← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§427.5-428.26

残缺的条件与属的多种含义导论

亚历山大阐明了《形而上学》卷五第27章关于“残缺的”成立条件(必须具有位置与连续性,且必须是不可再生的突出末梢而非核心部分的切除),随后开始注解第28章关于“族(属)”的多重含义(同相者的连续生成以及源自始祖的血统世系)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#15

ὅτε δὲ μετὰ τὴν ἀφαίρεσιν τὴν μορίου τινὸς ἄλλο τι εἶδος μεταλαμβάνει, ἐπὶ τούτων οὐ λέγεται1 τὸ κολοβόν, ὃ γίνεται ἐπὶ τῶν ἀριθμῶν. προστίθησι δὲ ὅτι οὐδὲ ἐπὶ πάντων τῶν ἀνομοιομερῶν τὸ κολοβὸν λέγεται, ὡς προειρηκὼς ὅτι δεῖ ἀνομοιομερῆ εἶναι διὰ τοῦ εἰπεῖν ὅλα. οὐ δὴ ἐπὶ πάντων τῶν ἀνομοιομερῶν τὸ κολοβὸν λέγεται, ἀλλὰ ἐπὶ τῶν θέσιν ἐχόντων, ὃ φθάσαντες εἰρήκαμεν· οὐ γὰρ ἐπεὶ τοῦ ἀριθμοῦ ἔστιν ὡς διῃρημένου ἀνόμοια τὰ μέρη, οἷον τοῦ πέντε (ἄρτια γὰρ καὶ περισσὰ τὰ δύο καὶ τρία, μέρη ὄντα αὐτοῦ), ἀλλ’ οὐ διὰ τοῦτο ἤδη ὁ ἀριθμὸς κολοβός τις λέγεται. δεῖ γὰρ οὕτως ἔχειν τὰ μέρη τοῦ ἐσομένου κολοβοῦ ὡς ποιεῖν τὴν θέσιν αὐτῶν τὴν τῶν μορίων διαφορὰν τοῦ εἴδους, ὃ οὐ γίνεται ἐπὶ τοῦ ἀριθμοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν θέσιν ἔχει τὰ μόρια αὐτοῦ, ὡς εἴρηται ἐν Κατηγορίαις. διὰ τοῦτο γὰρ οὐδὲ τὰ ὁμοιομερῆ κολοβά, ὅτι ἡ μετάθεσις αὐτῶν τῶν μορίων οὐ ποιεῖ διαφοράν. ἔτι δεῖ εἶναι, φησί, συνεχῆ τὰ ἐσόμενα τῇ ἀφαιρέσει τινὸς μορίου κολοβά. ἡ γὰρ ἁρμονία σύγκειται μὲν ἐξ ἀνομοιομερῶν (μέσης γὰρ καὶ παρανήτης καὶ παρυπάτης καὶ ὑπάτης), ἀλλὰ καὶ θέσιν καὶ τάξιν ἔχει ἕκαστον τούτων (ἐν γὰρ τῇ ποιᾷ θέσει τούτων πρὸς ἄλληλα ἡ ἁρμονία, καὶ μετατιθεμένων ἀλλάσσεται)· ἀλλ’ οὐ λέγεται κολοβὸς ἁρμονία, ὅτι μὴ συνεχής ἐστι μηδὲ ὅλη, ἀλλ’ ἐκ διωρισμένων καὶ κεχωρισμένων μερῶν. καὶ ὁ ἀριθμὸς δὲ τοιοῦτον. δείξας δὲ δι’ ὧν πεποίηται διορισμῶν ὅτι τὸ κολοβὸν ἐν τοῖς ὅλοις λεγομένοις ποσοῖς, ἑξῆς δείκνυσιν ἡ ὁποία καὶ ἡ τίνος καὶ ἐν τίσιν ἀφαίρεσις τὸ ὅλον κολοβὸν ποιεῖ· λέγει γὰρ ὅτι μηδὲ ἐπὶ τῶν συνεχῶν τε καὶ ὅλων παντὸς ἀφαιρουμένου μέρους τὸ καταλειπόμενον γίνεται κολοβόν. οὔτε γὰρ ἂν τὰ κύρια τοῦ εἴδους τε καὶ τῆς οὐσίας τοῦ ὅλου τε καὶ συνεχοῦς ἀφαιρεθῇ, ἔτι τὸ καταλειπόμενον κολοβόν (οὐ γὰρ λέγεται κολοβὸν ζῷον τῆς κεφαλῆς ἀφαιρεθείσης αὐτοῦ, ὅπερ οὐδὲ ζῷον ἔτι μένει), ἀλλ’ οὐδ’ ἂν ὁπουοῦν τι τῆς συνεχείας ἢ ὁτιοῦν ἀφαιρεθῇ τε καὶ διαιρεθῇ, κολοβὸν εὐθύς· ἡ γοῦν κύλιξ οὐ λέγεται κολοβὸν