- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:417.4-418.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于亚里士多德《形而上学》卷五第19至21章,阐释了排列(依场所、潜能或形式的秩序)、状态或具有(作为现实活动且排除无穷倒退的具有,以及作为持久性质的状态)与受动(涉及性质变化的性质)的多种含义。
Λέγει δὲ καὶ τὴν διάθεσιν πολλαχῶς λέγεσθαι· τοῦ γὰρ ἔχοντος μέρη ἡ διάθεσις τάξιν τινὰ σημαίνει τῶν μερῶν, ἤτοι τὴν κατὰ τόπον καὶ θέσιν, ἥτις ἐπὶ τῶν συνηγμένων ἂν εἴη, ὡς τῶν ὄντων ἐν τόπῳ, ὅταν λέγωμεν τὸ στρατόπεδον διακεῖσθαι καλῶς τῷ κατὰ μὲν τόνδε τὸν τόπον τὸ ἱππικὸν μέρος αὐτοῦ τετάχθαι κατὰ δὲ τόνδε τὸ πεζόν,1 καὶ διάθεσιν οἰκίας τὴν τεταγμένην κατὰ τόπον τὴν τῶν μερῶν θέσιν· ἢ κατὰ δύναμιν, ὡς ἔχει ἐπὶ τῶν τῆς ψυχῆς μερῶν· ἔστι γὰρ ἡ μὲν πρώτη δύναμις αὐτῶν ἡ δὲ δευτέρα, πρώτη μὲν ἡ θρεπτική, δευτέρα δὲ ἡ αἰσθητική· ἢ τὴν κατὰ τὸ εἶδός τε καὶ τὴν μορφήν, ὡς ὅταν λέγωμεν τὴν τοῦ ἀνδριάντος διάθεσιν ἢ τῆς εἰκόνος. ὃ δὲ ἐπιλέγει, θέσιν γὰρ δεῖ τινα εἶναι, ὥσπερ καὶ τοὔνομα δηλοῖ ἡ διάθεσις, ἐπὶ μὲν τῆς κατὰ τόπον τάξεως τῶν μερῶν καὶ τῆς κατὰ τὸ εἶδος κυρίως δόξει λέγεσθαι, οὐκέτι δὲ ἐπὶ τῆς κατὰ τὰς δυνάμεις τάξεως. ἀλλὰ καὶ κοινῶς ἂν λέγοιτο ἐπὶ τῶν δυνάμεων ἡ θέσις, ἢ κατὰ συμβεβηκός· τῷ γὰρ τὰ ὧν αἱ δυνάμεις θέσιν ἔχειν,2 διὰ τοῦτο κατὰ συμβεβηκὸς καὶ ἡ κατ’ εἶδος διάθεσις ἐν θέσει ἦν. θέσις δέ ἐστιν, ὡς εἰρήκαμεν ἐν Κατηγορίαις, ἐν τοῖς ὑπομένουσιν ἄλληλα μορίοις. οὕτω δὲ ἔχει καὶ ἐπὶ τῆς διαθέσεως τῆς κατὰ τὰς δυνάμεις τε καὶ τὰ εἴδη. Καὶ τῆς ἕξεως δὲ τὴν μέν τινα εἶναί φησιν ἐνέργειαν τοῦ ἔχοντός τε καὶ ἐχομένου· ἡ γὰρ ἀμφοῖν ἐνέργεια τοῦ τε ἔχοντος καὶ τοῦ ἐχομένου, ὅταν τό τε ἔχον ἐνεργείᾳ ἔχῃ ὃ ἔχει καὶ μὴ δυνάμει, καὶ τὸ ἐχόμενον ὁμοίως ἐνεργείᾳ ἔχηται, ἕξις ἐστίν, ἔχοντος καὶ ἐχομένου οὖσα ἐνέργεια. οὕτως ἕξις ἱματίου καὶ ἕξις χιτῶνος ἀπὸ τοῦ ἔχειν ὠνομασμένη, οἷον ἔχησίς τις οὖσα· ὡς γὰρ τοῦ ποιοῦντος καὶ τοῦ ποιουμένου μεταξὺ ἡ ἐνέργεια ποίησις, οὕτω καὶ ἡ τοῦ ἔχοντός τε καὶ ἐχομένου ἕξις μεταξὺ οὖσα καὶ ἐν τῇ ἀμφοτέρων ἐνεργείᾳ τὸ εἶναι ἔχουσα. εἰπὼν δὲ τῆς τε ἐχομένης ἐσθῆτος καὶ τοῦ ἔχοντος αὐτὴν μεταξὺ τὴν