← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§41.16-43.9

毕达哥拉斯学派的对立说与爱利亚学派的一元论

亚历山大解释了毕达哥拉斯学派如何将数视为质料因以及状态和性向的动力因并确立十种对立,以及他们与阿尔克迈翁的异同;随后阐明了亚里士多德对爱利亚学派一元论者(巴门尼德与梅利索)的区分,即二人分别着眼于形式与质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40

" Ἀλλ’ οὗ δὴ χάριν ἐπερχόμεθα." Ὑπομιμνήσκει τοῦ ἐκ τῆς προειρημένης ἱστορίας πρὸς τὰ προκείμενα χρησίμου· χρήσιμον γὰρ τὸ ἰδεῖν εἰς τί τῶν αἰτίων ἀνῆγον καὶ οἱ Πυθαγόρειοι τὰς ἀρχάς. φαίνεσθαι δή φησιν ἐξ ὧν λέγουσιν ὅτι ὁ ἀριθμὸς αὐτοῖς ἀρχὴ τῶν ὄντων ἦν ὡς ὕλη· ἐκ γὰρ τῆς συνθέσεως τούτων ἐγέννων πάντα τὰ ἄλλα. τὸ δὲ ὡς πάθη τε καὶ ἕξεις εἴη ἂν δηλωτικὸν τοῦ τοὺς ἀριθμοὺς αὐτοῖς καὶ τῶν παθῶν καὶ τῶν ἕξεων εἶναι γεννητικούς τε καὶ αἰτίους, ὅπερ εἴη ἂν τὸ ὡς ποιητικὸν αἴτιον· κατὰ γὰρ τὰς ἐν τούτοις διαφορὰς τά τε πάθη καὶ τὰς ἕξεις ἐγγίνεσθαι τοῖς ἐξ αὐτῶν συγκειμένοις. τὰ γὰρ πάθη τε καὶ αἱ ἕξεις τῶν ἀριθμῶν τῶν ἐν τοῖς οὖσι παθῶν τε καὶ ἕξεων αἴτια, οἷον τὸ διπλάσιον, τὸ ἐπίτριτον, τὸ ἡμιόλιον. ἢ ὡς Ἀσπάσιος, ὁ μὲν ἀριθμὸς ὕλη, πάθος δὲ τὸ ἄρτιον, ἕξις δὲ τὸ περιττόν. ἢ τῶν ἀριθμῶν ὁ μὲν ἄρτιος ὕλη τε καὶ πάθος, ὁ δὲ περιττὸς ἕξις. σαφῆ δὲ ἃ τούτοις προστίθησιν, ὅτι πεπερασμένον τὸ περιττὸν κατ’ αὐτούς, ἄπειρον δὲ τὸ ἄρτιον, τὸ δὲ ἓν ἐξ ἀμφοῖν· διὸ καὶ ἄρτιον καὶ περιττὸν ἡ μονάς· καὶ ὅτι ἐκ τοῦ ἑνὸς συγκειμένου ἐκ περιττοῦ τε καὶ ἀρτίου ἡ γένεσις τῷ ἀριθμῷ καὶ πῶς· ὡς γὰρ προειρήκαμεν. ἱστορεῖ δὲ ὅτι τινὲς τῶν Πυθαγορείων τὰς ἀρχὰς δέκα ὑπετίθεντο ἐναντιώσεις, ὃς καὶ πρῶτος τέλειος ἀριθμὸς αὐτοῖς ἐστι, κατὰ συστοιχίας τινὰς τιθέντες, εἰς ἃς ἀνῆγον καὶ τὰ ὄντα. καὶ τίνες αὗταί εἰσιν, ἐκτίθεται· πέρας γὰρ καὶ ἄπειρον, περιττόν τε καὶ ἄρτιον, ἓν καὶ πλῆθος, δεξιὸν καὶ ἀριστερόν, ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθὺ καμπύλον, φῶς σκότος, ἀγαθὸν κακόν, τετράγωνον ἑτερόμηκες. ἱστορεῖ δὲ ὡς καὶ Ἀλκμαίωνος τοῦ Κροτωνιάτου τὸν αὐτὸν τούτοις τρόπον περὶ τῶν ἀρχῶν ἀποφηναμένου·1 εἰς γὰρ ἐναντίωσίν τινα ἕκαστον τῶν ὄντων ἀνάγειν ἐπειρᾶτο καὶ οὗτος ὡς ἀρχῶν οὐσῶν τῶν ἐναντιώσεων. διαφέρει δὲ τῶν Πυθαγορικῶν ὅτι οἱ μὲν δεκάδας ποιοῦντες ταύτας μὲν ἐξετίθεντο ὁρίζοντες, ὁ δὲ τὴν τυχοῦσαν ἐναντίωσιν ἀρχὴν ἔλεγεν ἀδιορίστως· οὕτως δὲ πᾶσα ἂν ἐναντίωσις ἀρχὴ γίνοιτο αὐτῷ. κοινὸν μὲν οὖν τῶν Πυθαγορικῶν, οἳ ταύτης ἐγένοντο τῆς δόξης, καὶ Ἀλκμαίωνος τὸ ἐναντίας λέγειν εἶναι τὰς ἀρχὰς τῶν ὄντων· πόσαι δὲ καὶ τίνες αὗται, τῶν Πυθαγορικῶν ἴδιον. προσιστορεῖ δὲ ὅτι καὶ ἀρχὴν καὶ αἴτιον τὸν ἀριθμὸν ἔλεγον ὡς ὕλην, οὐχ ὡς ἄντικρυς μὲν αὐτῶν ἀποφηναμένων οὕτως (οὐδεὶς γὰρ περὶ τούτων, ὥς φησιν αὐτός, διεσάφησεν), ὡς δὲ ἑπόμενον αὐτοῖς ἐξ ὧν ἔλεγον· ἐκ γὰρ τούτων συγκεῖσθαί τε καὶ συνεστάναι πάντα φασὶ τὰ ὄντα ἐνυπαρχόντων. εὐλόγως δὲ ἐχρήσατο ἐπὶ τῆς τοιαύτης γενέσεως τῷ πεπλάσθαι· πλάσματι γὰρ ἔοικεν ἡ γένεσις ἡ τοιαύτη οὐδὲν εὔλογον ἔχουσα.

