← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§431.22-433.24

事物之假的两种方式与言论中的假

亚历山大讨论了事物中存在假的两种方式(完全的非存在/不可能者,以及如绘画、梦境和镜像那样产生虚假表象的事物),随后阐明了言论中的假,并结合文本的两种异读(ἤ ψευδής 与 ᾗ ψευδής)给出了不同的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#18

ὅτι δ’ ἔστι τῷ πράγματι ψεῦδος, ἔδειξε· περὶ ὧν γὰρ οὐχ οἷόν τε ἀληθεύειν τὸν συντιθέντα αὐτὰ καὶ εἶναι λέγοντα, ταῦτα ὡς πράγματι ψευδῆ·1 τὸ δὲ περὶ τούτων ἐν τῷ λόγῳ ψεῦδος ἐν συνθέσει ἤδη. τὸ μὲν γὰρ [ἐν] τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι τοῦ μὴ ὑπάρχοντος ἢ καὶ ἀδυνάτου ὑπάρξειν εἰσὶ δηλωτικά. σύνθεσιν γὰρ τὴν τῶν πραγμάτων τα τινὰ σύνθεσίν ἐστιν ἡ ὕπαρξις τούτων γινομένη. ἡ μὲν οὖν διάμετρος σύμμετρος τῇ πλευρᾷ οὔτε ἔστιν οὔτε δύναται γενέσθαι· τὸ δὲ σὲ καθῆσθαι ὅτε ἕστηκας τῷ μὴ ὑπάρχειν τότε ψεῦδός ἐστιν, οὐκέτι καὶ τῷ ἀδύνατον γενέσθαι. καὶ ἔστιν ἐν τοῖς πράγμασι ψευδῆ ἢ τὰ ὅλως ἀνύπαρκτά τε καὶ ἀδύνατα καὶ ἀεὶ ψευδῆ, ἢ τὰ νῦν μὴ ὑπάρχοντα· ταῦτα γὰρ νῦν ψευδῆ ὅτε μὴ ἔστιν. τὰ δέ τινά ἐστιν ἐν τοῖς πράγμασιν ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν. ἄλλως δέ ἐστι ψευδῆ ταῦτα, ὅσα ἔστι μὲν ὄντα [ψευδῆ], ἔστι δὲ ψευδὴς ἡ ἀπ’ αὐτῶν φαντασία τῷ φαίνεσθαι ταῦτα ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν. ἄλλως δέ ἐστι ψευδῆ ταῦτα παρὰ τὸν προειρημένον τρόπον· ὧν γὰρ ψευδής ἐστιν ἡ φαντασία, ταῦτα οὐκ ἔστι ψευδῆ, ὡς ἦν τὰ προειρημένα. ἔστι μὲν γὰρ ταῦτά τινα, οὐ μὴν οἷα φαίνεται. τοιαῦτά ἔστι τά τε ἐν ταῖς γραφαῖς καὶ ἐν ταῖς σκιαγραφίαις, ἃ ἔστι μέν τινα, οὐ μὴν ἃ φαίνεται ἔστιν· φαίνεται γὰρ ζῷα οὐκ ὄντα ζῷα, καί τινα ἄλλα ὧν ἂν καὶ ἡ σκιαγραφία ᾖ. ὁμοίως καὶ τὰ ἐν τοῖς ὕπνοις φαντάσματα ἔστι μέν τινα (κινήματα γάρ τινα γίνεται τοῖς ὁρῶσι τὰ ἐνύπνια), οὐ μὴν τοιαῦτά ἐστιν οἷα φαίνεται. φαίνεται γὰρ βαδίζειν τι ἢ διαλέγεσθαι, οὐ μέντοι οὕτως ἔχει. τοιαῦτα καὶ οὕτω ψευδῆ καὶ τὰ ἐμφαινόμενα τοῖς κατόπτροις· ἔστι μὲν γάρ τι καὶ αὐτά, ἀλλ’ οὐχ ὃ φαίνεται. εἶπε δὲ καὶ τὸ τοιοῦτον ψεῦδος ἐν τοῖς