- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:428.26-430.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《形而上学》卷五第二十八章,亚历山大解释了作为逻辑规定的“属”的两种表述(作为被种差赋予形式的基底,以及在定义中首先内在并作为质料在“何所是”中被述说的属),随后考察了基于底层质料之差异的“在属上相异者”的界定。
οὐκέτι ἐμνημόνευσε τῶν γενῶν τῶν ἀπὸ τῶν τόπων λεγομένων, καθ’ ὃ σημαινόμενον Ἀσιανός τις τὸ γένος ἢ Αἰγύπτιος καλεῖται· οὐ γὰρ δὴ οἱ οὕτω λεγόμενοι ἀπὸ τοῦ πρώτου κινήσαντος οὕτω λέγονται. ἑξῆς δὲ ἐκτίθεται δύο ἀποδόσεις τοῦ αὐτοῦ σημαινομένου· τοῦ γὰρ γένους, ὃ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει † καὶ τὰ ἑξῆς δύο ἀποδόσεις δίδωσιν * * ὡς ὑποκείμενον ταῖς διαφοραῖς· αὐτὸ γάρ φησι τὸ ἐπίπεδον σχῆμα· τὸ γὰρ σχῆμα δεῖ προστιθέναι τῷ ἐπιπέδῳ· τοῦτο γὰρ γένος ἑκάστου τῶν ἐπιπέδων σχημάτων. λαμβάνει γὰρ γένος τὸ ἐπίπεδον σχῆμα ὅλον τριγώνου καὶ τετραγώνου καὶ πάντων τῶν ἐπιπέδων· ὁμοίως καὶ τὸ στερεὸν τῶν στερεῶν σχημάτων· ἕκαστον γὰρ τῶν σχημάτων τὸ μὲν ἐπίπεδόν ἐστι σχῆμα τοιονδί, οἷον τετράγωνον, τὸ δὲ στερεὸν σχῆμα τοιονδί· σφαῖρα μὲν γὰρ στερεὸν σχῆμα τοιοῦτον, κύβος δὲ τοιοῦτον καὶ πυραμὶς τοιοῦτον. εἰπὼν δὲ τοῦτο προσέθηκε τὸ τοῦτο δέ ἐστι τὸ ὑποκείμενον ταῖς διαφοραῖς, ὡς ὑπὸ τῶν διαφορῶν τοῦ γένους εἰδοποιουμένου καὶ ὑποκειμένου κατὰ τοῦτο αὐταῖς. εἰπὼν δὲ τὸ οὕτως λεγόμενον γένος ὑποκείμενον εἶναι ταῖς διαφοραῖς, κατὰ τὸ ὑποκεῖσθαι αὐτὸ ταῖς διαφοραῖς καὶ ὕλην αὐτὸ προελθὼν ἐρεῖ· ὕλην δὲ λέγει τὸ γένος καὶ ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας. δευτέραν ἀπόδοσιν τοῦ οὕτως λεγομένου γένους ἀποδίδωσι τὸ πρῶτον ἐνυπάρχον ἑκάστου ἐν τῷ ὁριστικῷ καὶ τὸ τί ἦν εἶναι σημαίνοντι λόγῳ, ὃ κατηγορεῖται ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου. τούτου γὰρ δηλωτικὸν τὸ ὃ λέγεται ἐν τῷ τί ἐστι· καὶ γὰρ τὸ οὕτως λεγόμενον γένος σημαίνει τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· τοῦ γὰρ πρώτου ἐν τῷ ὁρισμῷ ἀποδιδομένου διαφοραὶ λέγονται εἶναι αἱ ποιότητες, καθ’ ἃς διαφέρει ἀλλήλων τὰ ὧν ἐν τῷ ὁρισμῷ τὸ αὐτό ἐστι γένος. τότε μὲν οὖν αὐτὸ ἐδήλωσεν ἀπὸ τοῦ ὡς ὑποκείμενον ὑπὸ τῶν διαφορῶν εἰδοποιεῖσθαι, νῦν δὲ ἀπὸ τοῦ ἐν τοῖς ὁρισμοῖς εἶναι τὸ πρῶτον παραλαμβανόμενον καὶ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· διάφοροι