← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§424.8-425.23

定义中的部分与整体及普遍者的统一

本节注解亚里士多德《形而上学》卷Delta第25章(部分)与第26章(整体),探讨了属与相的分割及其作为定义之部分的关系,并阐明了自然整体与作为普遍者的整体中的统一方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#13

εἶδος δὲ ἤτοι λέγει τὸ τί ἦν εἶναι, μέρη δὲ τὰ ὑπὸ τούτου περιεχόμενα τοῦ εἴδους τε καὶ τοῦ λόγου, ἃ καὶ πρὸ ὀλίγου μέρη καὶ ὕλην τοῦ εἴδους εἶπεν. ἡ μὲν γὰρ κατὰ τὸν λόγον διαίρεσις τοῦ εἴδους χωρὶς τοῦ ποσοῦ γίγνεται, ἡ δὲ εἰς τὰ ἄτομα τῶν εἰδῶν διαίρεσις μετὰ ποσοῦ. ἀλλ’ οὕτως ἔσται οὐκέτι τοῦ γένους τὸ εἶδος μέρος, ἀλλ’ ἀνάπαλιν τὸ γένος τοῦ εἴδους· μέρος γὰρ καὶ τοῦτο τοῦ ὁρισμοῦ, ὡς καὶ αὐτὸς ἐρεῖ μετ’ ὀλίγον. μήποτε οὖν τὸ εἶδος ἀντὶ τοῦ γένους ἀκοῦσαι χρή,1 καὶ λέγοι ἂν διὰ τοῦ εἰς ἃ τὸ εἶδος διαιρεθείη ἄνευ τοῦ ποσοῦ ὡς ἴσον τῷ εἰς ἃ τὸ γένος διαιρεθείη ἄν. τὸ δὲ ἄνευ τοῦ ποσοῦ σημαντικὸν ἂν εἴη τοῦ τὴν διαίρεσιν αὐτοῦ ὡς γένους γίγνεσθαι. δύναται γὰρ τὸ ζῷον καὶ ὡς ποσὸν διαιρεῖσθαι, ὅταν εἰς τὰ μέρη διαιρῆται, κεφαλὴν θώρακα καὶ τὰ ἄλλα, ὡς διαιροῦμεν οὐκέτι ἂν ὡς γένος· δύναται καὶ ὡς γένος διαιρεῖσθαι, οὐχ ὡς σῶμα καὶ ποσόν, ἥτις διαίρεσις αὐτοῦ κατὰ τὰς διαφορὰς γινομένη εἰς τὰ εἴδη διαιρεῖ αὐτό. τοῦτο δ’ ἦν καὶ ὃ εἶπε τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος· ὡς γὰρ εἴδους βούλεται τὴν διαίρεσιν καὶ κατὰ τὸ εἶδος γίνεσθαι· τοιαύτη δὲ ἡ τῶν γενῶν ὡς γενῶν διαίρεσις· οὐ γὰρ ὡς ὅλων οὐδὲ ὡς πλήθους, ἀλλ’ ὡς γενῶν. κατὰ τοῦτο τὸ σημαινόμενον λέγει καὶ τὰ εἴδη μέρη τῶν γενῶν εἶναι. ἔτι φησὶ μέρος λέγεσθαί τινος εἰς ὃ διαιρεῖται ἢ ἐξ οὗ σύγκειται. τὸ δὲ τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος σημαίνοι ἄν2 ὅλον μὲν τὸ ὡς σῶμα ὅλον, οὗ ἡ διαίρεσίς ἐστιν εἰς τὰ μέρη τὰ συμπληροῦντα τὸ ὅλον σῶμα. τὸ δὲ ἢ τὸ εἶδος πάλιν δηλοῖ τὴν ὡς εἴδους διαίρεσιν. ἔστι γὰρ τοῦ εἴδους ὡς εἴδους μέρη, οἷον τῆς ψυχῆς εἴδους οὔσης αἱ δυνάμεις μέρη, εἰς ἃς καὶ ἡ διαίρεσις αὐτῆς. τὸ δὲ ἔχον εἶδος τὸ οὕτως ὅλον ὡς συναμφότερον, οὗ ὡς συναμφοτέρου πάλιν μέρη τό τε ὑποκείμενον σῶμα, οὗ πρώτου τὴν διαίρεσιν ἐποιήσατο (τοιοῦτον γὰρ ἦν τὸ ὡς ὅλον) καὶ τὸ εἶδος, οὗ δευτέρου ἐμνημόνευσε. καὶ ἔστιν ἃ παρατίθεται παραδείγματα τοῦ ὑστέρου τοῦ ἔχοντος εἶδος καὶ ὡς συναμφοτέρου διαιρουμένου· ὁ γὰρ χαλκοῦς κύβος διαιρούμενος εἰς χαλκὸν καὶ γωνίαν εἰς ὕλην καὶ εἶδος διῃρεῖτο· ἡ γὰρ γωνία τοῦ εἴδους δηλωτική. ἔτι, φησί, τὰ ἐν τῷ λόγῳ τῷ δηλοῦντι ἕκαστον καὶ ταῦτα μόρια τοῦ ὅλου. μέρη φησὶν εἶναι ἑκάστου καὶ τὰ τοῦ λόγου τοῦ δηλοῦντος αὐτοῦ τὸ τί ἦν εἶναι μέρη· τὰ γὰρ μέρη τοῦ ὁρισμοῦ μέρη εἴη ἄν, ἀλλὰ παρὰ τὰ τοῦ εἴδους μέρη, ὅτι ὁ τοῦ συναμφοτέρου ὁρισμὸς κατὰ μὲν τὸ εἶδος γίνεται, προσσημαίνει μέντοι καὶ τὴν ὕλην, ὡς δῆλον εὐθὺς ἐκ τοῦ γένους. οὕτω φησὶ γίνεσθαι μέρος τὸ γένος τοῦ εἴδους, ἐπεὶ μέρος ἐστὶ τοῦ ὁρισμοῦ αὐτοῦ. Παρατίθεται δὲ καὶ τὰ τοῦ ὅλου σημαινόμενα· ὅλον γάρ φησι λέγεσθαι οὗ τε μηδὲν ἄπεστι μέρος ἐξ ὧν λέγεται [τῶν] φύσει τὸ ὅλον συνεστάναι·3 ὧν γὰρ φύσει συνεστώτων μηδὲν ἄπεστι μέρος, ὅλα ταῦτα κυρίως. ἄλλο δὲ σημαινόμενον ἐκτίθεται τοῦ ὅλου, ἐν ᾧ καὶ τὰ καθόλου· ἀλλὰ καὶ τὰ τεχνητά, οὐ μόνον τὰ φύσει συνεστῶτα περιλαμβάνει· τὸ γὰρ περιέχον τινὰ ὥστε ἕν τι εἶναι ἐκεῖνα, δηλονότι τὰ περιεχόμενα. διχῶς δέ φησιν ἓν γίνεσθαι τὰ περιεχόμενα· ἢ γὰρ ὡς ἕκαστον τῶν περιεχομένων ἕν τι εἶναι ἢ ἅπαντα ἕν. καὶ πρῶτον λέγει πῶς οἷόν τέ ἐστι τὸ ἕκαστον τῶν ὑπ’ αὐτοῦ περιεχομένων ἕν τι εἶναι καὶ ταὐτόν. τὸ γὰρ καθόλου λεγόμενον τοῦ κατὰ παντὸς δηλωτικόν· τὸ γὰρ κατὰ παντὸς λεγόμενον ὅλον τι δοκεῖ εἶναι· τοῦτο δέ, φησί, τὸ οὕτως ὅλον τε καὶ καθόλου, οὕτως ἐστὶ καθόλου τε καὶ ὅλον ὡς ἐν αὑτῷ πολλὰ περιέχον τῷ κατηγορεῖσθαι καθ’ ἑκάστου αὐτῶν συνωνύμως καὶ ἓν ἅπαντα εἶναι κατὰ τὸ κατηγορούμενον, καὶ ἕκαστον αὐτῶν ὅπερ τὸ κατηγορούμενον εἶναι, τῷ πάντα ὁμοίως τὸν τοῦ κοινοῦ καὶ περιέχοντος αὐτὰ λόγον ἐπιδέχεσθαι. τὸ γὰρ ἓν ἅπαντα εἶναι ὡς ἕκαστον δηλωτικόν ἐστι τοῦ τὴν ἑνότητα ἔχειν αὐτὰ μὴ κατὰ συνέχειαν,4 ἀλλὰ τῷ τὸν αὐτὸν λόγον ἕκαστον αὐτῶν ἐπιδέχεσθαι· ἵππος γὰρ καὶ ἄνθρωπος καὶ κύων καὶ βοῦς ἓν πάντα διὰ τὸ ἕκαστον αὐτῶν ζῷον εἶναι.