ἕξιν εἶναι, οὐχ ὥσπερ τῆς ἐσθῆτος ἕξις ἐστίν, οὕτως ἐστί, φησί, καὶ τῆς ἐσθῆτος ἕξεως ἕξις. προσέθηκε δὲ τὸ ταύτην, ὅτι τῆς τοιαύτης καὶ οὕτω λεγομένης ἕξεως ἕξις οὐκ ἔστιν, οὐδὲ ἔστι πάλιν ταύτην τὴν ἕξιν ἔχειν ὡς τὸ ἱμάτιον· εἰς ἄπειρον γὰρ ἂν προϊοι, εἰ εἴη καὶ τῆς ἕξεως τῆς τοιαύτης ἕξις πάλιν, ὡς ἦν ἡ τοῦ ἱματίου· τῆς γὰρ κατ’ ἄλλο σημαινόμενον ἕξεως ἔστιν ἕξις, ὡς τῆς ἀρετῆς καὶ τῆς ἐπιστήμης τε καὶ τέχνης. τὸ δὲ εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν3 δηλωτικόν ἐστι τοῦ εἰ ἐπὶ τῆς ἕξεως τῆς τοῦ ἐχομένου λεγομένης ἕξις πάλιν εἴη, ὡς εἶναι πάλιν ἐκείνην τὴν ἕξιν ἔχειν· ὡς γὰρ τῆς πρώτης τε καὶ τῆς δευτέρας καὶ τρίτης, εἴη ἂν καὶ τῆς εἰς ἄπειρον· αὐτὴ γὰρ ἡ ἕξις ἄλλου λέγεταί τινος καὶ ἐχομένου ἐστίν, ἀλλ’ οὐχ ἕξεως. ἄλλο δὲ σημαινόμενον ἕξεως ἐκτίθεται τὸ κατὰ τῶν διαθέσεων λεγόμενον· ἕξις γὰρ καὶ ἡ διάθεσις, ὡς λέγεται ὑγιεινὴ ἕξις ἢ νοσώδης. ἡ μὲν οὖν ὑγιεινὴ καὶ νοσώδης διάθεσίς τε καὶ ἕξις κατ’ αὐτὸν τὸν ἔχοντά εἰσιν, αἱ δὲ κατὰ τὰς ἀρετάς τε καὶ κακίας καὶ πρὸς ἄλλους· ἡ γὰρ δικαιοσύνη ἕξις ἐστὶ καθ’ ἣν τὸ διακείμενον εὖ διάκειται καὶ πρὸς αὑτὸ καὶ ἄλλο. οὕτως ἕξεις καὶ αἱ τέχναι πᾶσαι λέγοιντο ἂν καὶ αἱ κακοτεχνίαι, καὶ εἴη ἂν ὁ λόγος τῆς τοιαύτης ἕξεως ποιότης ἔμμονος, καθ’ ἣν αἱ κατὰ μέρος ἐνέργειαι ἐνεργοῦνται ἢ εὖ ἢ κακῶς. τῶν τοιούτων ἕξεων ἕξιν λέγει. ἔτι ἕξιν λέγει καὶ τὸ μόριον τῆς τοιαύτης διαθέσεως, οἷον εἴ τις ὑγιεινῶς ἔχει τοῦ σώματος ἢ πάλιν ἐπινόσως· καὶ γὰρ τὰ μόρια τὰ οὕτως ἔχοντα ἕξεις ἔχειν λέγεται, καὶ τῶν φυσικῶν δὲ ἀρετῶν γίνονταί τινες καθ’ αὑτάς τε καὶ περὶ μόρια, καὶ τῆς τέχνης τὸ μόριον ἕξις καὶ αὐτό. Τὸ πάθος τὸ μέν τι λέγει ποιότητα λέγεσθαι, καθ’ ἣν ἀλλοιοῦνται τὰ σώματα· ταῦτα δέ ἐστιν ἅτινα παθητικὰς ποιότητας καὶ πάθη εἶπεν ἐν Κατηγορίαις. καὶ κατὰ βαρύτητα δὲ καὶ κουφότητα, ἃς καὶ αὐτὰς ποιότητας πάλιν λέγει, ἀλλοίωσις ἂν γίνοιτο τότε, ὅταν μένοντα τὰ σώματα ἐν τῷ οἰκείῳ εἴδει ἐπίτασιν ἢ ἄνεσιν κατά τι τούτων λαμβάνῃ· εἰ γὰρ μὴ οὕτως, γενέσεις γίνονται καὶ φθοραὶ αἱ κατὰ ταῦτα μεταβολαί.