“然而我们探究[这些事情]是为了那个目的。” 他提醒人们注意在前述考察中对于当前论题有用的内容;因为看到毕达哥拉斯学派的人们也将这些原理归结为何种原因,乃是有益的。他说,从他们所谈论的事情来看,数在他们那里显然是作为质料的存在者之原理;因为他们正是从这些[数]的结合中生成了其他所有事物。而“作为状态与性向”这一措辞,表明在他们看来数既是各种状态也是各种性向的生成者和原因,这当是作为动力因的原因;因为依照这些[数]中的差异,状态与性向才在由它们构成的事物中产生出来。事实上,数的各种状态与性向正是存在者之中的各种状态与性向的原因,例如二倍、三分之四比(一又三分之一)和二分之三比(一又二分之一)。或者依照阿斯帕西乌斯的[解释],数是质料,偶数是状态,奇数是性向。或者,在数之中偶数既是质料又是状态,而奇数是性向。他在此后补充的内容是清晰的:依照他们,奇数是有限的,偶数是无限的,而一由二者构成(因此单子既是偶数又是奇数);并且由奇数与偶数构成的一生成了数,以及这是如何生成的;因为这正如我们先前所说的那样。他还记述道,毕达哥拉斯学派的某些人将诸原理设定为十种对立,这十在他们看来也是第一个完全数,他们依照某些对立序列安排它们,并将存在者也归结于它们。他列举了这些对立究竟是什么:即限定与无限、奇数与偶数、一与多、右与左、男与女、静止与运动、直与曲、光与暗、善与恶、正方形与长方形。他还记述道,克罗顿的阿尔克迈翁也以与这些人相同的方式就诸原理发表了见解;因为他也试图将存在者中的每一事物归结于某种对立,理由是对立就是原理。但他与毕达哥拉斯学派的不同之处在于,后者构成了十组并将它们加以规定后陈述出来,而他则无规定地称任意的对立为原理;这样一来,任何对立对他而言都可以成为原理。因此,持这一主张的毕达哥拉斯学派人与阿尔克迈翁的共同之处在于,他们都说存在者的原理是对立的;但这些原理有多少以及是哪些,则是毕达哥拉斯学派所特有的。他还进一步记述道,他们称数是作为质料的原理和原因,并不是说他们公然如此宣告(因为正如他自己所言,关于这些事情没有人清楚说明过),而是作为从他们所谈论的事情中合理推导出来的结论;因为他们主张存在者的一切事物都是由作为内在成分的这些[数]构成并建立起来的。他在谈及这种生成时合乎情理地使用了“捏造出来”这一措辞;因为这种生成毫无合理性可言,恰似一种凭空捏造。