δὲ οὖσαι αἱ ἀποδόσεις τοῦ αὐτοῦ εἰσι δηλωτικαί. ποιότητας δὲ τὰς διαφορὰς εἶπεν, ὅτι καὶ πρὸ ὀλίγου ἐν ταῖς διαιρέσεσι τῆς ποιότητος πρώτας ταύτας ἐτίθετο. εἰπὼν δὲ τὰ σημαινόμενα ταῦτα εἶναι τοῦ γένους, ἀνακεφαλαιοῦται αὐτὰ δι’ ὧν δείκνυσιν ὅτι τὰ δύο τὰ ὕστερον ῥηθέντα διάφοροί εἰσιν ἀποδόσεις τοῦ αὐτοῦ σημαινομένου. τὰ μὲν γὰρ κατὰ γένεσιν συνεχῆ τοῦ αὐτοῦ εἴδους γένη λέγεται, ὡς ἀνθρώπων γένος καὶ ἵππων, τὰ δὲ κατὰ τὸ πρῶτον κινητικὸν καὶ αἴτιον τοῖς μετ’ αὐτὸ ὁμοειδέσιν, ὡς λέγεται τὸ Ἡρακλειδῶν γένος καὶ τὸ Ἑλλήνων καὶ τὸ Ἰώνων. οὐκ ἀργῶς δὲ ὁμοειδὲς προσέθηκεν· οὐ γὰρ ἀπὸ τοῦ ὁπωσοῦν πρώτου κινήσαντος τὸ γένος εἶναι λέγεται ἀλλ’ ἂν ὁμοειδὲς αὐτοῖς ᾖ τοῦτο· ὅταν γὰρ ἄνθρωπος ᾖ ὁ τοῦ γένους ἄρξας, τότε τὸ γένος μετ’ αὐτὸν ἀπ’ ἐκείνου. τὸ δὲ ὡς ὕλη φησί, λέγων ὡς ὕλην γένος εἶναι τὸ κοινὸν καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορούμενον. καὶ κατὰ τί ἐστιν ὕλη τοῦτο, ἐδήλωσεν εἰπὼν οὗ γὰρ ἡ διαφορὰ καὶ ἡ ποιότης ἐστί, τοῦτ’ ἐστὶ τὸ ὑποκείμενον, ὃ λέγομεν ὕλην· τῷ γὰρ τὰς διαφορὰς τούτου εἶναι ὡς ὑποκειμένου, καὶ τῷ ταύταις εἰδοποιεῖσθαι, ὡς καὶ ἡ ὕλη τῷ εἴδει, καὶ εἴη ἂν τὸ γένος ὕλη. τῷ γὰρ ποιότητας μὲν εἶναι τὰς διαφοράς, ὑποκεῖσθαι δὲ αὐταῖς τὸ γένος (οὗ γάρ ἐστιν ἡ διαφορά, τοῦτο τῇ διαφορᾷ ὑπόκειται, ὥσπερ καὶ τὸ οὗ ἡ ποιότης τῇ ποιότητι), ἐπεὶ τὸ ταῖς ποιότησιν ὑποκείμενον ὕλη λέγεται, καὶ τὸ γένος ὕλη γίνεται τῶν ὡς διαφορῶν ποιοτήτων. Εἰπὼν δὲ περὶ γενῶν ἑξῆς λέγει τίνα ἐστὶν ἕτερα τῷ γένει. λέγει δὴ ὧν τε ἕτερον τὸ πρῶτον ὑποκείμενον, ταῦτα ἕτερα τῷ εἴδει,1 λέγων πρῶτον ὑποκείμενον τὴν ὕλην· οἷς γὰρ μή ἐστιν ἡ αὐτὴ ὕλη ὑποκειμένη, μήτε ἀναλύεται ἡ τοῦ ἑτέρου ὕλη εἰς τὴν τοῦ ἑτέρου, μήτε ἡ ἀμφοτέρων εἰς τὴν αὐτὴν τῷ εἴδει, ταῦτα ἕτερα τῷ γένει. ὕλην δὲ ἔοικε λέγειν τὴν ἐνεργείᾳ ὑποκειμένην, ἣν καὶ πρώτην εἶπε, λέγων πρώτην τὴν προσεχῆ πρὸς ἀντιδιαστολὴν τῆς ἐσχάτης κατὰ ἀνάλυσιν,2 ἣ καὶ κυρίως ἐστὶ πρώτη· οἷον τῷ ἀνδριάντι χαλκὸς ὑπόκειται, τῷ δὲ κρυσταλλίνῳ ἐκπώματι ὕδωρ, καὶ εἰσὶν αὗται διαφέρουσαι, ἀλλ’ ἡ τοῦ ἀνδριάντος ὕλη εἰς τὴν τοῦ κρυσταλλίνου ἀναλύεται, εἴ γε τηκτὸν μὲν ὁ χαλκός, πάντα δὲ τὰ τηκτὰ ἐξ ὕδατος.