πράγμασιν, ὅτι αὐτὴ ἡ φύσις αὐτῶν ψευδής, κἀν τούτοις ἀλλ’ οὐκ ἐν τῇ ποιᾷ συνθέσει τοῦ περὶ αὐτῶν λόγου τὸ οὕτως ἡμᾶς ἀπατᾶσθαι. τὰ μὲν οὖν πράγματα οὕτω φησὶν εἶναι ψευδῆ ἢ τῷ μὴ εἶναι αὐτά, ἢ τῷ τὴν ἀπ’ αὐτῶν φαντασίαν ὡς μὴ ὄντος εἶναι· οὐ γὰρ ὄντος ἐστὶν ἡ τοιαύτη ἀπ’ αὐτῶν φαντασία· † διὸ ὡς ἀπὸ μήκοθεν ὡς ἀπὸ μὴ ὄντος· τὸ γὰρ περιπατεῖν τὸ φάντασμα ὅπερ φαίνεται οὐκ ὄν, ἢ τὸ διαλέγεσθαι ἢ τὸ ὅλως τι ἐνεργεῖν, καὶ τοιαῦτα τὰ φαντάσματα ἔστι τὰ ὄντα γε, εἴ γε κινήσεις τινές εἰσιν ἀπὸ τῶν κατ’ ἐνέργειαν αἰσθητῶν, καὶ γίνονται ἐν τοῖς αἰσθητηρίοις ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα. ἀνέθηκε δὲ καὶ τὸ ἐν τῇ φαντασίᾳ ψεῦδος τοῖς πράγμασιν. τὸ δὲ ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστι, τὸ μὲν οἷα μὴ ἔστι λέγοι ἄν ἐπὶ τῆς σκιαγραφίας, τὸ δὲ ἃ μὴ ἔστιν ἐπὶ τῶν ἐνυπνίων. Ψευδὴς δέ ἐστιν ὁ λόγος ὁ τῶν μὴ ὄντων, οὐχ ἁπλῶς δὲ ὁ τῶν μὴ ὄντων ψευδής, ἀλλὰ τῶν μὴ ὄντων καθὸ ψευδής· ψευδὴς γὰρ ὁ ὡς οὐκ ἔχει τὰ πράγματα ἔχειν λέγων αὐτά. ἔστι δέ τις καὶ περὶ τῶν μὴ ὄντων λόγος ἀληθής· ὁ γὰρ μὴ εἶναι αὐτὰ λέγων· ὁ δὲ τὰ μὴ ὄντα λέγων ὡς ὄντα ἢ τὰ ὄντα ὡς μὴ ὄντα, οὗτός ἐστιν ὁ ψευδής. πῶς οὖν ὁ τὰ μὴ ὄντα λέγων ψευδής ἐστιν; ἤ ὡς μὴ ἔχει τὰ σημαινόμενα ὑπ’ αὐτοῦ, οὕτως αὐτὰ λέγων ἔχειν. ἔνεστι καὶ ψιλῶς ἀναγνῶναι τὸ ἤ ψευδής, ἵνα ᾖ τὸ λεγόμενον· ψευδὴς λόγος ἐστὶν ὁ τῶν μὴ ὄντων ἤ τὰ μὴ ὄντα εἶναι λέγων, ὡς ὁ λέγων ἱπποκένταυρον εἶναι, ἤ ὁ ὅλως ψευδής. ἀλλὰ καὶ πᾶς καὶ ὁ περὶ ὄντων λόγος λέγων δύναται ψευδὴς εἶναι, ἄν τὸν κύκλον λέγῃ σχῆμα ἐπίπεδον ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. καὶ εἴη ἂν ἀκόλουθον τὸ ἐπιφερόμενον τῇ τοιαύτῃ ἀναγνώσει· οὐ γὰρ μόνος ὁ τὰ μὴ ὄντα εἶναι λέγων ψευδής, ἀλλὰ καὶ πᾶς λόγος ἐστὶ ψευδής, ὅταν περὶ ἑτέρου λέγηται καὶ μὴ περὶ οὗ ἐστιν ἀληθής. ἐὰν δὲ τὸ ᾗ ψευδὴς δασέως ἀναγινώσκηται,2 εἴη ἂν τὸ λεγόμενον· λόγος ψευδής ἐστιν ὁ τῶν μὴ ὄντων· τὸ γὰρ ᾗ ψευδὴς δηλωτικόν ἐστι τοῦ καθὸ ψευδής ἐστι μὴ ὄντων αὐτὸν εἶναι.