他说,排列也是以多种方式被表述的;因为对于具有部分的事物,排列意味着各部分的某种秩序,要么是依照场所与位置的秩序(这存在于聚集在一起的事物中,如同存在于场所中的事物一样,比如当我们说军队处于良好的排列状态,乃是因为其骑兵部分被部署在这个地方,而步兵部分被部署在那个地方,以及房屋的排列乃是依照场所整饬的各部分的位置);要么是依照潜能的秩序(正如在灵魂各部分的情况中那样;因为在它们之中有第一潜能和第二潜能,第一是营养潜能,第二是感觉潜能);要么是依照形式与形状的秩序(比如当我们谈到雕像或画像的排列时)。而他接着补充的“因为必然存在某种位置,正如排列这一名称所表明的那样”,在各部分依照场所的秩序以及依照形式的秩序中似乎是本义上被表述的,但在依照诸潜能的秩序中则不再如此。然而位置大概也可以一般地,或者偶性地用于诸潜能;因为通过具有诸潜能的那些事物拥有位置,由于这一点,偶性地依照形式的排列也在一个位置中了。正如我们在《范畴篇》中所说,位置乃存在于彼此共存的部分之中。在依照诸潜能与形式的排列中也是如此。关于状态(占有),他说某种状态是“具有者与被具有者的现实活动”;因为当具有者在现实中具有它所具有的东西而不是在潜能中,而被具有者同样在现实中被具有时,具有者与被具有者两者的现实活动就是状态,它是具有者与被具有者的现实活动。这样,披风的具有和短袍的具有就是由“具有”而得名的,仿佛是某种“具有活动”;因为正如在制造者与被制造者之间现实活动是制造一样,在具有者与被具有者之间的状态也是处于中间的,并且在两者的现实活动中具有其存在。在说明了在被具有的衣服与具有它的主体之间存在状态之后,他说,并不像衣服有状态那样,衣服的状态也有状态。他补充了“这一”,乃是因为对于这样被表述的状态而言并不存在状态,也不能如同具有披风那样再次具有这一状态;因为如果对于这样的状态再次有状态(正如曾有披风的状态那样),就会进展至无限;因为依照另一含义的状态是具有状态的,正如德性、科学与技术那样。而“如果可能具有被具有者的状态”表明了“如果对于所说的被具有者的状态再次有状态,从而能够再次具有那状态”;因为正如第一者、第二者和第三者那样,进展至无限者也将有其状态;因为状态本身是针对某一其他事物而被表述的,并且属于被具有者,而不是属于状态的。状态的另一含义被阐述为针对各种排列而被表述的;因为排列也是一种状态,正如人们说健康的状态或患病的状态一样。健康与患病的排列及状态是依照具有者自身的,而依照德性与恶德的排列及状态则也关涉他人;因为正义乃是一种状态,依照它,处于该排列者无论对自己还是对他人都能良好地排列。以这种方式,一切技术和劣技也都可以被称为状态,而此类状态的定义大概就是持久的性质,依照它,个别的现实活动要么良好地、要么恶劣地被施行。他说此类状态〔有〕状态。此外,他还把此类排列的部分称为状态,例如某人在身体〔的某一部分〕上处于健康状态,或相反处于患病状态;因为处于这种状况的部分也被说成具有诸状态,在自然德性中,某些德性既就其自身产生,也关乎各部分产生,而技术的部分本身也是一种状态。关于受动,他说某一种被说成是物体依照其发生性质变化的性质;这些就是他在《范畴篇》中所说的受动性质与受动。依照重与轻(他同样把它们称为性质),当物体保持在其固有的形式中,同时依照这些之中的某一项接受增强或减弱时,那时就会发生性质变化;因为如果不这样,依照这些所发生的变化就会成为生成与消灭。
- 5.15τῷ κατὰ μὲν τόνδε τὸν τόπον τὸ ἱππικὸν μέρος αὐτοῦ τετάχθαι κατὰ δὲ τόνδε τὸ πεζόν
带冠词不定式 τῷ ... τετάχθαι 用作表原因或方式的与格,用以解释前述的 διακεῖσθαι καλῶς(处于良好的排列状态)。不定式的主语为 τὸ ἱππικὸν μέρος 与 τὸ πεζόν。
- 5.15τῷ γὰρ τὰ ὧν αἱ δυνάμεις θέσιν ἔχειν
这是表原因的与格式带冠词不定式结构 τῷ ... ἔχειν,其宾格主语为中性复数代词 τὰ,其后附有从属的关系分句 ὧν αἱ δυνάμεις[εἰσί](拥有这些潜能的事物)。
- 5.15εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν
引自亚里士多德原文(1022b8)。ἔσται 与不定式 ἔχειν 连用,作无人称用法表示“将可能”。τοῦ ἐχομένου 是从属于 τὴν ἕξιν 的属格(“被具有者的状态”)。
