← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§433.25-435.24

言论之假与对安提斯泰尼的批判

关于亚里士多德《形而上学》卷Δ第29章中言论之假的注解。亚历山大阐明了言论在被用于其所真之外的事物时如何成为假的机制,解释了事物的言论如何既是一又是多,并详细剖析了亚里士多德对安提斯泰尼否定矛盾反驳与虚假可能性的朴素观点的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#19

τούτων γὰρ δηλωτικὸν τὸ ἐπιφερόμενον τὸ διὸ πᾶς λόγος ψευδὴς ἑτέρου ἢ οὗ ἐστιν ἀληθής· εἰ γὰρ πᾶς λόγος ἑτέρου ἐστὶ ψευδὴς ἢ οὗ ἐστιν ἀληθής, ἀληθὴς δὲ ἐκείνου ᾧ ἐφαρμόζει, ψευδὴς ἂν εἴη ἐκείνου ᾧ οὐκ ἐφαρμόζει, καὶ οὕτω μὴ ὄντος· ὁ γὰρ τοῦ κύκλου λόγος ἀληθὴς ψευδὴς λόγος ἐστὶ τριγώνου, ὅτι μὴ ἔστιν ᾗ ἔστι τούτου. καὶ γὰρ εἰ ὄντος τινός ἐστιν ὁ λεγόμενος1 λόγος, ἀλλὰ καθὸ ψευδής ἐστι, μὴ ὄντος ἐστίν· μόνος γὰρ οὗτος δηλωτικός ἐστιν ὁ τὸ τρίγωνον λέγων σχῆμα εἶναι ὑπὸ † μιᾶς γραμμῆς περιεχόμενον. ἑκάστου δέ φησι λόγον εἶναι ἔστι μὲν ὡς ἕνα (εἷς γὰρ ὁ τῆς ἑκάστου οὐσίας δηλωτικὸς λόγος ἐστίν) ἔστι δὲ ὡς πολλούς, καὶ λέγει πῶς πολλοὶ αὐτοῦ λόγοι γίνονται· ἐπεὶ γὰρ δοκεῖ ταὐτόν πως εἶναι αὐτό τε καὶ αὐτὸ πεπονθός, οἷον Καλλίας καὶ Καλλίας μουσικός (ἓν γὰρ κατὰ τὸ ὑποκείμενον), εἴη ἂν Καλλίου ὁ μέν τις λόγος ἁπλῶς ὡς Καλλίου, ὁ δέ τις ὡς μουσικοῦ Καλλίου, ὁ δὲ ὡς λευκοῦ, καὶ καθ’ ἕκαστον συμβεβηκὸς τῷ Καλλίᾳ συντιθέμενον τῷ Καλλίᾳ διαφέρων λόγος ἔσται, ὥστε πλείους τοῦ αὐτοῦ λόγοι οὕτως εἰσίν, εἴ τις περὶ αὐτοῦ ἀληθής. λόγον δὲ οὐ τὸν κυρίως ὁρισμὸν ἐπὶ Καλλίου καὶ Σωκράτους καὶ τῶν καθ’ ἕκαστον ἀκούειν δεῖ. οὕτως μὲν οὖν πλείους τοῦ αὐτοῦ λόγοι. ὁ δὲ ψευδὴς λόγος οὐδενός ἐστιν ἁπλῶς ἀντὶ τοῦ κυρίως· κυρίως γὰρ ἑκάστου λόγος ὁ ἀληθής· οὗτος γὰρ καὶ οἰκεῖος· ὁ δὲ ψευδὴς καθὸ ψευδὴς μετὰ προσθήκης ἐκείνου λόγος γίνεται οὗ ἐστι ψευδής. ἑτέρου γάρ τινος, ὡς εἶπεν, ὁ ψευδὴς λόγος καὶ οὐχ οὗ ἐστιν ἀληθής· ψευδὴς γὰρ λόγος περὶ ἵππου ὁ λέγων αὐτὸν ζῷον λογικὸν θνητόν, ὅτι μή ἔστι τούτου οὗ ἔστιν ἀληθής· ἀληθὴς γὰρ ἀνθρώπου, ἀλλ’ οὐχ ἁπλῶς ἵππου λόγος ζῷον λογικὸν θνητόν. καὶ καθ’ ὧν ἂν ψευδῶς, ὁμοίως οὐδενὸς ἐκείνων ἔσται ἁπλῶς· οὐδενὸς γὰρ ἁπλῶς καὶ κυρίως ἐστὶν ὁ ψευδὴς λόγος. εἰπὼν δὲ ὅτι ὁ ψευδὴς λόγος τοῦ μὴ ὄντος ἐστί, καὶ ὅτι ἁπλῶς μὲν οὐκ ἔστιν ὁ ψευδὴς λόγος ἐκείνου λόγος οὗ ψευδής ἐστι, μετὰ προσθήκης δέ ἐστιν, ἔστι δὲ καὶ ὁ ψευδὴς λόγος περί τινος (ὁ γὰρ ἄλλου μὲν ὤν, ἐπ’ ἄλλου δὲ ἢ οὗ ἔστι λεγόμενος) — εἰπὼν δὲ ταῦτα αἰτιᾶται Ἀντισθένην εὐήθως λέγοντα περὶ μηδενὸς ἄλλου λέγεσθαί τινα λόγον ἢ περὶ ἐκείνου οὗ οἰκεῖός ἐστι, παρακρουσθέντα ὑπὸ τοῦ τὸν ψευδῆ λόγον μηδενὸς ἁπλῶς εἶναι λόγον· οὐ γὰρ εἰ μὴ ἁπλῶς ἐστι μηδὲ κυρίως, ἤδη καὶ οὐκ ἔστιν. ᾤετο δὲ ὁ Ἀντισθένης ἕκαστον τῶν ὄντων λέγεσθαι τῷ οἰκείῳ λόγῳ μόνῳ καὶ ἕνα ἑκάστου λόγον εἶναι· τὸν γὰρ οἰκεῖον· τὸν δέ τι σημαίνοντα καὶ μὴ ὄντα τούτου περὶ οὗ λέγεται εἶναι, ἀλλότριόν γε ὄντα αὐτοῦ. ἐξ ὧν καὶ συνάγειν ἐπειρᾶτο ὅτι μὴ ἔστιν ἀντιλέγειν· τοὺς μὲν γὰρ ἀντιλέγοντας περί τινος διάφορα λέγειν ὀφείλειν, μὴ δύνασθαι δὲ περὶ αὐτοῦ διαφόρους τοὺς λόγους φέρεσθαι2 τῷ ἕνα τὸν οἰκεῖον ἑκάστου εἶναι· ἕνα γὰρ ἑνὸς εἶναι καὶ τὸν λέγοντα περὶ αὐτοῦ λέγειν μόνον, ὥστε εἰ μὲν περὶ τοῦ πράγματος τοῦ αὐτοῦ λέγοιεν τὰ αὐτὰ ἂν λέγοιεν ἀλλήλοις (εἷς γὰρ ὁ περὶ ἑνὸς λόγος), λέγοντες δὲ ταὐτὰ οὐκ ἂν ἀντιλέγοιεν ἀλλήλοις. εἰ δὲ διαφέροντα λέγοιεν, οὐκέτι λέξειν αὐτοὺς περὶ ταὐτοῦ τῷ εἶναι ἕνα τὸν λόγον τὸν περὶ αὐτοῦ τοῦ πράγματος, τοὺς δὲ ἀντιλέγοντας ὀφείλειν περὶ τοῦ αὐτοῦ λέγειν. καὶ οὕτως συνῆγε τὸ μὴ εἶναι ἀντιλέγειν. σχεδὸν δὲ μηδὲ ψεύδεσθαι διὰ τὸ μὴ οἷόν τε εἶναι περί τινος ἄλλον πλὴν τὸν ἴδιόν τε καὶ οἰκεῖον εἰπεῖν λόγον. ὅτι δὲ εὐήθης ὁ λόγος οὗτος, δείκνυσιν ἐκ τοῦ λέγειν ἕκαστον οὐ μόνον τῷ αὐτοῦ καὶ οἰκείῳ λόγῳ ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ ῥᾷστα καὶ πολλαχῶς καὶ ἐκ τοῦ προχείρου, οἷον ἂν τῷ κύκλου τις λόγῳ κατὰ τοῦ τριγώνου χρήσηται ἢ τῷ τοῦ ἵππου κατὰ τοῦ ἀνθρώπου. ὁ γὰρ λόγος ὁ λέγων τὸν ἵππον εἶναι ζῷον πεζὸν δίπουν ἔστι μὲν λόγος, ἐπ’ οὐδενὸς δὲ ἀληθής· οὔτε γὰρ ἐπὶ τοῦ ἀνθρώπου, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔχει τὸν ἄνθρωπον ὑποκείμενον, οὐδὲ περὶ τοῦ ἵππου περὶ οὗ λέγεται· εἰ δὲ λεγόμενος περὶ τούτου μή ἐστιν ἀληθής, δῆλον ὡς ψευδὴς ἂν εἴη περὶ τοῦ ἵππου.

