← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§422.31-424.8

“出于”的其余含义与“部分”的多重意义

亚历山大阐明了“出于某物”的其余含义,区分了可感觉质料与相的质料,探讨了出于局部原因的生成以及基于时间相承和相互转变的生成,随后分析了“部分”的多重含义(数量的任意划取、整除度量单位以及相的分割)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#12

τοῦτο δὲ λέγει δεικνὺς ὅτι ἄλλος ὁ τρόπος οὗτος τοῦ ἔκ τινος τοῦ πρώτου εἰρημένου τοῦ ἐξ οὗ ἐστιν ὡς ὕλης· τὸ γὰρ ἄλλως γὰρ τοῦτο εἶπεν ἀντὶ τοῦ ἄλλως δὲ τοῦτο καὶ ἀνδριὰς ἐκ χαλκοῦ.1 ὁ μὲν γὰρ ἀνδριὰς ἐξ αἰσθητῆς ὕλης2 καὶ μέρους αἰσθητοῦ· πᾶσα γὰρ σύνθετος οὐσία, τουτέστιν ἡ συναμφότερος ἔκ τινος αἰσθητῆς ὕλης καὶ μέρους αἰσθητοῦ. καὶ τὸ εἶδος δὲ καὶ ἡ συλλαβὴ ἐκ τῆς οἰκείας ὕλης (ὕλη γὰρ ἑκατέρου αὐτῶν τὰ οἰκεῖα μέρη). ἀλλ’ οὐκέτι τοῦτο ἐξ αἰσθητῆς ὕλης· τὸ γὰρ δίπουν ἢ τὰ στοιχεῖα οὐκ αἰσθητά. καὶ ἔστιν ὃ λέγει, ὅτι μὴ ὁμοίως τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι ἐκ τῶν μερῶν καὶ τὸ ὅλον ἐκ τῆς οἰκείας ὕλης, καίτοι ἀμφότερα ἐξ ὕλης· τὸ μὲν γὰρ ὅλον καὶ ἡ σύνθετος οὐσία, τουτέστιν ἡ συναμφότερος, ἐξ αἰσθητῆς ὕλης, τὸ δὲ εἶδος οὐκ ἐξ αἰσθητῆς ὕλης ἀλλ’ ἐκ τῆς τοῦ εἴδους ὕλης, ἥτις οὐκ ἔστιν αἰσθητή. οὐ γὰρ αἰσθητὰ τὰ τοῦ ὁρισμοῦ μέρη ἢ τὰ τοῦ εἴδους ὅλως· ὕλη γὰρ τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι τὰ μέρη αὐτοῦ τὰ τοῦ λόγου συμπληρωτικά, ἃ καὶ αὐτὰ λόγῳ λαμβάνεται, ὥσπερ καὶ τὸ εἶδος αὐτό. ἔκ τινός φησι λέγεσθαι, κἂν κατὰ μέρος τι τούτων τις ὑπάρχῃ τῶν τρόπων, οἷον κατὰ μέρος τὸ εἶδος ἢ κατὰ μέρος ἡ ὕλη· ἐκ γὰρ πατρὸς καὶ μητρὸς τὸ τέκνον καὶ ἐκ γῆς τὰ φυτά, ὡς ἔκ τινος μέρους αὐτῶν· ἐκ γῆς μὲν γὰρ τὰ φυτὰ ὡς ἐξ ὕλης (τρέφεται γὰρ καὶ φύεται ἐκ ταύτης), ἀλλ’ οὐχ οὕτως ὡς ἐκ πάσης τῆς γῆς, ἀλλ’ ὡς ἐκ μέρους αὐτῆς. ὁ δὲ ἀνδριὰς ἐλέγετο ἔκ τινος, ὡς ἐξ ὕλης τοῦ χαλκοῦ, ὅτι πᾶς ὁ λαμβανόμενος ὡς ὕλη αὐτοῦ χαλκὸς ὑπέκειτο αὐτῷ· οὐ γὰρ οὕτως ὕλη λέγεται τοῦ ἀνδριάντος ὁ χαλκός, ὅτι μέρος χαλκοῦ ὑπόκειται αὐτῷ, ἀλλ’ ὅτι πᾶς οὗτος ὁ χαλκὸς ὁ λαμβανόμενος ὕλη ἐστὶν αὐτοῦ. πάλιν ἐκ μητρὸς καὶ πατρὸς τὸ τέκνον, τοῦ μὲν ὡς ποιητικοῦ τῆς δὲ ὡς ὕλης, ὧν ἑκατέρου ἐκ μορίου τινὸς τὸ τέκνον· μόριον γὰρ τοῦ πατρὸς τό τε σπέρμα καὶ τὸ ἐξ οὗ τὸ σπέρμα ἀφίεται καὶ αὐτὸ τὸ σπέρμα, καὶ τῆς μητρὸς μόριον τό τε ὑποδεχόμενον τὸ σπέρμα καὶ τὸ ἔμμηνον, ὅ ἐστιν ὕλη τῷ γεννωμένῳ. ἄλλον τρόπον ἔκ τινος λέγεται ὡς μετ’ αὐτὸ γινόμενον τῷ χρόνῳ· τὸ γὰρ μετά τι γινόμενον κατὰ τὸν χρόνον ἐξ ἐκείνου γίνεσθαι λέγεται. οὕτως ἐξ ἡμέρας νύξ, ὅτι μετὰ τὴν ἡμέραν, καὶ ἐξ εὐδίας χειμών, ὅτι μετὰ τὴν εὐδίαν. τῶν δὲ οὕτως ἔκ τινος γίνεσθαι λεγομένων τὰ μὲν τῷ εἰς ἄλληλα αὐτῶν τὴν μεταβολὴν γίγνεσθαι λέγεται ἐξ ἀλλήλων, ὥσπερ ἐπὶ τῶν εἰρημένων (νὺξ γὰρ εἰς ἡμέραν καὶ ἡμέρα εἰς νύκτα μεταβάλλει, καὶ εὐδία εἰς χειμῶνα καὶ ἔμπαλιν· ἐκ γὰρ τῶν ἐναντίων αἱ μεταβολαί, ἐναντία δὲ ταῦτα), τὰ δὲ μόνῳ τῷ ἑξῆς εἶναι κατὰ τὸν χρόνον, ὡς ὅταν λέγηται ἐξ ἰσημερίας ὁ πλοῦς· ὅτι γὰρ μετὰ τὴν ἰσημερίαν· οὐ γὰρ τῇ ἰσημερίᾳ εἰς πλοῦν γίνεται ἡ μεταβολή. ὁμοίως καὶ ἐκ Διονυσίων λέγεται Θαργήλια, καὶ ἐκ Πυθίων Ὀλύμπια. Καὶ τοῦ μέρους δὲ τὸ μέν τί φησιν οὕτως λέγεσθαι εἰς ὃ διαιρεθείη ἄν τὸ ποσὸν ᾗ ποσὸν διαιρούμενον· πᾶν γὰρ τὸ ἀφαιρούμενον τοῦ ποσοῦ ᾗ ποσὸν μέρος ἐκείνου λέγεται ἀφ’ οὗ ἀφῄρηται, ἄν τε καταμετρῇ αὐτὸ ἄν τε μή·3 καὶ γὰρ τὰ δύο τῶν τριῶν μέρος λέγεται. τὸ δὲ ᾗ ποσὸν προσέθηκεν, ὅτι δύναταί τις καὶ ποιότης ἀφαιρεθῆναι τοῦ ποσοῦ, οἷον θερμότης ἢ λευκότης ἢ γλυκύτης, ἀλλ’ οὐ μέρη ταῦτα, ὅτι μὴ ποσὸν αὐτοῦ ἀφαιρεῖται· οὐ γὰρ τῇ τούτων ἀφαιρέσει ἐλαττοῦται κατὰ ποσόν. ἄλλον δὲ τρόπον εἰς ἃ διαιρεθείη ἂν τὸ ὅλον τὰ καταμετροῦντα αὐτὸ μόνα φησὶ μέρη λέγεσθαι· εἶναι γὰρ τὰ δύο τῶν τεσσάρων καὶ τῶν ἓξ καὶ ὅλως τῶν ἀρτίων μέρη· καταμετρεῖ γὰρ αὐτά. οὐκέτι κατὰ τὸ σημαινόμενον τοῦτο οὔτε τὰ τρία τῶν τεσσάρων μέρος οὔτε τὰ δʹ τῶν ἕξ, καίτοι κατὰ τὸ πρῶτον σημαινόμενον ὄντα καὶ αὐτὰ μέρη, ὥσπερ καὶ τὰ δύο τῶν τριῶν, οὐκέτι ὄντα αὐτῶν μέρη κατὰ τὴν δευτέραν ἀπόδοσιν. ἔτι μέρη φησὶ λέγεσθαι καὶ εἰς ἃ τὸ εἶδος διαιρεῖται χωρὶς τοῦ ποσοῦ, τουτέστι μὴ ὡς ποσὸν διαιρούμενον.