他没有再提及从地域而言的族,根据这种含义,某人被称为在族上是亚细亚人或埃及人;因为按此方式言说的人确实不是根据最初的推动者而被如此称呼的。随后,他阐述了同一含义的两种表述;因为对于在相上相异的多数事物而言的属……他给出了两种表述……作为诸种差的基底;因为他说“平面图形本身”;因为应当在“平面”上加上“图形”;因为这是各平面图形的属。事实上,他将整个平面图形视为三角形、四边形以及所有平面[图形]的属;对于立体图形,立体[图形]也是同样;因为各图形中,一方面是某种特定的平面图形(例如四边形),另一方面是某种特定的立体图形;因为球体是这样的立体图形,立方体是这样的,棱锥体也是这样的。在说了这一点之后,他补充道“而这就是诸种差的基底”,意即属被诸种差赋予形式,并在这方面充当它们的基底。在说了如此言说的属是诸种差的基底之后,由于它是诸种差的基底,他在后面也将称其为质料;而且他在本论著的卷七(Ζ)中也将属称为质料。作为对如此言说的属的第二种表述,他给出了在各事物的标示本质的定义性说明中首先内在且在基底的“何所是”中被述说的东西。因为“在何所是中被言说的”正表明了这一点;因为按此方式言说的属,确实意味着在“何所是”中述说于在相上相异的多数事物之物;因为那些在定义中具有相同属的事物据以彼此相异的诸性质,被称为定义中首先给出的东西的种差。因此,当时他是从作为基底而被诸种差赋予形式这一点来揭示属的,而现在则是从它是定义中首先采用的且在“何所是”中被述说这一点来揭示的;尽管表述不同,它们所揭示的却是同一事物。他之所以将诸种差称为性质,是因为不久前在性质的划分中他也将这些列为首要的。在说明了属的这些含义之后,他将它们进行了概括,并通过这些概括表明后说的两者是同一含义的不同表述。因为有些属是按照同一相的连续生成而被言说的(如人类和马类的属),而有些属则是按照最初的推动因且对其后同相者而言的原因而被言说的(如赫拉克勒斯后裔之族、希腊人之族和伊奥尼亚人之族)。他加上“同相的”并非徒劳;因为并非根据任何随意的最初推动者就称其为一个族,而是当这推动者与他们同相时才如此言说;因为当始创该族的是人时,其后的族便出自他。他说“作为质料”,是将那共通且述说于在相上相异的多数事物之物称为作为质料的属。而这在何种意义上是质料,他通过说“因为种差与性质所属的东西,正是我们称为质料的基底”作出了说明;因为由于种差属于作为基底的这东西,且这东西被种差赋予形式(如同质料被形式赋予一样),属也将是质料。因为种差既然是性质,而属充当它们的基底(因为种差所属之物即充当种差的基底,正如性质所属之物充当性质的基底一样),既然充当性质之基底者被称为质料,属也就成了作为种差的诸性质的质料。 在讨论了属之后,他接着讨论哪些事物在属上是不同的。他说,最初基底相异的事物,这些在相上是相异的,他所说的最初基底是指质料;因为凡不是同一质料作为基底、一方的质料不能还原为另一方的质料、且两者的质料都不能还原为在相上相同的质料者,这些事物在属上是不同的。而他所说的质料似乎是指现实态中作为基底的质料,他也将其称为最初的,称直接邻近的质料为最初的,以区别于还原中的终极质料(而终极质料才是在严格意义上最初的);例如,青铜是雕像的基底,而水是水晶杯的基底,这些固然是相异的,但雕像的质料能够还原为水晶杯的质料,如果青铜确实是可熔化的,且所有可熔化之物都源于水的话。
- 5.15ὧν τε ἕτερον τὸ πρῶτον ὑποκείμενον, ταῦτα ἕτερα τῷ εἴδει
尽管上下文讨论的论题是“在属上相异者”(ἕτερα τῷ γένει,见前后文),但传抄文本作 ταῦτα ἕτερα τῷ εἴδει(“这些在相上是相异的”)。在句法上,译文保留了关系从句 ὧν... 与主句 ταῦτα... 的照应关系,并忠实依照手稿字面进行了翻译。
- 5.15λέγων πρώτην τὴν προσεχῆ πρὸς ἀντιδιαστολὴν τῆς ἐσχάτης κατὰ ἀνάλυσιν
分词 λέγων 的双重宾格结构,其中 τὴν προσεχῆ(直接/邻近质料)作直接宾语,πρώτην 作宾语补足语(“称邻近质料为最初的”)。介词短语 πρὸς ἀντιδιαστολὴν τῆς ἐσχάτης(“为与终极质料相对照”)解释了此处的语用差异:此处将直接基底称为“第一”,以区别于通过分析还原所达到的终极质料(严格意义上的第一质料)。
