← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§421.18-422.31

具有在某物中与出于某物的多重含义

亚历山大首先讨论了“具有”与“在某物之中”的对应关系,继而阐释了“出于某物”的多种含义:出于质料、出于动因、从复合整体中生成部分,以及反过来由部分构成形式或本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#11

οὐχ ὁμοίως ὁ τύραννος ἔχειν ἐλέγετο τὴν πόλιν· ὁ μὲν γὰρ τύραννος τῷ ἄγειν κατὰ τὴν αὑτοῦ ὁρμήν, ταῦτα δὲ τῷ κωλύειν κινεῖσθαι κατὰ τὴν αὐτῶν ὁρμήν τε καὶ ῥοπὴν τὰ ἐχόμενα ὑπ’ αὐτῶν. ὁμοίως δέ, φησί, τῷ ἔχειν καὶ τὸ ἔν τινι εἶναι ῥηθήσεται· καθ’ ἕκαστον γὰρ σημαινόμενον τοῦ ἔχειν ἔσται καὶ ἐχόμενόν τι ἐν αὐτῷ· τό τε γὰρ ἀγόμενον κατὰ τὴν ἄλλου φύσιν ἢ ὁρμὴν ἔχεσθαι ὑπ’ ἐκείνου λέγεται, ὡς ἡ πόλις ὑπὸ τοῦ τυράννου, ὥστε καὶ ἔστιν ἐν ἐκείνῳ. καὶ τὸ ὂν δὲ ἐν τῷ δεκτικῷ αὐτοῦ ἔχεται ὑπ’ ἐκείνου καὶ ἔστιν ἐν αὐτῷ· τὸ γὰρ εἶδος ὑπὸ τῆς ὕλης ἔχεται, ἢ ἐκείνη ἔχει αὐτό. ἔχεται καὶ τὰ περιεχόμενα ὑπὸ τῶν περιεχόντων (τὰ γὰρ ἐν ἀγγείῳ ἔχεται), καὶ τὸ κωλυόμενον κατὰ τὴν αὐτοῦ ὁρμὴν κινεῖσθαι ὑπὸ τοῦ κωλύοντος. οὕτω καὶ τὰ συνεχόμενα ὑπό τινος ἔχεται ὑπ’ ἐκείνου, καὶ ἔστιν ἐν τῷ ἔχοντι αὐτά. Λέγεται καὶ τὸ ἔκ τινος ἕνα μὲν τρόπον ὡς ἐξ ὕλης, καὶ ταύτης διχῶς· ἢ γὰρ ἐκ τῆς προσεχοῦς, ἣν εἶπεν ὕστατον εἶδος, ἢ ἐκ τῆς πρώτης, ἣν εἶπε πρῶτον γένος.1 ἡ γὰρ πρώτη ὕλη τῶν ὑπ’ αὐτὴν εἴη ἄν πως γένος· τῷ γὰρ ἀνδριάντι προσεχὴς μὲν ὁ χαλκός, ἐσχάτη δὲ ὕδωρ, εἰ εἴη τοῦτο καὶ τοῦ χαλκοῦ καὶ πάντων τῶν τηκτῶν ὕλη. ἢ ἔτι πορρωτέρω ἡ πρώτη ὕλη, ἥτις γένος ἂν εἴη πάλιν τῆς τε ὡς ὕδατος ὕλης καὶ τῆς ὡς χαλκοῦ. ἄλλον δὲ τρόπον ἔκ τινος λέγεταί τι ἐκ τοῦ πρώτως κινήσαντος· ἐκ γὰρ τῆς λοιδορίας ἡ μάχη λέγεται, ὅτι ἐντεῦθεν ἡ ἀρχὴ τῆς μάχης καὶ ἐντεῦθεν ἐποίησε τὴν μάχην.2 ζητήσειεν ἄν τις εἰ ἐπὶ παντὸς ποιητικοῦ ἁρμόζει τὸ ἔκ τινος, ἢ μόνου τοῦ ὡς ἡ λοιδορία τῆς μάχης· οὐ γὰρ δόξει ἐκ τοῦ ἀνδριαντοποιοῦ ὁ ἀνδριὰς λέγεσθαι. ἢ καὶ ἐπὶ τῶν τοιούτων ὁ αὐτὸς λόγος· ἐκ τούτου γὰρ ὁ ἀνδριὰς ἐξ οὗ τὴν ἀρχὴν τοῦ εἶναι ἔχει· ὥστε ἔκ τινος καὶ ὡς