← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§425.23-427.5

整体与全的区别以及残缺成立的条件

注解亚里士多德《形而上学》卷五第26章和第27章,阐明普遍整体与连续整体的区别,根据同质部分与异质部分界定“全”(πᾶν)与“整体”(ὅλον)的差异,并分析事物被称为“残缺的”(κολοβόν)所必须具备的条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#14

οὕτως οὖν ὅλον τὸ ζῷον τῷ ὧν περιεκτικόν ἐστι διῃρημένα ταῦτα ἀπ’ ἀλλήλων καὶ κεχωρισμένα κατὰ τοῦτο εἶναι ἕν.1 καὶ τοῦτο μὲν σημαινόμενον τοῦ ὡς περιέχοντός τινα ὅλου· τὸ δέ τι οὕτως φησὶν εἶναι ἕν ἐκ τῶν ὑπ’ αὐτοῦ περιεχομένων, ὡς συνεχὲς εἶναι καὶ ἕν τι κατ’ ἀριθμόν: τὸ γὰρ ἕν τι καὶ συνεχὲς καὶ ἐκ μερῶν καὶ πεπερασμένον ὅλον οὐ τῷ τὸν τοῦ ὅλου λόγον τὰ μόρια ἀναδέχεσθαι, ἀλλὰ τῇ συνεχείᾳ. τί δέ ἐστι τὸ κυρίως συνεχές, ἐδήλωσε διὰ τοῦ μάλιστα μὲν δυνάμει· κυρίως γὰρ συνεχῆ ταῦτα ἐν οἷς τὰ μέρη δυνάμει ἐνυπάρχει. ἤδη δὲ κἂν ἐνεργείᾳ τὰ μόρια ἐν αὐτῷ, οὕτω μέντοι ὡς ἕν τι ἐκ τῆς ποιᾶς συνθέσεως αὐτῶν γίγνεσθαι κατὰ τὸ εἶδος, ὡς ἐπὶ τῶν συνθέσει γιγνομένων κατὰ τὰς τέχνας. οὕτως οἰκία ἕν τι καὶ πλοῖον. τῶν δὲ οὕτω τὸ ἓν ἐχόντων κατὰ συνέχειαν καὶ ὡς δυνάμει τὰ μέρη ἐν αὐτοῖς εἶναι μᾶλλον φησιν ὅλα τὰ φύσει συνεστῶτα τῶν κατὰ τέχνην εἶναι. μᾶλλον γὰρ ἄνθρωπος ὅλος ἢ ἀνδριάς. ὡς γὰρ ἓν μᾶλλον λέγεται τὸ φύσει τοῦ τέχνῃ ὄντος ἑνός, ὡς εἶπεν ἐν τῇ τοῦ ἑνὸς διαιρέσει, ἧς καὶ ὑπομιμνήσκει ἡμᾶς, οὕτω καὶ ὅλον. καὶ αἰτίαν ἀποδίδωσιν, ὅτι ἡ ὁλότης ἑνότης ἐστίν, ὥστε ὡς ἕν, οὕτω καὶ ὅλον. παρατίθεταί τι καὶ ἄλλο σημαινόμενον τοῦ ὅλου· τοῦ γὰρ ποσοῦ καὶ ἔχοντος ἀρχήν τε καὶ μέσον καὶ ἔσχατον, ὃ εἴη ἂν τοῦ πεπερασμένου δηλωτικόν, ὅσων μὲν παρὰ τὴν ποιὰν θέσιν τῶν μορίων μηδεμία γίνεται διαφορά, τοῦτο πᾶν λέγεσθαί φησιν2 (τοιαῦτά ἐστι τὰ ὁμοιομερῆ τε καὶ ἀσχημάτιστα οἰκείῳ ὅρῳ τε καὶ σχήματι, οἷον ὕδωρ, ἀήρ)· ὅσων δὲ ἡ ποιὰ θέσις τῶν μερῶν διαφορὰν ποιεῖ, ἐπὶ τούτων τὸ ὅλον λέγεσθαι, ὅταν τὴν οἰκείαν τάξιν ἕξει τὰ μέρη, δηλονότι καθ’ ἣν τόδε τι εἶναι τὸ ἐξ αὐτῶν λέγεται. τοιαῦτά ἐστι τὰ ἀνομοιομερῆ, πρόσωπον, χείρ, τὸ ἑκάστου ζῴου σῶμα· ἡ γὰρ τῶν μερῶν θέσις ἐν τούτοις διαφορὰν τῶν ὑποκειμένων ποιεῖται. τοιοῦτον καὶ οἰκία καὶ ναῦς. ὅσα δὲ ὁμοιομερῆ ὄντα μορφήν