他说这番话,是为了表明“出于某物”的这种方式与最初所说的“作为质料从其所出者”不同;因为他所说的“因为这是以另一种方式”,是为了代替“但这以另一种方式,且雕像出于青铜”。因为雕像是出于可感觉质料和可感觉部分的;一切复合实体,即两者的复合体,都是出于某种可感觉质料和可感觉部分的。而相和音节也是出于各自固有的质料(因为它们各自固有的部分就是它们的质料)。但这已不再是出于可感觉质料;因为“双足的”或字母(元素)并不是可感觉的。他所说的意思是,虽然两者都是出于质料,但相以及“本质(何所是)”出于各部分,与整体出于其固有质料,并不是以同样的方式;因为整体与复合实体,即两者的复合体,是出于可感觉质料的,而相不是出于可感觉质料,乃是出于相的质料,而这种质料并不是可感觉的。因为定义的诸部分,或总括而言相的诸部分,并不是可感觉的;相以及本质的质料,乃是其补全说明的诸部分,这些部分本身也正如相本身一样是通过说明而被把握的。 他说,即便这些方式中的任何一种只是局部地成立,某物也被说成“出于某物”,例如相局部地或质料局部地〔成立〕;因为子女出于父亲和母亲,植物出于大地,乃是如同出于它们的一定部分。因为植物出于大地是作为出于质料(因为植物由大地滋养并从中生长),但并非如同出于大地的全体,而是如同出于大地的一部分。另一方面,雕像作为出于青铜这一质料而被说成“出于某物”,是因为被当作其质料的全部青铜构成了它的底层;因为青铜被称为雕像的质料,并不是因为一部分青铜构成了它的底层,而是因为被取用的这全部青铜就是它的质料。再者,子女出于母亲和父亲,前者作为致作原因,后者作为质料,子女是出于他们两者中每一者的一定部分;因为父亲的部分既包括精液和排出精液的器官,也包括精液本身,而母亲的部分既包括接纳精液的器官,也包括月经血,而后者对于生成物而言即是质料。 在另一种方式下,某物被说成“出于某物”,是指在时间上继它之后生成;因为在时间上继某物之后生成的事物,被说成出于那一事物。依此,“夜出于昼”,是因为在昼之后;“风暴出于晴朗”,是因为在晴朗之后。在这些被说成这样出于某物而生成的事物中,有些之所以被说成出于彼此,是因为它们之间相互发生转变,正如前面提到的那些例子(因为夜转变为昼,昼转变为夜,晴朗转变为风暴,反之亦然;因为转变是出于相反者,而这些正是相反者);但另一些事物则仅仅是由于在时间上相承继而被如此言说,例如当人们说航行是“出于春分”时,乃是因为航行在春分之后;因为转变并不是春分转变成航行。同样地,也有人说塔戈里亚节出于酒神节,奥林匹亚竞技出于皮提亚竞技。 关于“部分”,他说,一方面,当数量作为数量被分割时它所能被分割成的那些事物,被称为部分;因为凡是作为数量从数量中被减去的事物,无论它是否能整除(度量)该数量,都被称为它所从中被减去之物的一部分;因为二也被称为三的一部分。他之所以加上“作为数量”,是因为某种性质也可以从数量中被去除,例如热、白或甜,但这些不是部分,因为从中被减去的并不是数量;因为在数量上并不会由于这些性质的去除而减少。他说,在另一种方式下,在整体所能被分割成的事物中,只有那些能整除(度量)整体的事物才被称为部分;因为二对于四、六以及一般的偶数而言是部分;因为二能整除它们。依照这层含义,三不再是四的一部分,四也不是六的一部分,尽管依照第一种含义它们自身也是部分(正如二是三的一部分那样),但依照第二种界定它们已不再是它们的部分。此外,他说,相在脱离数量的情况下所被分割成的事物,即不作为数量而被分割成的事物,也被称为部分。