ποιητικοῦ. ἄλλον δὲ τρόπον ἔκ τινος λέγεσθαί φησιν, ὡς ἐκ τοῦ συγκειμένου τὸ μέρος, τοῦ συγκειμένου ἐξ εἴδους τε καὶ ὕλης ὄντος καὶ ὄντος ὅλου τινός, † ἐκ γένους τὰ μέρη· ἐκ γὰρ τοῦ συναμφοτέρου ἡ χείρ· ἐκ τοῦ σώματος γάρ, ὅτι τούτου μέρος. λέγει δὲ κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ ἔπος ἐκ τῆς Ἰλιάδος λέγεσθαι· σύνθετον γὰρ ἡ Ἰλιὰς ἐκ τῶν ἐπῶν, ὧν ἕκαστον ἐκ τῆς Ἰλιάδος ἐστὶν ὡς ἐκ τοῦ ὅλου τὸ μέρος· ὅλον γάρ τι καὶ ἡ Ἰλιάς. εἰπὼν δὲ ἐκ τοῦ ὅλου τὰ μέρη, παράδειγμα τοῦ λεγομένου παρέθετο. ὁμοίως φησὶ λέγεσθαι καὶ ἐκ τῆς οἰκίας τοὺς λίθους· ὅλον γάρ τι καὶ τέλειον καὶ συναμφότερον ἐξ εἴδους καὶ ὕλης καὶ ἡ οἰκία· ὅτι γὰρ καὶ ταῦτα ὅλα τε καὶ τέλεια, καὶ οὐ μόνον τὰ φυσικά τε καὶ συνεχῆ, δείκνυσι δι’ ὧν προστίθησι λέγων τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τέλος. ἔστι γὰρ ὃ λέγει, τέλειόν ἐστι τὸ ἔχον τέλος, τέλος δὲ ἡ μορφή, ὥστε τέλειον τὸ ἔχον μορφήν,3 τοῦτο δὲ καὶ ὅλον. τοιοῦτον δὲ τὸ ἐξ ὕλης τε καὶ εἴδους· τοῦτο ἄρα ὅλον τε καὶ τέλειον. καὶ οἰκία δὲ μορφὴν ἔχει, ὥστε καὶ αὐτὴ ὅλον τε καὶ τέλειον. καὶ εἶεν ἂν οἱ λίθοι ἐκ τῆς οἰκίας οὕτως ἔκ τινος ὡς ἐξ ὅλου. ἄλλον δὲ τρόπον τοῦ ἔκ τινος φησιν εἶναι, ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, τὸ ὅλον καὶ τέλειον λέγων. εἶδος δὲ εἶπε τὸ τί ἦν εἶναι, οὐχ ὡς τὸ ὅλον καὶ συναμφότερον· ἐκεῖνο γὰρ εἶπεν ἐκ τῆς ὕλης λέγεσθαι εἶναι. ὁ γὰρ ὁρισμὸς ὁ τοῦ εἴδους δηλωτικὸς τοῦ ἀνθρώπου ἐκ τοῦ δίποδος λέγεται εἶναι, ὅτι ἐνυπάρχει αὐτῷ ὡς μέρος τὸ δίπουν. πάλιν ἡ συλλαβὴ ἐκ τοῦ στοιχείου· ἐκ γὰρ τῶν στοιχείων ἡ συλλαβή, καὶ ὁ λόγος τῆς συλλαβῆς τὴν τῶν στοιχείων σύνθεσιν περιέχει. καὶ εἴη ἂν ἔμπαλιν ἔχον τὸ σημαινόμενον τοῦτο τοῦ ἔκ τινος τῷ εἰρημένῳ πρὸ αὐτοῦ· τότε μὲν γὰρ ἐκ τοῦ ὅλου τὸ μέρος ἐλέγετο ἔκ τινος, ὡς οἱ λίθοι ἐκ τῆς οἰκίας, νῦν δὲ τὸ ὅλον ἐκ τοῦ μέρους. οὐχ ὁμοίως δέ φησι τὸ εἶδος ἐκ τοῦ μέρους λέγεσθαι καὶ τὸ ὅλον ἐκ τῆς ὕλης.

