷ ἐν τῷ λόγῳ ψεύδει· λόγος γάρ τις καὶ ἡ διάνοια. Εἰπὼν πῶς μὲν ψευδῆ τὰ πράγματα πῶς δὲ οἱ λόγοι, καὶ ἄλλο σημαινόμενον ψεύδους παρατίθεται· λέγεται γὰρ ἄνθρωπος ψευδὴς κατ’ οὐδένα τρόπον τῶν προειρημένων τοῦ ψεύδους, ἀλλ’ ἢ εὐχερὴς πρὸς τὸ ψεύδεσθαι καὶ τούτου προαιρετικὸς καὶ χαίρων τῷ ψεύδεσθαι, διὰ τοῦτο καὶ μὴ δι’ ἄλλο τι, οἷον κέρδος ἢ μισθόν τινα· οὗτος γὰρ οὐκ ἔστι ψευδὴς οὐδὲ φιλοψευδής, ἀλλὰ φιλοκερδὴς ἢ εἴ τι τοιοῦτόν ἐστιν. ἔτι δὲ καὶ ἄλλους ἀναπείθων ψεύδεσθαι ψευδὴς λέγεται, οὐ τῷ ποιεῖν αὐτοὺς χαίρειν τῷ ψεύδεσθαι, ἀλλὰ τῷ πείθειν πιστεύειν ὡς ἀληθέσιν οἷς ψευδόμενος λέγει ὡς οὖσιν ἀληθέσιν. οὕτω δὲ ψευδεῖς ἄνθρωποι οἱ ἀναπείθοντες ἄλλους ψεύδεσθαι λέγονται, ὡς καὶ τὰ πράγματα ψευδῆ λέγονται, ὅσα φαντασίας ψευδεῖς ποιεῖ, ὥσπερ τὰ χολοβάφινα ψευδῆ λέγεται, ὅταν χρυσῶν φαντασίαν ποιῇ, καὶ οἱ φυλετικῶς φυσήσαντες αὑτούς, ὅταν εὐεκτούντων φαντασίαν ἀποτελῶσι, καὶ περὶ ὧν εἶπε πραγμάτων ψευδῶν τῷ ἀλλοίαν φαντασίαν ἢ οἷά ἐστιν ἐμποιεῖν, ὡς αἱ γραφαὶ εἶχον καὶ τὰ ἐνύπνια. εἰπὼν δὲ τίς ἐστιν ὁ ἄνθρωπος ὁ ψευδής, ὅτι ὁ χαίρων τῷ ψεύδεσθαι, τὸν ἐν τῷ Ἱππίᾳ Πλάτωνος λέγει λόγον παρακρούεσθαι καὶ παραλογίζεσθαι συνάγειν βουλόμενον2 ὡς ὁ αὐτὸς ἄνθρωπος ψευδής τε καὶ ἀληθὴς τῷ τὴν αὐτὴν δύναμιν ἔχειν τῶν ἐναντίων· ψευδῆ γὰρ λαμβάνει τὸν δυνάμενον ψεύδεσθαι, ἔστι δὲ τοιοῦτος ὁ τὸ ἀληθὲς εἰδὼς μάλιστα καὶ ὁ φρόνιμος. ἀλλ’ οὐχ οὕτως ὁ ψευδὴς λέγεται, ἀλλ’ ὁ προαιρετικὸς τούτου καὶ εὐχερὴς καὶ χωρὶς ἐπιστάσεως λέγων καὶ χαίρων τῷ τοιούτῳ, οἷος οὐκέτι ἐστὶν ὁ φρόνιμος, καὶ ὁ τοὺς ἄλλους ψεύδεσθαι πείθων καὶ προαιρετικὸς τοῦ τοιούτου, ὃς καὶ φαῦλος εὐθύς. ἔτι δέ φησι μηδὲ τοῦτο ὀρθῶς ἐν τῷ Ἱππίᾳ εἰρῆσθαι δηλονότι, τὸ τὸν ἑκόντα φαῦλα πράσσοντα βελτίονα εἶναι τοῦ ἄκοντος,3 ὃ δι’ ἐπαγωγῆς ψευδοῦς λαμβάνει, λέγων, ὥσπερ ὁ ἑκὼν χωλαίνων βελτίων καὶ ὑγιεινότερος