ἂν τρυπηθῇ· ἀλλ’ ἂν τὸ οὖς αὐτῆς ἀφαιρεθῇ ἤ τι ἄλλο ἀκρωτήριον, τότε κολοβός. ὁμοίως καὶ τοῦ ἀνθρώπου ἢ ἄλλου τινὸς ζῴου ἂν μὲν σάρκα ἀφέλῃς ἢ σπλῆνα ἐκτέμῃς, οὐ κολοβός, ἂν δὲ ῥῖνα ἢ οὖς ἢ δάκτυλον, τότε κολοβός. καὶ τῶν ἀκρωτηρίων ταῦτά φησιν ἀφαιρεθέντα κολοβοὺς ποιεῖν, ὅσα ἀφαιρεθέντα ὅλα οὐκέτι φῦναι ἢ αὐξηθῆναι δύναται· δι’ ἣν αἰτίαν λέγει τοὺς φαλακροὺς μὴ λέγεσθαι κολοβούς, ὅτι αἱ τρίχες φύσιν ἔχουσιν ἀφαιρούμεναι τοῦ ὅλου πάλιν γίγνεσθαί τε καὶ φύεσθαι. καὶ εἴη ἂν ἴσον τὸ ἀλλ’ ὃ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον τῷ ἀλλ’ ὃ καθόλου ἀφαιρεθὲν μηκέτι γένεσιν ἔχει·2 αἱ γὰρ τρίχες, εἰ καὶ ἐπὶ τοῦ φαλακροῦ οὐκέτι ἔχουσι γένεσιν, ἀλλ’ ἔν γε τῇ φύσει ἐστὶν αὐτῶν τὸ ἀφαιρουμένας γίνεσθαι πάλιν. ἢ τὸ ὅλον προσέθηκεν, ὅτι δύναταί τινος ἐξαιρεθέντος μορίου ἀπό τινος ἀκρωτηρίου, οἷον ὀλίγης σαρκός, αὕτη πάλιν αὐξηθῆναι. αἱ μὲν οὖν τρίχες, εἰ καὶ μὴ ἐπὶ πάντων, ἀλλ’ ἐπὶ τινῶν γε φῦναι πάλιν ἀφαιρεθεῖσαι δύνανται, ἢ καὶ ἐπὶ πάντων, ἀφ’ ὧν ἀφαιροῦνται· οὖς δὲ ἢ ῥὶς ἀφαιρεθέντα οὐδέποτε ἐπ’ οὐδενὸς πάλιν γίνεται. σημειωτέον ὅτι μὴ διαίρεσιν τοῦ κολοβοῦ πολλαχῶς λεγομένου πεποίηται, ἀλλὰ μήνυσίν τε καὶ διδασκαλίαν. Λέγει δὲ καὶ τὸ γένος πολλαχῶς λέγεσθαι· γένος γὰρ λέγεται καὶ ἐπὶ τῶν τὴν γένεσιν συνεχῆ ἐχόντων ὁμοειδῶν ἀλλήλοις· κατὰ γὰρ τὸ σημαινόμενον τοῦτο λέγεται τὸ ἕως ἂν ἀνθρώπων γένος ᾖ· σημαίνεται γὰρ τὸ ἕως ἂν γένεσις συνεχὴς ᾖ τε καὶ μένῃ τῶν ἀνθρώπων. τὸ δὲ τῶν τὸ εἶδος ἐχόντων τὸ αὐτὸ προσέθηκεν, ὅτι μὴ λέγεται ἀνθρώπων γένος εἶναι, ἂν ἵπποι ὦσιν, ἀλλ’ ἂν συνεχεῖς ἄνθρωποι ἐξ ἀνθρώπων γινόμενοι μένωσι. τὸ δέ τι γένος λέγεται, ἀφ’ οὗ ἂν ὦσί τινες πρώτου κινήσαντος καὶ ἀρχηγοῦ γενομένου τοῦ εἶναι αὐτοῖς. οὕτω δ’ Ἕλληνες τὸ γένος λέγονται τῷ ἀφ’ Ἕλληνος εἶναι πρώτου συστησαμένου τὸ γένος αὐτῶν καὶ τοῦ εἶναι αὐτοῖς αἰτίου, ὁμοίως καὶ Ἴωνες οἱ ἀπὸ Ἴωνος, καὶ Ἡρακλεῖδαι ὧν Ἡρακλῆς πρῶτος καὶ ἡγεμὼν τοῦ γένους. οὕτω καὶ Πελοπίδαι λέγονται. λέγεσθαι μὲν οὖν γένος τινῶν καὶ ἀπὸ τοῦ θήλεός φησιν, ὡς λέγονταί τινες ἀπὸ Πύρρας, ὡς ταύτης τοῦ γένους ἀρξαμένης τῷ τεκεῖν, δηλονότι κατὰ τὸν μῦθον, μᾶλλον μὲν ἀπὸ τοῦ γεννήσαντος, ὅτι τοῦ εἴδους οὗτος παρεκτικός,3 ἡ δὲ μήτηρ τῆς ὕλης, κατὰ δὲ τὸ εἶδος τὸ εἶναι ἑκάστῳ μᾶλλον.