僭主被说成“具有”城邦并不是依同样的方式;因为僭主是通过依自身冲动引导,而这些[如立柱和绳索等]则是通过阻碍被它们持有的事物依其自身的冲动和倾向运动。他说,“在某物之中”也将以与“具有”类似的方式被表述;因为依照“具有”的每一种含义,也都会有某种在它之中被持有的事物。那依另一者的本性或冲动被引导的事物,正如城邦被僭主所持有一样,被说成被那一者所持有,因而也在那一者之中。而那存在于能够接受它的事物之中的,也被该物所持有并存在于该物之中;因为形式被质料所持有,或者说质料具有形式。被包容的事物也被包容者所持有(因为容器之中的事物是被持有的),那被阻碍者阻止依自身冲动运动的事物亦然。这样,被某物维系在一起的事物也被该物所持有,并存在于具有它们的事物之中。 “出于某物”也是以一种方式作为出于质料而被表述的,且这有两种情况:要么是出于近邻质料(他称之为“最后的相”),要么是出于第一质料(他称之为“最初的属”)。因为第一质料在某种意义上会是其下诸事物的属;对雕像而言,青铜是近邻质料,而水是终极质料(如果水是青铜以及所有可熔化之物的质料的话)。或者在更远处的是第一质料,它反过来又既是作为水的质料也是作为青铜的质料的属。在另一种方式下,某物被说成出于某物,是指出于最初引起运动者;因为争斗被说成出于恶言,乃是由于争斗的开端由此而来,并由此产生了争斗。有人可能会探究,“出于某物”是适用于所有致作原因,还是仅适用于如恶言对于争斗那样的情况;因为雕像似乎不会被说成出于雕刻家。或者在这些情况中也是同样的道理?因为雕像是出于那使它具有存在之本原的事物;因此它也是作为出于致作原因而是出于某物的。他说,在另一种方式下,某物被说成出于某物,是如同部分出于复合体,而该复合体是由相与质料构成并且是某种整体。因为手出于复合体;它是出于身体,因为它是身体的一部分。他说,依这种方式,诗行也被说成出于《伊利亚特》;因为《伊利亚特》是由诸多诗行组成的复合体,其中每一行都如同部分出于整体那样出于《伊利亚特》;因为《伊利亚特》也是某种整体。在说了诸部分出于整体之后,他列举了所说内容的例证。 他说,同样地,石头也被说成出于房屋;因为房屋也是某种整体、完备之物,是由相与质料构成的复合体。因为这些事物也是整体与完备之物,而不仅自然之物和连续之物才是,这一点他是通过接下来补充的话来表明的,即“因为形态是终点,而具有终点的是完备的”。因为他的意思是:具有终点的是完备的,形态是终点,因此具有形态的是完备的,而这也就是整体。由质料与相构成的事物正是如此;因此这既是整体又是完备的。房屋也具有形态,所以它自身也是整体和完备的。而石头就会是这样作为出于整体而从房屋中出于某物。他说,“出于某物”的另一种方式,是如同相出于部分,这里他所指的相是那整体与完备之物。但他称本质为“相”,并不是指整体与复合体;因为他说过复合体被说成是出于质料的。表明人的相的定义被说成出于“双足的”,是因为双足作为部分内在存在于定义中。又如音节出于字母(元素);因为音节出于诸元素,音节的说明包含了诸元素的结合。而“出于某物”的这一含义,与在它之前所说的含义恰好相反;因为此前部分被说成出于整体,如石头出于房屋,而现在整体被说成出于部分。但他指出,相出于部分与整体出于质料并不是以同样的方式被表述的。

语法注3 条
  1. 5.15ἣν εἶπεν ὕστατον εἶδος, ἢ ἐκ τῆς πρώτης, ἣν εἶπε πρῶτον γένος

    关系代词 ἣν 指代先行词质料(ὕλη);亚历山大在此解释亚里士多德原文(1023a27)的用法,即用“最后的相(ὕστατον εἶδος)”指代近邻质料(如雕像的青铜),用“最初的属(πρῶτον γένος)”指代第一质料(终极基底)。

  2. 5.15ἐντεῦθεν ἐποίησε τὴν μάχην

    动词 ἐποίησε 以紧接在前的 ἡ λοιδορία(恶言、辱骂)为意义上的主语,表明从这一本原(ἀρχή)出发恶言引发了争斗,从而作为致作或动力原因。

  3. 5.15ἔστι γὰρ ὃ λέγει, τέλειόν ἐστι τὸ ἔχον τέλος, τέλος δὲ ἡ μορφή, ὥστε τέλειον τὸ ἔχον μορφήν

    亚历山大将亚里士多德的论证重构为三段论式的推论结构:明晰地列出推论链条,即“完备之物即具有终点者”、“形式/形态即终点”,因此“具有形式/形态者即完备之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:421.18-422.31