← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§430.9-431.22

基底不可还原导致的属相异与假的涵义

作为对《形而上学》卷五第28章的总结,注解者阐明了基于基底的不可还原性及最初范畴之差异的“属上相异”的标准,随后转向第29章关于“假”的讨论,区分了事物中的假(不存在与假的表象)和言论中的假并探讨了二者的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#17

οὐχ ἕτερα δὴ τῷ γένει τὰ εἰλημμένα κατὰ τὸ σημαινόμενον τοῦτο. πάλιν εἰ τῷ μὲν εἴη χρυσὸς ὑποκείμενος τῷ δὲ ἄργυρος, διάφοροι μὲν πάλιν ὗλαι αὗται, καὶ οὐκ ἀναλύεται αὐτῶν ἡ ἑτέρα εἰς τὴν ἑτέραν· διὰ δὲ τὸ ἀμφότερα εἰς μίαν καὶ τὴν αὐτὴν ἀναλύεσθαι (εἰς γὰρ τὸ ὕδωρ) οὐχ ἕτερα τῷ γένει τὰ ληφθέντα. ὧν δὴ τὰ ὑποκείμενα οὐδὲν πάσχει τοιοῦτον, ταῦτα ἕτερα λέγεται τῷ γένει, ὡς λίθου καὶ χαλκοῦ· τῷ μὲν γὰρ γῆ τῷ δὲ ὕδωρ τὰ ὑποκείμενα, ἃ οὔτε εἰς ἄλληλα οὔτε εἰς ἄλλο τι ἀναλύεται αἰσθητὸν ὑποκείμενον ταὐτόν. εἰπὼν δὲ τὰ ὑποκείμενα οὐδὲν πάσχειν τοιοῦτον, τίνα ἐστὶ τοιαῦτα αὐτὸς παρέθετο· τὸ γὰρ εἶδός φησι καὶ τὴν ὕλην οὕτως εἶναι ἕτερα τῷ γένει, ὕλην λέγων τὸ σῶμα· ὡς οὖν οὔτε τῶν τῷ σώματι ὑποκειμένων1 οὔτε τῶν τῷ εἴδει ἢ εἰς ἄλληλα ἢ εἰς τι κοινὸν ἀναλύεσθαι λεγομένων, ἕτερα αὐτὰ εἶναι λέγει τῷ γένει. εἴη δ’ ἂν τῷ εἴδει ὡς ὕλην ὑποκεῖσθαι λέγων τὰ μέρη τοῦ ὁριστικοῦ λόγου· προείρηκε γὰρ τοῦτο. ἐπεὶ οὖν οὔτε τὰ ὑποκείμενα τῷ τε σώματι καὶ τῷ εἴδει ταὐτά, οὔτε ἡ ἀνάλυσις αὐτῶν ἡ τοῦ ἑτέρου εἰς τὸ ἕτερον ἢ εἰς ταὐτόν, εἴη ἂν ἕτερα τῷ γένει ταῦτα κατὰ τὸ σημαινόμενον τοῦτο. ἔτι οὕτω τὸ εἶδος καὶ ἡ ὕλη ἕτερα ἔσται, ὅτι μὴ ἀναλύεται τὸ ἕτερον αὐτῶν εἰς τὸ ἕτερον, τῷ μήτε αὐτὰ ταὐτὰ ἐν ἀλλήλοις εἶναι μήτε ὑποκεῖσθαι αὐτοῖς ἕτερον. οὔτε γὰρ ἕν τι ἀμφοτέροις ὑπόκειται οὔτε τὸ τῷ ἑτέρῳ ὑποκείμενον εἰς τὸ τῷ ἑτέρῳ ὑποκείμενον ἀναλύεται τῷ μηδὲ ὑποκεῖσθαί τι αὐτοῖς· οὔτε γὰρ τὸ εἶδος ἐξ ὑποκειμένου τινὸς καὶ ὕλης ἐστίν, οὔτε τῇ κυρίως λεγομένῃ ὕλῃ ὑπόκειταί τις ὕλη πάλιν ἄλλη. ἕτερα τῷ γένει λέγει καὶ ὧν ἕτεραι αἱ πρῶται κατηγορίαι, καὶ τὰ πρῶτα γένη ἕτερα· τῶν γὰρ πρώτων γενῶν τὰ μὲν τί ἐστι σημαίνει, τουτέστιν οὐσίαν, τὰ δὲ ποιόν τι, τὰ δὲ ποσόν, τὰ δὲ τῶν ἄλλων τι τῶν ἐν ταῖς