他说“相”,要么是指本质(何所是),而“部分”是指被这相与说明所包摄的事物,即他不久前所说的相的部分和质料。因为依说明对相的分割是在脱离数量的情况下进行的,而相向个体的分割则是伴随数量的。但这样一来,相将不再是属的部分,相反,属将成为相的部分;因为正如他自己不久之后将要说的那样,属也是定义的一部分。因此,也许应当将“相”理解为代替“属”,而通过“在没有数量的情况下相所能被分割成的诸事物”,他所说的可能等同于“属所能被分割成的诸事物”。而“没有数量”将表明对它的分割是作为属而进行的。因为动物也可以作为数量被分割,即当它被分割为诸部分,如头、胸以及其他部分时,而当我们这样分割时它就不再是作为属[被分割];它也可以作为属被分割,而不是作为物体和数量,此时依差异进行的分割将它分割为各个相。这也正是他所说的“整体或相或具有相者”的意思;因为他意图使分割成为相的分割且是依相而进行的;而属作为属的分割正是如此;因为这不是作为整体,也不是作为多数,而是作为属。依照这层含义,他说诸相也是诸属的部分。 此外,他说某物的一部分也被说成是它所被分割成的事物,或者是构成它的事物。而“整体或相或具有相者”这一表述将意指:“整体”是指作为物体的整体,对其的分割是分割为补全整个物体的诸部分;而“或相”再次表明作为相的分割。因为存在着相作为相的部分,例如灵魂作为一个相,其诸能力就是部分,对它的分割也就是向这些能力的分割;而“具有相者”是指如同复合体那样作为整体的事物,作为复合体,它的部分再次既包括处于底层的物体(他首先对其进行分割的正是这个,因为作为整体的物体就是如此),也包括相(这是他其次提到的)。并且,对于后者,即具有相且作为复合体被分割的事物,他援引了一些例子;因为青铜立方体被分割为青铜和角,是被分割为质料和相;因为角表明的是相。此外,他说,表明各个事物的说明之中的事物,也是整体的部分。他说,表明各个事物本质的说明的各个部分,也是该事物的各个部分;因为定义的各个部分固然是部分,但不同于相的各个部分,因为复合体的定义是依相而作出的,但它也附带指示了质料,这从属中即可立即看出。他说,属以这种方式成为相的一部分,因为属是相的定义的一部分。 他也列举了“整体”的各种含义;因为他说,在依据自然构成了整体的那些部分中没有任何部分缺失的事物,被称为“整体”;因为在依自然构成的事物中,若没有任何部分缺失,这些事物就在严格意义上是整体。但他阐述了整体的另一种含义,在其中普遍者也被包括在内;但这不仅包括依自然构成的事物,也包括人工制造的事物:即包含某些事物从而使那些事物(显然是被包含的事物)成为某一个整体的那种事物。他说,被包含的事物成为一有两种方式:要么是作为被包含的各个事物都是某一个事物,要么是全部作为一个事物。他首先说明了被它包含的各个事物如何可能成为某一个且相同的事物。因为被称为“普遍”者表明的是“关于一切”;因为关于一切而被言说者似乎是一个整体;他说,这种在如此方式下的整体兼普遍者,之所以是普遍兼整体,是因为它将许多事物包含在自身之内,乃是通过同名同义地述说它们中的每一个,并且依照被述说者而言全部为一,且它们中的每一个恰恰是被述说之物,这是由于所有事物都同样接纳共通且包含它们的那个说明。“全部作为每一个而为一”表明它们具有统一性并非依照连续性,而是通过它们中的每一个都接纳同一个说明;因为马、人、狗和牛全部是一,是由于它们中的每一个都是动物。