语法注3 条
  1. 5.15τὸ γὰρ ἄλλως γὰρ τοῦτο εἶπεν ἀντὶ τοῦ ἄλλως δὲ τοῦτο καὶ ἀνδριὰς ἐκ χαλκοῦ

    中性定冠词 τὸ 将引语 ἄλλως γὰρ τοῦτο 实词化,作动词 εἶπεν 的直接宾语,随后的 ἀντὶ τοῦ...(代替……)引导对其预期含义或改述的说明。句中出现两个 γάρ,前者是亚历山大正文的说明性连词,后者则属于引语本身。

  2. 5.15καὶ ἔστιν ὃ λέγει, ὅτι μὴ ὁμοίως τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι ἐκ τῶν μερῶν καὶ τὸ ὅλον ἐκ τῆς οἰκείας ὕλης

    在句式 ἔστιν ὃ λέγει(“他所说的是……”)之后接有解释性的 ὅτι 从句。由于该从句是在间接转述并概括亚里士多德的思想陈述,因而在陈述性内容中使用了否定词 μή 而非 οὐ。

  3. 5.15ἄν τε καταμετρῇ αὐτὸ ἄν τε μή

    由相关连词 ἄν τε... ἄν τε...(“无论……还是……”)构成的让步条件句。动词 καταμετρέω 是数学与逻辑学专业术语,意为“整除”或“完全度量”,在此用于区分数量的任意切分与因数整除的切分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:422.31-424.8