τινα καὶ σχῆμα προσείληφε, τούτων φησὶ καὶ τὸ πᾶν καὶ τὸ ὅλον κατηγορεῖσθαι, διὰ μὲν τὸ ὑποκείμενον τὸ πᾶν, διὰ δὲ τὴν μορφήν, ἥτις συνέβη αὐτοῖς ἐν τῇ τῶν μερῶν ὑπαλλαγῇ μένειν, ὅλον. οὕτως ἀνδριὰς ὁ ἐκ μιᾶς ὕλης ἐσχηματισμένος, κηρός, ἱμάτιον (καὶ γὰρ τοῦτο μετὰ σχήματός τινός ἐστιν)· ἕκαστον γὰρ τούτων καὶ πᾶν ἐστι καὶ ὅλον. οὐκέτι ἐπὶ τῶν ὑγρῶν τε καὶ ἀσχηματίστων ἁπλῶς φησι τὸ πᾶν καὶ ὅλον κατηγορεῖσθαι, ἀλλὰ μόνον τὸ πᾶν· μὴ γὰρ κατηγορεῖσθαι τοῦ ἀριθμοῦ, καθ’ οὗ τὸ πᾶν, καὶ τὸ ὅλον, εἰ μή τις μεταφορικῶς λέγοι ἐπ’ αὐτῶν τὸ ὅλον. λέγει δὲ καὶ τὸ πάντα λέγεσθαι ἐπὶ τούτοις, ὧν τὸ πᾶν ὡς ἑνός τινος κατηγορεῖται· ἐπὶ γὰρ τῶν ἐξ ὧν τὸ πᾶν, ὡς διῃρημένων λαμβανομένων τὸ πάντα λέγεται· πᾶς ἀριθμός, ὅταν ὡς ἓν λαμβάνηται τὸ ἐκ μονάδων ἄθροισμα· πᾶσαι αἱ μονάδες, ἐξ ὧν ἦν ὁ πᾶς ἀριθμός, ὅταν ὡς διῃρημέναι πάλιν λαμβάνωνται, οὕτως μέντοι ὡς τὸν πάντα ποιεῖν· ὡς τὸ μὲν πάντα κατὰ μορίων κατηγορεῖσθαι ὡς διῃρημένων, τὸ δὲ πᾶν ὡς ἡνωμένων. οὕτω καὶ πάντες ἄνθρωποι, ἢ ὡς ὑπὸ ἓν τὸ πᾶς ἄνθρωπος.. Κολοβὸν δὲ λέγεσθαί φησιν οὐ κατὰ παντὸς ποσοῦ· ἔστι μὲν γὰρ ἐν τῷ ποσῷ τὸ κολοβόν, οὐ μὴν πᾶν ποσὸν ἀναδέχεται τὴν κατηγορίαν ταύτην ἢ τὸ πάθος, οὗ σημεῖον τοὔνομα τοῦτο, ἀλλὰ δεῖ τὸ κολοβὸν μέλλον λέγεσθαι πρὸς τῷ μεριστὸν εἶναι καὶ ὅλον. τὸ δὲ ὅλον δύναται μὲν καὶ συνεχείας αὐτῷ δηλωτικὸν εἶναι, δύναται καὶ τοῦ ἀνομοιομερὲς δεῖν εἶναι· τοῦτο γὰρ εἴρηκε πρὸ ὀλίγου περὶ τοῦ ὅλου, λέγων καὶ ταύτῃ διαφέρειν τὸ ὅλον τοῦ παντός. ἔτι δὲ πρὸς τῷ μεριστὸν εἶναι καὶ ὅλον δεῖν φησιν αὐτὸ καὶ θέσιν ἔχειν, τουτέστι τῶν θέσιν ἐχόντων εἶναι ποσῶν. τὰ δὲ δύο εἶπε μὴ γίνεσθαι κολοβὰ ἀφαιρουμένου τοῦ ἑνός, δεικνὺς ἡμῖν ὅτι οὐδὲ οὕτω κολοβόν τι λέγεται, ἂν ἀφαιρεθῇ αὐτοῦ τὸ ἥμισυ· οὐδέποτε γὰρ ἴσον τὸ κεκολοβωμένον καὶ τὸ λεῖπον αὐτῷ.3 ἐφ’ ᾧ δείκνυσιν ὅτι μὴ μόνον ἐν ἀριθμῷ οὐκ ἔστι κολοβὸς ἀριθμὸς οὗτος οὗ τὸ ἥμισυ ἀφῃρέθη, ἀλλ’ οὐδ’ ἂν ἄλλο τι μέρος ἀφαιρεθῇ, οὐ γίνεται ἀριθμὸς κολοβός, ὡς ἑξῆς λέγει· οὐδ’ ὅλως γάρ, φησίν, ἀριθμὸς κολοβὸς οὐδεὶς γίνεται, ὅτι δεῖ τὸ κολοβὸν τι τὴν αὐτὴν οὐσίαν καὶ ταὐτὸν εἶδος φυλάσσειν.