κατηγορίαις κατηριθμημένων. προσέθηκε δὲ καὶ τὴν αἰτίαν αὐτῶν τῆς ἑτερότητος· ὅτι γὰρ μήτε εἰς ἄλληλα μήτε εἰς ἕν τι ἀναλύεται, ταύτῃ καὶ ταῦτα ἕτερα τῷ γένει. οὕτως οὐκ ἔσται ἕτερα γένη ζῷον καὶ ὄρνεον. οὐκέτι κατὰ τὸ σημαινόμενον τοῦτο δοκεῖ εἶναι ἕτερα τῷ γένει τὸ εἶδος καὶ ἡ ὕλη· ὑπὸ γὰρ τὴν οὐσίαν ἄμφω. Ποιεῖται καὶ τοῦ ψεύδους διαίρεσιν· τὸ μὲν γὰρ ἐν τοῖς πράγμασι ψεῦδος εἶναι λέγει, τὸ δὲ ἐν τοῖς λόγοις· προσέθηκε δὲ τῷ ἐν τοῖς πράγμασι ψεύδει τὸ ἄλλον μὲν τρόπον, ἤτοι ὅτι μὴ καθωμίληται ἐπὶ τούτου τὸ ψεῦδος λέγειν (δοκεῖ γὰρ τὸ ψεῦδος ἐν λόγῳ τε καὶ δόξῃ), ἢ ἄλλον τρόπον εἶπεν ἀντὶ τοῦ ἕνα μὲν τρόπον. τὸ οὖν ἐν τοῖς πράγμασι ψεῦδος δίχα διαιρεῖ, τῷ τε μηδ’ ὅλως ὑπάρχειν καὶ τῷ ψευδῆ τὴν ἀπ’ αὐτοῦ φαντασίαν γίνεσθαι. τὸ γὰρ μὴ ὑπάρχον ψεῦδος ἐν πράγμασιν οὐχ ὁμοίως τῷ περὶ αὐτοῦ λόγῳ. ὁ γὰρ λόγος ψευδὴς μὲν περὶ αὐτοῦ ὁ εἶναι αὐτὸ λέγων, ἀληθὴς δὲ περὶ αὐτοῦ τούτου ὁ μὴ εἶναι, ἐν τῇ ποιᾷ συνθέσει περὶ αὐτοῦ τὸ ἀληθὲς καὶ ψεῦδος λαμβάνων· διὸ ὁμοίως καὶ περὶ ὄντων καὶ μὴ ὄντων ἀληθής τε καὶ ψευδὴς ὁ λόγος γίνεται. τὸ δὲ κατὰ τὸ πρᾶγμα ψεῦδος οὐκ ἐν τῇ τινῶν συνθέσει τοιοῦτον, ἀλλ’ ἔστιν ἐν πράγμασι ψεῦδος τὸ μὴ εἶναι μηδὲ ὑπάρχειν αὐτό, ὥσπερ καὶ ἀληθὲς ἂν εἴη πάλιν ἐν πράγμασι τὸ ὑπάρχειν αὐτὰ καὶ τὸ εἶναι, οὐχ ὁμοίως τῷ λέγειν αὐτὰ εἶναι. διὸ τὸ μὲν ἐν λόγῳ ἀληθές τε καὶ ψευδὲς δύναται περὶ τοῦ αὐτοῦ πράγματος ἔχειν ἀμφότερα, τὸ δὲ ἐν τῷ πράγματι ψεῦδος ἀδύνατον, ἔστ’ ἂν ᾖ ἀληθές, γενέσθαι. ἔσται δὲ ἀμφότερα μὲν τὰ ψεύδη λέγειν ἐν λόγῳ εἶναι καὶ προτάσει,2 εἶναι δὲ τούτων τὸ μὲν ἀπὸ τοῦ πράγματος ἐν τῷ λόγῳ, τὸ δὲ ἀπ’ αὐτοῦ τοῦ λόγου· ὁ μὲν γὰρ τὸ μὴ ὑπάρχον ὑπάρχειν λέγων λόγος τὸ ψεῦδος ἀπὸ τοῦ πράγματος ἔχει τοῦ μὴ ὑπάρχοντος, ὁ δὲ τὸ ἄλλῳ ὑπάρχον ἄλλῳ ὑπάρχειν λέγων τὸ ψεῦδος τοῦτο ἀπὸ τοῦ λόγου ἔχει· ψεῦδος γὰρ τοῦτο τὸ τῷ ἄλλῳ ὑπάρχον ἐπ’ ἄλλο μεταφέρειν. ὅτι γὰρ καὶ τὸ ὡς πρᾶγμα ψεῦδος ἐν λόγῳ δοκεῖ, δείκνυσι διὰ τοῦ προσθεῖναι τὸ τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι.