语法注4 条
  1. 5.15μήποτε οὖν τὸ εἶδος ἀντὶ τοῦ γένους ἀκοῦσαι χρή

    μήποτε 在此引导谨慎的推测或建议(“因此也许应当……”)。不定式 ἀκοῦσαι(意为“理解”、“领会”)依附于 χρή。

  2. 5.15τὸ δὲ τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος σημαίνοι ἄν

    引述的短语 τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος 被中性定冠词 τὸ 实词化作为主语,搭配带有 ἄν 的希求法動词 σημαίνοι ἄν(“将意指”)作为主要动词。

  3. 5.15οὗ τε μηδὲν ἄπεστι μέρος ἐξ ὧν λέγεται [τῶν] φύσει τὸ ὅλον συνεστάναι

    οὗ 是依附于 ἄπεστι 的属格关系代词(从属格/分离属格)。随后的关系从句 ἐξ ὧν(“从那些……”)包含隐含的先行词,修饰 συνεστάναι(“被构成”)。

  4. 5.15τὸ γὰρ ἓν ἅπαντα εἶναι ὡς ἕκαστον δηλωτικόν ἐστι τοῦ τὴν ἑνότητα ἔχειν αὐτὰ μὴ κατὰ συνέχειαν

    中性定冠词 τὸ 将小句 ἓν ἅπαντα εἶναι ὡς ἕκαστον 实词化作为主语。谓词 δηλωτικόν ἐστι 支配随后的属格冠词不定式(τοῦ ... ἔχειν αὐτά),用以表达所表明的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:424.8-425.23