因此,动物以这种方式是一个整体:通过它所包摄的那些事物虽然彼此分割且分离,但依照这一点而为一。这是作为包含某些事物的整体的一种含义;另一方面他说,某物以作为连续的且在数目上为某一个事物的方式,从被它包摄的事物中成为一。因为作为某一个事物、连续的、由诸部分构成且有限的整体,不是通过各部分接纳整体的说明,而是通过连续性[而成为整体的]。至于何为严格意义上的连续体,他通过“最主要是在潜能上”表明了;因为严格意义上的连续体,是那些部分在其中以潜能存在的事物。但是,即使各部分在其中以现实存在,只要是以依相从它们的某种组合中产生出某一个事物的方式,如在依技术由组合产生的事物的情形中那样,[它就已经是整体了]。以这种方式,房屋和船只是某一个事物。但是他说,在以这种方式依照连续性具有一且各部分在其中以潜能存在的事物中,依自然构成的事物比依技术构成的事物更是整体。因为人比雕像更是整体。因为正如依自然者比依技术为一者更被称为一(正如他在一的划分中所说,他也让我们回忆起这一点),同样它也更被称为整体。并且他给出了原因:因为整体性就是统一性,从而正如它是一,它同样也是整体。他还列举了整体的另一种含义:在具有始端、中段和末端的数量(这将表明有限者)中,凡是不因各部分的某种位置而产生任何差异的事物,他说这被称为“全”(由同质部分构成且未由固有界限和形状所塑形的事物,如水和空气,就是这样的);而凡是各部分的某种位置造成差异的事物,在这些事物上则被称为“整体”,即当各部分具有其固有的秩序时,显然是依照这种秩序,由它们构成的事物被称为“这个”。由异质部分构成的事物就是如此,如脸、手、各个动物的身体;因为在这些事物中,各部分的位置造成了底层事物的差异。房屋和船只也是如此。但是,凡是由同质部分构成却附带接纳了某种形态和形状的事物,他说“全”与“整体”都述说它们:因底层事物而述说“全”,而因在各部分的互换中恰好留存在它们之中的形态而述说“整体”。由同一种质料塑形而成的雕像、蜡、外衣就是如此(因为这也是伴随某种形状的);因为这些事物中的每一个既是全也是整体。他说,在流体和无定形的事物上,不再简单地述说“全”与“整体”,而仅仅述说“全”;因为对于被述说“全”的数目而言,并不能述说“整体”,除非有人在它们身上隐喻地称之为“整体”。他还说,在“全”作为某一单个事物被述说的那些事物上,也被称为“全部(复数)”;因为在构成“全”的那些事物被作为分割之物来把握时,被称为“全部(复数)”:当由单元构成的聚集被作为一来把握时是“全数”;当“全数”所由构成的那些单元再次被作为分割之物来把握,然而其方式又是构成全数时,则是“全部单元”;从而“全部(复数)”是述说作为分割之物的各部分,而“全”则是述说作为联合之物的〔各部分〕。以这种方式,既说“全部人”,或者作为归于一而说“全人”。 他说,“残缺的”并不是关于每一种数量而被言说的;因为残缺固然存在于数量之中,但并非每一种数量都接纳这一述说,或者说接纳以这个名称为表征的这种承受,而是将要被称为残缺的事物除了是可分的之外,还必须是整体。而“整体”对他而言既能够表明连续性,也能够表明必须由异质部分构成;因为他不久前关于整体就说了这一点,说在这方面整体也不同于全。此外,他说除了是可分的且是整体之外,它还必须具有位置,也就是属于具有位置的数量。他说二在去掉一之后并不成为残缺的,这向我们表明,若去掉其一半,某物同样不以这种方式被称为残缺的;因为被致残的部分与它所欠缺的部分绝不是相等的。在此之上他表明,不仅在数目中去掉一半的这个数不是残缺的数,而且哪怕去掉任何其他部分,数也不会成为残缺的,正如他接下来所说的那样;因为他说,任何数都根本不会成为残缺的,因为残缺之物必须保持相同的实体和相同的相。