然而,当在移除了某个部分之后转变成某种别的相时,在这些事物上并不被称为残缺的,这正是在数的情形中所发生的。他又补充说,残缺的也并非在所有由异质部分构成的事物上都被言说,仿佛他此前通过说“整体”就已经预先表明了它们必须是由异质部分构成的那样。诚然,残缺的并不是关于所有由异质部分构成的事物而被言说的,而是关于具有位置的事物而被言说的,正如我们前面已经说过的;因为并不因为数作为分割之物具有相异的部分(例如五,因为作为其部分的二与三是偶数与奇数),该数就因此立即被称为某种残缺之物。因为将成为残缺之物的部分必须处于这样的状态,即诸部分的位置造成相的差异,但这在数上并不发生,因为正如在《范畴篇》中所言,数的诸部分根本没有位置。正是由于这个原因,由同质部分构成的事物也不是残缺的,因为它们各部分的换位并不造成差异。他说,进一步地,因某个部分的移除而将成为残缺的事物必须是连续的。因为和音固然是由异质部分构成的(由中间弦音、次高弦音、次低弦音和最低弦音构成),并且这些部分的每一个都既具有位置也具有秩序(因为和音就在于这些音相对于彼此的某种配置中,且在被换位时会发生改变);但和音并不被称为残缺的,因为它既不是连续的也不是整体,而是由被限定且分离的部分构成的。数也是这样的。在通过所作的界定表明了残缺存在于被称为整体的数量之中后,他接着表明何种移除、何物的移除以及在何种事物中的移除使整体成为残缺的;因为他说,即使在连续且为整体的事物上,也并非在任何部分被移除时留下的东西都会成为残缺的。因为如果整体且连续之物的相与实体的关键部分被移除了,留下的东西就不再是残缺的(因为动物在头颅被移除后并不被称为残缺的,它甚至根本不再留存为动物了),但如果连续体的任何地方有某物、或任何东西被移除并分割,它也并不立即就是残缺的;至少杯子在被刺穿时并不被称为残缺的,但若它的手柄或其他某个突出末梢被移除了,那时它才是残缺的。同样,在人或某种其他动物身上,如果你切除肉或摘除脾脏,并不是残缺的,但如果是鼻子、耳朵或手指[被移除],那时才是残缺的。而在突出末梢中,他说那些作为整体被移除后不能再生长或增大的部分,在被移除时才使事物成为残缺的;出于这个原因,他说秃顶的人并不被称为残缺的,因为毛发具有在从整体中被移除后再次生成和生长的本性。而“作为整体被移除后不具有生成之物”等同于“完全(全然)被移除后不再具有生成之物”;因为毛发即便在秃顶者身上不再具有生成,但至少在它们的本性中包含着在被移除后再次生成。或者说,他之所以加上“作为整体”,是因为如果从某个突出末梢中切除了某个部分(例如少量的肉),这肉仍能够再次增大。因此毛发即便并非在所有人身上,至少在某些人身上被移除后能够再生长(或者在所有被移除的人身上都是如此);但耳朵或鼻子一旦被移除,在任何人身上都绝不会再生。应当注意,他并未对多重含义的“残缺的”进行划分,而是作出了揭示与教导。 他又说,“族(属)”也是以多重含义被言说的;因为族也述说那些具有连续生成且彼此同相的事物;因为正是按照这种含义而说“只要人类的族存在”;因为这意味着“只要人类的生成是连续的且留存着”。而他之所以加上“具有相同之相的事物的”,是因为如果存在的是马,并不被称为存在人类的族,而是当从人产生的人连续留存时才被如此言说。而某些人出自最早的推动者并作为其存在的创始者,这也称作某种族。因此〔人们〕之所以在族上被称为希腊人,是因为出自作为他们族的最初创立者以及他们存在之原因的赫伦,同样从伊翁而来的人被称为伊奥尼亚人,而赫拉克勒斯作为其族的最早者和领袖的人被称为赫拉克勒斯后裔。珀罗普斯后裔也是这样被称为的。因此他说,某些人的族也可以根据母方而被言说,正如某些人根据皮拉而被言说,这是因为她通过生育开启了该族(显然是依照神话);然而更主要的是根据生身父方而被言说,因为他是提供相的人,而母亲提供质料,且每个事物的存在更多是依照相而成立的。