而且他表明了事物中存在着假;因为凡是将事物结合并断言其存在的人不可能言说真理的事物,这些就是作为事物中的假;而关于这些事物在言论中的假,则已然存在于结合之中。因为“由于没有结合或不可能被结合”是指明不存在之物或甚至不可能存在之物的。因为事物的结合,乃是作为这些事物存在得以生成的某种结合。因此,对角线与边既不可通约,也不可能成为可通约的;而你在站立时坐着,依其在当时不存在而言是假的,却不再依其不可能生成[而言是假的]。在事物中,假的或者是完全不存在、不可能且永远是假的,或者是当下不存在的;因为这些事物在它们不存在时,当下就是假的。但事物中的某些东西或者不是它们本来的样子,或者是不存在之物。这些事物是以另一种方式为假的,即所有那些虽然自身是存在者、但由于它们显得不是它们本来的样子或显得是不存在之物从而出自它们的表象是假的事物。这些事物以有别于前述方式的另一种方式为假;因为凡是表象为假的事物,并不像前述事物那样是假的。因为这些确实是某种东西,然而绝非所显现的那样。此类事物包括图画中和光影画中的事物,它们确实是某种东西,却绝非所显现的那种东西;因为它们显现为动物却并非动物,或是显现为光影画所描绘的其他某种东西。同样,梦中的幻象也确实是某种东西(因为对于见梦者而言会产生某些运动),然而绝非如所显现的那样;因为显现为某物在行走或在交谈,然而事实并非如此。在镜子中显现的事物也是此类,并按此方式是假的;因为它们自身也是某种东西,但并非所显现的东西。而他把这种假也称为事物中的假,是因为它们自身的本性就是假的,而我们受此欺骗乃是存在于这些事物中,而不是存在于关于它们的言论的某种结合中。因此他说,事物为假,或者是由于它们自身不存在,或者是由于出自它们的表象是不存在之物的表象;因为出自它们的这种表象并非存在之物的表象。[因此犹如来自远方,犹如来自非存在者;]因为显现出来的幻象在行走并非存在,其在交谈或总之在从事某种活动也非存在,而此类幻象既然是来自于现实活动中的可感对象的某些运动、是由于可感对象在感觉器官中产生的残留,那么它们确实是存在之物。而且他也把表象中的假归于事物。至于“或者不是它们本来的样子,或者是不存在之物”,“不是它们本来的样子”他或许是指光影画而言,“不存在之物”则是指梦境而言。 “关于非存在者的言论是假的”,这并非简单地指关于非存在者的言论是假的,而是指关于非存在者的、就其为假而言的[言论是假的];因为断言事物处于它们并不处于的状况的言论,乃是假的。但关于非存在者也存在某种真的言论;因为断言它们不存在的言论就是真的;而将非存在者说成存在者、或将存在者说成非存在者的言论,才是假的。那么,述说非存在者的言论如何是假的呢?毋宁说是通过述说言论所指称的事物处于它们并不处于的状况。也可以用无气符号读作“或者假的”(ἤ ψευδής),以便所说的是:假的言论是指断言非存在者存在的非存在者之言论(如说马人存在的人),或者是完全假的言论。但每一个述说存在者的言论,若说圆是“由三条直线包围的平面图形”,也能成为假的。而后文紧接着的内容也与这种读法相符;因为不仅断言非存在者存在的言论是假的,而且当任何言论述说另一事物而非述说它关于其为真的当事事物时,它都是假的。但如果用有气符号读作“就其为假而言”(ᾗ ψευδής),那么所说的将是:假的言论乃是非存在者的言论;因为“就其为假而言”表明了它作为非存在者的言论乃在于它是假的。

语法注2 条
  1. 5.15περὶ ὧν γὰρ οὐχ οἷόν τε ἀληθεύειν τὸν συντιθέντα αὐτὰ καὶ εἶναι λέγοντα, ταῦτα ὡς πράγματι ψευδῆ

    关系代词从句 περὶ ὧν... 的先行词是主句中的 ταῦτα,介词短语 περὶ ὧν 依附于不定式 ἀληθεύειν(言说真实)。主句省略了系动词 ἐστί(ταῦτα ὡς πράγματι ψευδῆ [ἐστι])。

  2. 5.15ἔνεστι καὶ ψιλῶς ἀναγνῶναι τὸ ἤ ψευδής... ἐὰν δὲ τὸ ᾗ ψευδὴς δασέως ἀναγινώσκηται

    亚历山大在此对比了亚里士多德原文(1024b27)的两种文本读法:用无气符号读作连词 ἤ(“或者”),以及用有气符号读作关系副词 ᾗ(“在……限度上/就……而言”)。他展示了两种读法所导向的不同论证结构(前者为选言式的分类,后者为限定性的界定)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:431.22-433.24