τοῦ ἄκοντος καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων προσποιήσεων, οὕτω καὶ τὸν ἑκόντα πράσσοντα τὰ φαῦλα βελτίω εἶναι τοῦ ἄκοντος. τὸν γὰρ ἑκόντα χωλαίνοντα ἔλαβε τὸν μιμούμενον χωλόν, ὅτι ὁ οὕτως χωλαίνων ἀμείνων τοῦ ἄκοντος· ὁ μὲν γὰρ χωλὸς ὁ δὲ οὔ· ὥστε ἡ σύγκρισις χωλοῦ καὶ φαινομένου χωλοῦ, ἐπεὶ ἄν γε τὸν ἑκόντα χωλὸν ὄντα λαμβάνῃ, ἴσως χείρων οὗτος τοῦ ἄκοντος χωλοῦ ὄντος, ὥσπερ καὶ ὁ τὸ ἦθος μοχθηρὸς ἑκὼν χείρων τοῦ ἄκοντος· ὁ γὰρ ἀκόλαστος τοῦ ἀκρατοῦς χείρων. ὁμοίως δὲ καὶ ὁ ἑκών τε ψευδόμενος καὶ χαίρων τῷ ψεύδεσθαι χείρων τοῦ ἄκοντος. Λέγει δὲ καὶ περὶ συμβεβηκότων τὸ πῶς ὑπάρχον συμβεβηκὸς ἔσται· ὃ γὰρ ὑπάρχει μέν τινι καὶ ἀληθὲς εἰπεῖν περὶ αὐτοῦ ὅτι ὑπάρχει, οὔτε δὲ ὡς ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολύ, ἐκεῖνο συμβεβηκὸς λέγεται καὶ ἔστιν. οὕτω συμβεβηκὸς τὸ θησαυρὸν εὑρεῖν τῷ ὀρύσσοντι βόθρον εἰς τὸ φυτεῦσαί τι, ἐπεὶ μήτε ἐξ ἀνάγκης ἕπεται τοῖς ὀρύσσουσι τὸ εὑρίσκειν θησαυροὺς μήτε ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ σπανίως φυτεύων τις ἢ ὀρύσσων εὗρε θησαυρόν, ὡς μὴ ἐκ τοῦ ὀρύσσειν γίγνεσθαι τὴν εὕρεσιν· οὔτε γὰρ τὸ ὀρύσσειν ἦν αἴτιον ἐξ ἀνάγκης τῆς εὑρέσεως τοῦ θησαυροῦ, οὔτε ἕπεται πάντως τῷ ὀρύξαντι ὡς μετ’ αὐτὸ τὴν εὕρεσιν εἶναι τοῦ θησαυροῦ.4 διὸ καὶ ἔστι τὸ μὲν εὑρεῖν οὕτω θησαυρόν, ἀπὸ τύχης δὲ καὶ κατὰ συμβεβηκὸς αἴτιον ποιητικὸν τῆς εὑρέσεως τοῦ θησαυροῦ τὸ ὀρύξαι.
他说,在某种方式下,也可以把外来的言论真实地用于某一事物,这就是当我们把首要且直接属于某一事物的固有言论,转移到第二位地且从该事物获得其存在的事物上的时候;例如在数中,首要地是倍数的是二;无论如何,“倍数”这一名称是从“二”产生的,这也是我们关于其他各个倍数所说的,即这些事物之所以是那些事物的倍数,是因为它们具有“二对一”的比率;因此在严格本意上这一[二]是倍数,而在它之后的偶数,例如四、八以及随后的数,也被称为倍数,这是由于我们把属于二元本义且固有的言论用于它们之上,并且说出了真话。但是,如果通过他者的言论既能虚假地陈述也能真实地陈述,那么对于存在者中的每一个,用来述说它的言论就不会只有一个,关于它们中的每一个也不可能只有一种陈述方式;因为先前已经说过,每个事物的言论在一种意义上是一个,在另一种意义上是多个。而且思想中的虚假也将被归入言论中的虚假之下;因为思想也是一种言论。