因为紧接着补充的内容正表明了这些,即“因此,每一个言论对于非其为真的当事事物而言都是假的”;因为如果每一个言论对于非其为真的当事事物而言都是假的,而对于适合它的事物而言是真的,那么对于不适合它的事物而言就会是假的,因而也就是关于非存在者的[言论];因为关于圆的真言论,作为三角形的言论就是假的,因为它就作为三角形的言论而言并不存在。因为即使所说的言论是关于某种存在者的,但就其为假而言,它也是关于非存在者的;因为只有断言三角形是由[一条线]包围的图形的言论才表明了这一点。而且他说,每一个事物的言论在一种意义上是一个(因为指明每个事物之实体的话语是一个),在另一种意义上是多个,并且他说明了同一事物的多个言论是如何产生的;因为由于事物本身与具有某种状态的事物本身在某种方式上被看作是相同的,例如卡利亚斯与通晓音律的卡利亚斯(因为就底层基质而言是一体的),所以关于卡利亚斯,一个言论可以单纯地作为卡利亚斯的言论,另一个言论作为通晓音律的卡利亚斯的言论,再一个言论作为白皙的卡利亚斯的言论,并且按照结合于卡利亚斯的每一个偶性,将存在不同的言论,以至于如果关于他有任何真实的言论,通过这种方式关于同一事物就会有多个言论。不过在卡利亚斯、苏格拉底以及个别事物上,不可把言论理解为严格本意上的定义。依此方式,关于同一事物便有多个言论。但假的言论单纯而言并不属于任何事物,“单纯而言”替代了“在严格本意上”;因为在严格本意上属于每个事物的言论乃是真的言论;因为这才是固有的话语;而假的言论就其为假而言,乃是通过附加而成为它对于其为假的那一事物的言论。因为正如他所说,假的言论是属于另一事物的,而非属于它对于其为真的当事事物;因为关于马而称其为“有理性的、会死的动物”的言论是假的,因为它并不属于它对于其为真的当事事物;因为这对于人是真的,但“有理性的、会死的动物”单纯而言并不是马的言论。而且对于一切被虚假述说的事物,〔该言论〕同样单纯而言也不属于其中任何事物;因为假的言论单纯而言且在严格本意上不属于任何事物。在说明了假的言论是关于非存在者的,并且单纯而言假的言论不是它对于其为假的事物的言论而是通过附加才是,并且假的言论也是关于某种东西的(因为它虽然属于一事物,却被用来述说另一非其所属的事物)——在说明了这些之后,他指责安提斯泰尼愚蠢地主张任何言论都不会被用来述说非其固有对象的事物,这是因为安提斯泰尼被“假的言论单纯而言不属于任何事物”这一事实所迷惑;因为即使它不是单纯而言也不是在严格本意上的言论,它并不因此就完全不存在。安提斯泰尼认为,存在者中的每一个都仅由其固有的话语来述说,且每个事物只有一个言论;因为这才是固有的言论;而任何表达某种意义却不属于它被述说所属的当事事物的言论,对于它来说乃是外来的。由此他甚至试图推导得出不可能产生矛盾反驳;因为反驳者必须就某一事物陈述相异之事,但由于每个事物的固有言论只有一个,关于它不可能提出相异的言论;因为一个事物对应一个言论,而谈论它的人仅陈述[这一个言论],以至于他们若是谈论同一事物,就会互相说出相同的话(因为关于一个事物的言论只有一个),而说出相同的话他们就不会互相反驳;但如果他们陈述相异之事,由于关于该事物本身的言论只有一个,他们就不再是在谈论同一事物,而反驳者必须就同一事物展开陈述。他就这样推导得出不可能反驳,并且几乎也不可能说假话,因为不可能对某一事物说出除了它自身的固有言论之外的另一种言论。但〔亚里士多德〕表明了这种论点是愚蠢的,这是由于每个事物不仅依其自身的固有言论来述说,而且也依另一事物的言论来述说——确实是虚假地、极其容易地、以多种方式并信手拈来地述说,例如若有人将圆的言论加于三角形之上,或将马的言论加于人之上。因为断言马是“两足陆生动物”的言论固然是一个言论,但对于任何事物都不是真的;因为既不适用于人,因为一开始它就没有把人作为底层基质,也不适用于它被陈述所指向的马;但如果关于马陈述却不是真的,显而易见关于马它就是假的。

语法注2 条
  1. 5.15ὁ γὰρ ἄλλου μὲν ὤν, ἐπ’ ἄλλου δὲ ἢ οὗ ἔστι λεγόμενος

    分词 ὤν 与 λεγόμενος 通过 μέν...δέ 形成对照。介词短语 ἐπ’ ἄλλου 后面的 ἢ οὗ ἔστι 起比较作用(与 ἐπ’ ἄλλου 连用意为“关于不同于它作为[言论]所属之事物的另一[事物]”),其中包含先行词的关系代词 οὗ(相当于 τούτου οὗ)呼应具有比较含义的 ἄλλου。

  2. 5.15τοὺς μὲν γὰρ ἀντιλέγοντας περί τινος διάφορα λέγειν ὀφείλειν, μὴ δύνασθαι δὲ περὶ αὐτοῦ διαφόρους τοὺς λόγους φέρεσθαι

    在从属于前文动词 ἐπειρᾶτο 的 ὅτι 从句中,安提斯泰尼论证的前提通过间接引语的不定词 ὀφείλειν 与 μὴ δύνασθαι 并列引出,其逻辑主语分别为主格转化为宾格的 τοὺς ἀντιλέγοντας 与 τοὺς λόγους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:433.25-435.24