语法注3 条
  1. 5.15οὕτως οὖν ὅλον τὸ ζῷον τῷ ὧν περιεκτικόν ἐστι διῃρημένα ταῦτα ἀπ’ ἀλλήλων καὶ κεχωρισμένα κατὰ τοῦτο εἶναι ἕν.

    句子的骨架为 οὕτως οὖν ὅλον [ἐστὶ] τὸ ζῷον τῷ ... εἶναι ἕν。带冠词的与格 τῷ 使不定词 εἶναι 名词化,表示原因或方式。ὧν 是被 περιεκτικόν 所支配的属格关系代词,其先行词 ταῦτα 充当不定词 εἶναι 的主语。分词 διῃρημένα ... καὶ κεχωρισμένα 作为述谓性修饰依附于 ταῦτα,带有让步或伴随境况的意味(“尽管彼此分割且分离”)。

  2. 5.15ὅσων μὲν παρὰ τὴν ποιὰν θέσιν τῶν μορίων μηδεμία γίνεται διαφορά, τοῦτο πᾶν λέγεσθαί φησιν

    ὅσων 引导关系从句,承接前文提到的数量(ποσοῦ),作部分属格理解(“在诸如此类的数量中”),或省略了如 ἐπὶ τούτων 的介词结构。主句中的中性单数代词 τοῦτο 概括性地指代从句所指的事物。παρὰ τὴν ποιὰν θέσιν 意为“由于特定位置”或“取决于特定配置”。

  3. 5.15οὐδέποτε γὰρ ἴσον τὸ κεκολοβωμένον καὶ τὸ λεῖπον αὐτῷ.

    此处省略了系动词 ἐστίν。主语由两个名词化分词 τὸ κεκολοβωμένον(被致残而留存的部分)与 τὸ λεῖπον αὐτῷ(所欠缺的部分)并列构成,表语形容词 ἴσον 为中性单数,作述谓性表达(“残缺之物与它所欠缺之物绝不相等”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:425.23-427.5