在说明了事物如何是假的以及言论如何是假的之后,他又提出了虚假的另一种涵义;因为人被称为假的,绝不是按照前述的虚假方式中的任何一种,而是指容易说假话、对此有所决意并以此为乐的人,且是因为这本身而非因为别的某种原因,例如利益或某种报酬;因为这样的人既不是假的也不是喜好虚假的人,而是贪图利益的人或诸如此类的人。此外,说服他人说假话的人也被称为假的,这并不是通过让他们以说假话为乐,而是通过说服他们把他假装真实而说出的话当作真实之物来相信。而那些说服他人说假话的人之所以被称为假的人,正如那些制造虚假表象的事物被称为假的一样,正如用胆汁染成的东西在产生黄金的表象时被称为假的,以及那些按照部族习惯使自身鼓胀的人在产生体魄健壮的表象时[被称为假的],并且正如他所说的事物因产生与其实际所是不同的表象而是假的一样,如同绘画和梦境所具有的那样。在说明了谁是假的人——即以说假话为乐的人——之后,他说,柏拉图在《希庇亚篇》中的论证是误导人的并在作诡辩推论,企图由此得出由于具有对对立物相同的能力,同一个人既是假的又是真的;因为〔《希庇亚篇》〕把有能力说假话的人看作假的人,而这样的人恰恰最知晓真相且是明智的人。然而假的人并不这样被称呼,而是指对此有所决意、轻率、毫不迟疑地陈述并以这种事为乐的人,明智的人绝不再是这样的人,以及指说服他人说假话且决意做这种事的人,此人直接就是卑劣的。此外他说,显然在《希庇亚篇》中这一主张也没有被正确陈述,即出于自愿做卑劣之事的人比违背意愿做的人更好;〔该篇〕是通过虚假的归纳得出这一点的,声称正如自愿跛行的人比非自愿[跛行]的人更好且更健康,以及在其他这类装腔作势的情形中一样,同样出于自愿做卑劣之事的人也比非自愿做的人更好。因为〔该篇〕是把自愿跛行的人当作模仿跛足的人,这是由于如此跛行的人比非自愿的人更好;因为后者是跛足,而前者则不是;所以这一比较乃是在跛足者与看似跛足者之间的比较;因为若是把自愿成为真正跛足的人抓来考虑,此人或许比非自愿成为跛足的人更糟糕,正如出于自愿在品质上邪恶的人比非自愿的人更糟糕一样;因为放荡者比不能自制者更糟糕。同样,自愿说假话且以说假话为乐的人也比非自愿的人更糟糕。他也论及偶性,说明何种存在状态将是偶性;因为在属于某一事物且关于它说其属于乃是真的事物中,既非出于必然也非多半如此而属于的,那便被称为偶性,并且也是偶性。依此方式,挖坑以种植某种东西的人发现宝藏便是一个偶性,因为对于挖掘者来说,发现宝藏既不必然相随,也不是多半如此相随,而是某人种植或挖掘时极少发现宝藏,以至于这一发现并不是由挖掘产生的;因为挖掘既不是发现宝藏的必然原因,对于挖掘过的人来说也绝不必然紧接着就会发现宝藏。因此,这样发现宝藏固然是事实,但挖掘乃是出于机缘和依偶性而成为发现宝藏的致作原因。
- 5.15τῷ τῆς δυάδος κυρίῳ καὶ οἰκείῳ λόγῳ χρωμένων ἡμῶν κατὰ τούτων καὶ ἀληθευόντων
属格独立结构(χρωμένων ἡμῶν ... καὶ ἀληθευόντων,与格短语 τῷ ... λόγῳ 作 χρωμένων 的宾语),用作原因状语从句,说明随后的偶数为何也被称为“倍数”。
- 5.15τὸν ἐν τῷ Ἱππίᾳ Πλάτωνος λέγει λόγον παρακρούεσθαι καὶ παραλογίζεσθαι συναγαγεῖν βουλόμενον
由 λέγει 支配的带不定式结构的主语是 τὸν ἐν τῷ Ἱππίᾳ Πλάτωνος ... λόγον,分词 βουλόμενον 与 λόγον 性数格一致,表意图或目的(“企图推导出……”)。
- 5.15τὸ τὸν ἑκόντα φαῦλα πράσσοντα βελτίονα εἶναι τοῦ ἄκοντος
带冠词不定式从句 τὸ ... εἶναι 与前面的 τοῦτο(“这一点”)构成同位语关系,具体明确了在《小希庇亚篇》中被不当主张的命题内容。
- 5.15ὡς μετ’ αὐτὸ τὴν εὕρεσιν εἶναι τοῦ θησαυροῦ
由 ὡς 加带不定式结构(τὴν εὕρεσιν εἶναι)构成的结果或方式从句,意为“以至于在其之后会有宝藏的发现”。