§1.41

"Τῶν μὲν οὖν παλαιῶν καὶ πλείω λεγόντων τὰ στοιχεῖα τῆς φύσεως." Τουτέστι τὰ τῶν φυσικῶς γιγνομένων στοιχεῖα. πλείω δὲ λέγει ἤτοι τὰ ὑλικά, ἢ πλείω τὰ στοιχεῖα ἀντὶ τοῦ τὰ αἴτια· πρὸς γὰρ τῇ ὕλῃ καὶ τὴν ποιητικήν τινες εἶπον, ὡς ἱστόρησε. μετὰ δὲ τὴν τούτων ἱστορίαν μνημονεύει πάλιν τῶν ἓν τὸ ὂν εἶναι θεμένων, οὐκ ἀρχὴν μίαν, ὡς τῶν φυσικῶν τινες, ἀλλ’ ὡς τοῦ παντὸς μιᾶς φύσεως οὔσης· ὧν ἦν Ξενοφάνης τε καὶ Μέλισσος καὶ Παρμενίδης. ἣν καὶ ἱστορίαν ἄχρηστον εἰς τὴν περὶ τῶν ἀρχῶν καὶ αἰτίων ζήτησίν φησιν· οὐ γὰρ ἀρχὴν οὐδ’ αἴτιον τὸ ἓν ἐτίθεντο οὕτως ὡς οἱ ὕδωρ ἢ πῦρ ἢ ἀέρα λέγοντες, ἔπειτα ἐκ τούτου κινουμένου τὰ ἄλλα γεννῶντες, ἀλλὰ τὸ ὂν ἓν ἔλεγον καὶ ἀκίνητον. προσιστορεῖ δὲ καὶ τὴν διαφορὰν τὴν Μελίσσου τε καὶ Παρμενίδου περὶ τοῦ ἑνός· οὐ γὰρ τὸν αὐτὸν τρόπον ἀμφότεροι ἀπεφήναντο περὶ τοῦ παντός, ἓν αὐτὸ λέγοντες εἶναι, οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν.2 τοῦ μὲν κατὰ φύσιν, ὅτι αὐτῶν ὁ μὲν ἐπὶ τὴν ὡς ὕλην φύσιν ἔβλεψεν, ὁ δὲ ἐπὶ τὴν ὡς εἶδος, τοῦ δὲ καλῶς, ὅτι ὁ μὲν αὐτῶν κάλλιον ὁ δὲ χεῖρον εἶπε καὶ ὁ μὲν εὐλογώτερον ὁ δὲ ἧττον. τὸν μὲν γὰρ Παρμενίδην φησὶν ἐπὶ τὸ εἶδος βλέψαντα καὶ τὸν λόγον ἀποφήνασθαι τὸ ὂν ἓν εἶναι, διὰ τοῦτο καὶ πεπερασμένον (τοῦ γὰρ λόγου καὶ εἴδους τὸ περατοῦν τοῦτο ἐν ᾧ ἂν γένηται), Μέλισσον δὲ ἐπὶ τὴν ὕλην ἐνεχθῆναι, διὸ καὶ ἄπειρον αὐτὸ ὑποθέσθαι· ἡ γὰρ ἀπειρία τῆς ὕλης.

“那么,在谈论自然元素是多数的古人那里。” 这就是说,依自然生成的事物的元素。他说“多数”,或者是说质料性的[元素]是多数,或者是用“诸元素”代指“诸原因”而说是多数原因;因为正如他所记述的,在质料之外有些人还谈论了动力因。在考察了这些学者之后,他又提及了那些主张存在者是一的人,这些人并非像某些自然哲学家那样设定单一的原理,而是把宇宙全体设定为具有单一的自然本性;在这些人中有色诺芬尼、梅利索和巴门尼德。他说这一考察对于探求原理与原因而言是无用的;因为他们并没有像那些主张水、火或空气的人那样将一设定为原理或原因——后者继而从这一元素的运动中生成其他事物——而是声称存在者是一且不动的。他还进一步记述了梅利索与巴门尼德关于一的差异;因为二者虽然都声称宇宙全体是一,但在妥当性上或在合乎事物本性上,他们并不是以相同的方式发表见解的。就“合乎事物本性”而言,是因为他们中的一人着眼于作为质料的本性,而另一人则着眼于作为形式的本性;就“妥当性”而言,是因为他们中的一人说得更好,另一人说得较差,一人更合乎情理,另一人则较不合乎情理。因为他说,巴门尼德着眼于形式和定义发表见解称存在者是一,并因此也是有限的(因为定义与形式的功能正是限定它所产生于其中的事物),而梅利索则倾向于质料,因此也假定它为无限;因为无限性乃属于质料。

语法注2 条
  1. 1.40ὡς καὶ Ἀλκμαίωνος τοῦ Κροτωνιάτου τὸν αὐτὸν τούτοις τρόπον περὶ τῶν ἀρχῶν ἀποφηναμένου

    在主要动词 ἱστορεῖ 之后,连词 ὡς 引导了一个属格独立结构(Ἀλκμαίωνος ... ἀποφηναμένου)。在此它在间接引语中充当表达所报道内容的结构:“他记述道阿尔克迈翁也……发表了见解”。

  2. 1.41οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν

    中性单数属格冠词 τοῦ 将副词 καλῶς 和介词短语 κατὰ φύσιν 名词化,充当依附于前文动词短语 ἀπεφήναντο περὶ τοῦ παντός 的限定/方面属格(“无论就妥当性而言,还是就合乎事物本性而言[他们都不是以相同方式发表见解的]”)。紧随其后的句子(τοῦ μὲν κατὰ φύσιν, ὅτι ... τοῦ δὲ καλῶς, ὅτι ...)分别承接这两个方面并解释其理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:41.16-43.9