语法注3 条
  1. 5.15οὐ γὰρ ἐπεὶ τοῦ ἀριθμοῦ ἔστιν ὡς διῃρημένου ἀνόμοια τὰ μέρη, οἷον τοῦ πέντε (ἄρτια γὰρ καὶ περισσὰ τὰ δύο καὶ τρία, μέρη ὄντα αὐτοῦ), ἀλλ’ οὐ διὰ τοῦτο ἤδη ὁ ἀριθμὸς κολοβός τις λέγεται.

    此句是由 οὐ γὰρ ἐπεί(并非因为……)引导的从句与主句中的 ἀλλ’ οὐ διὰ τοῦτο(却并不因此……)相呼应的句式,否定词 οὐ 发生叠用以加强否定语气。整体结构表达:“并非因为数具有相异的部分……数就因此立即被称为残缺的”。

  2. 5.15εἴη ἂν ἴσον τὸ ἀλλ’ ὃ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον τῷ ἀλλ’ ὃ καθόλου ἀφαιρεθὲν μηκέτι γένεσιν ἔχει

    关于亚里士多德原文句中 ὅλον 的句法诠释。亚历山大将分词搭配的 ἀφαιρεθὲν ὅλον(作为整体被移除)改写为副词性含义的 καθόλου ἀφαιρεθέν(完全/彻底被移除),以此说明该词既可作修饰移除程度的状语理解,亦可作修饰被移除肢体本身的名词性/形容词性成分理解。

  3. 5.15μᾶλλον μὲν ἀπὸ τοῦ γεννήσαντος, ὅτι τοῦ εἴδους οὗτος παρεκτικός

    与前句 λέγεσθαι μὲν οὖν γένος τινῶν καὶ ἀπὸ τοῦ θήλεός φησιν(他说某些人的族也可以根据母方而被言说)相对照的省略句。句中承前省略了动词 λέγεσθαι 或 λέγεται,需补足为“[族]更主要的是根据生身父方而被言说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:427.5-428.26