因此,按照这种含义所取的事物在属上并非相异。反之,如果一方以金为基底,另一方以银为基底,这些质料固然又是不同的,且它们中的一方并不还原为另一方;但由于两者都还原为同一个事物(即水),所取的事物在属上并不是相异的。凡基底绝无此类情况的事物,便被称为在属上相异,例如石头与青铜;因为一方以土为基底,另一方以水为基底,它们既不互相还原,也不还原为任何其他同一的可感基底。在说了基底绝无此类情况之后,他亲自列举了何类事物是如此的;因为他说形式与质料按此方式在属上是相异的,他所说的质料是指物体;因此,由于既没有物体之基底也没有形式之基底被说成互相还原或还原为某种共通之物,他说它们在属上是相异的。他或许是在说定义性说明的诸部分作为质料充当形式的基底;因为他之前曾说过这一点。既然物体与形式的基底并不相同,且它们既不相互还原也不还原为同一事物,那么按照这种含义,它们在属上应当是相异的。此外,形式与质料按此方式也将是相异的,因为它们中的一方不还原为另一方,这在于它们自身既不在彼此之中同一,也没有另一个[基底]充当它们的基底。因为既没有某个单一之物作为两者的基底,也不存在一方的基底还原为另一方的基底(因为根本没有任何东西作为它们的基底);因为形式既非出于某种基底与质料,而在严格意义上言说的质料也不再有另一种质料作为其基底。他还说最初范畴不同、最初诸属不同的事物也是在属上相异的;因为在最初诸属中,有些表示“何所是”(即实体),有些表示某种性质,有些表示数量,有些则表示范畴中所列出的其他事物之一。而且他还加上了它们相异的原因;因为它们既不互相还原,也不还原为某个单一之物,在这方面它们在属上也是相异的。照此,动物和鸟将不是相异的属。按照这种含义,形式与质料似乎不再是在属上相异的了;因为两者都在实体之下。 他也对假作出了划分;因为他说一种假是在事物中,另一种是在言论中;他在事物中的假上加上了“以另一种方式”,这或者是由于对这事物言说“假”不合习惯(因为假通常被认为存在于言论和意见中),或者是用“以另一种方式”代替了“以一种方式”。因此,他把事物中的假一分为二:依其根本不存在,以及依出自它的表象是假的。因为不存在之物在事物中作为假,与关于它的言论并非同样。因为关于它而说它存在的言论是假的,但关于这同一事物而说它不存在的言论则是真的,它是在关于它的某种特定结合中获得真与假的;因此言论无论关于存在者还是非存在者,都同样会成为真的或假的。但在事物方面的假并非在某些事物的结合中是如此的,而是事物中的假乃在于它不存在也不实存,正如事物中的真又在于它们实存且存在一样,这与说它们存在并非同样。因此,言论中的真与假可以关于同一事物二者兼有,但事物中的假只要〔事物〕是真的,就不可能产生。并且也可以说这两种假都存在于言论与命题之中,但在这些假中,一种是由于事物而存在于言论中,另一种则是由于言论本身;因为说不存在者存在的言论,其假来自于不存在的事物,而说属于一者的东西属于另一者的言论,其假来自于言论;因为将属于一者的东西转移到另一者上,这是假的。因为作为事物的假也被认为存在于言论中,他通过加上“由于没有结合或不可能被结合”表明了这一点。

语法注2 条
  1. 5.15ὡς οὖν οὔτε τῶν τῷ σώματι ὑποκειμένων

    由 ὡς 引导的属格绝对结构(οὔτε τῶν... οὔτε τῶν... λεγομένων),其中不定式 ἀναλύεσθαι 的逻辑主语为 τῶν τῷ σώματι ὑποκειμένων 与 τῶν τῷ εἴδει [ὑποκειμένων]。整个属格绝对结构充当主句 ἕτερα αὐτὰ εἶναι λέγει τῷ γένει(他说它们在属上是相异的)的原因。

  2. 5.15ἔσται δὲ ἀμφότερα μὲν τὰ ψεύδη λέγειν ἐν λόγῳ εἶναι καὶ προτάσει

    ἔσται 与不定式 λέγειν 连用,作无人称用法(“将可以说……”),λέγειν 进而支配宾格加不定式结构 ἀμφότερα... τὰ ψεύδη... εἶναι(“两种假都存在……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:430.9-431.22