- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:415.31-417.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大逐项注解亚里士多德《形而上学》卷五第十八章中“就其自身”的多种含义,包括何其所是与形式、在自身或自身部分中作为第一接受者、缺乏外在原因、以及唯独且普遍属于主体的固有属性。
ὁμοίως καὶ ὁ ἐξετάζων καθ’ ὃ περιπατεῖς ἐν ποίῳ μέρει τῆς πόλεως καὶ ἐν ποίῳ χωρίῳ περιπατεῖς μανθάνειν ἀξιοῖ· ὅτι γὰρ ἢ ἐν Λυκείῳ ἢ ἐν τῷ Κεραμεικῷ. Εἰπὼν δὲ καὶ δείξας τὸ καθ’ ὃ πολλαχῶς λεγόμενον, λέγοι ἂν ὅτι ἀνάγκη διὰ τοῦτο καὶ τὸ καθ’ αὑτὸ πολλαχῶς λέγεσθαι· καθ’ ὃ γὰρ τὸ καθ’ αὑτὸ ὑπάρχει, καὶ ᾧ πρώτῳ ὑπάρχει τι, τούτῳ καὶ καθ’ αὑτὸ ὑπάρχει· κατὰ γάρ τι τῶν καθ’ αὑτὰ ὑπαρχόντων τὸ καθ’ ὃ κατηγορεῖται. ἔσται δὴ καὶ τοῦ καθ’ αὑτό ἓν μὲν σημαινόμενον τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὸ εἶδος· καθ’ αὑτὸ γὰρ ἑκάστῳ τὸ οἰκεῖον εἶδος καὶ ὁ τῆς οὐσίας αὐτοῦ δηλωτικὸς λόγος ὑπάρχει· ὁ γὰρ Καλλίας καθ’ αὑτὸ Καλλίας. καὶ ὅσα ἐν τῷ τί ἦν εἶναι εἴληπται, καθ’ αὑτὸ ὑπάρχει ἐκείνῳ οὗ ἐστιν ὁ ὁρισμός. ἔστι δὲ ταῦτα τὸ γένος καὶ αἱ διαφοραί· καὶ τούτων οὖν ἕκαστον καθ’ αὑτὸ ὑπάρχει Καλλίᾳ ὄντα τοῦ εἴδους μέρη. ἔτι δέ φησι τοῦ καθ’ αὑτό σημαινόμενον εἶναι τὸ ἐν αὑτῷ δέχεσθαι πρώτῳ ἢ τῶν αὑτοῦ τινι· καθ αὑτὴν γὰρ ἡ ἐπιφάνεια κέχρωσται, ὅτι πρώτη τὸ χρῶμα δέδεκται, ὡς εἶπε λέγων καὶ περὶ τοῦ καθ’ ὅ· καὶ εἴη ἂν τὸ οὕτως καθ’ ὃ κατὰ τὴν ὕλην. καὶ τὸ σῶμα δὲ αὐτὸ μὲν κατὰ τὴν ἐπιφάνειάν ἐστι κεχρωσμένον, ἡ δὲ ἐπιφάνεια καθ’ αὑτήν· τῷ δὲ τὴν ἐπιφάνειαν τὴν πρώτην τε καὶ καθ’ αὑτὴν τὸ χρῶμα δεδεγμένην εἶναί τι τοῦ σώματος, τούτῳ καὶ τὸ σῶμα καθ αὐτό ἐστι κεχρωσμένον·1 ἦν γὰρ οὐ μόνον τὸ ἐν αὑτῷ τι δεδεγμένον πρώτῳ καθ’ αὑτὸ τοιοῦτον, ἀλλὰ κἂν τῶν αὑτοῦ τι εἴη πρῶτόν τι δεδεγμένον· πέρας δὲ τοῦ σώματος ἡ ἐπιφάνεια. διὰ γὰρ τοῦτο καθ’ αὑτὸ ζῇ τὸ ζῷον, ὅτι ἡ ψυχὴ οὖσά τι τοῦ ζῴου πρώτη τὸ ζῆν ἔχει· ζῇ γὰρ ὁ ἄνθρωπος καθ’ αὑτόν, ὅτι ἐν μέρει ἐστὶν ἡ ζωὴ πρώτῳ· ἐν γὰρ τῇ ψυχῇ πρώτῃ τὸ ζῆν, ἥτις μέρος ἐστὶ τοῦ ἀνθρώπου. εἴη δ ἂν τὸ σημαινόμενον τοῦτο καὶ ἐπὶ τῆς ὕλης ἁρμόζον· τὸ γὰρ μέρος ὂν ἔν τινι ὕλης λόγον ἐπέχει, [καὶ ἐν ὕλῃ τὸ ἓν ἔχει τι τὸ ἐν μέρει αὑτοῦ]. ἐν ἄλλοις μέντοι τὸ μὲν πρώτως τι δεχόμενον καθ’ αὑτὸ λέγει, τὸ δὲ κατὰ μόριον κατὰ συμβεβηκός. ἔτι φησὶ καθ’ αὑτὸ λέγεσθαι καὶ οὗ μή ἐστιν ἄλλο αἴτιον. ὃ τί ποτέ ἐστιν, ἐδήλωσε τῇ τοῦ παραδείγματος παραθέσει· τοῦ μὲν γὰρ τὸν ἄνθρωπον εἶναι πολλὰ αἴτια (καὶ γὰρ τὸ εἶδος καὶ ἡ ὕλη καὶ ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ ἐνυπαρχόντων, ἀλλὰ καὶ τὸ ποιῆσαν), τοῦ μέντοι τὸν ἄνθρωπον ἄνθρωπον εἶναι οὐδὲν ἔξωθέν ἐστιν αἴτιον· ὁ γὰρ ἐρωτηθεὶς διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, οὐδὲν ἄλλο εἰπεῖν ἔχει ἢ ὅτι ἔστιν ἄνθρωπος. ἔτι, φησί, καθ’ αὑτὸ ὑπάρχει καὶ ὅσα μόνῳ ὑπάρχει τινὶ καὶ ᾗ μόνον. λέγοι δ’ ἂν διὰ τούτων καὶ τὰ ἴδια τινων καθ’ αὑτὰ ὑπάρχοντα ἐκείνοις. ἐδήλωσε δὲ τὸν λόγον τῶν ἰδίων διὰ τοῦ εἰπεῖν μόνῳ ὑπάρχειν καὶ ᾗ μόνον· τὸ γὰρ ᾗ μόνον δηλωτικόν ἐστι τοῦ παντὶ ὑπάρχειν, οὐ τῷδε μὲν τῶν ἐν αὐτῷ ὑπάρχειν τῷδε δὲ οὔ· ὃ δὴ μόνῳ καὶ παντὶ ὑπάρχει, τοῦτο ἴδιον αὐτοῦ, εἰ καὶ μὴ τί ἦν εἶναι αὐτοῦ ἐστιν. διότι γὰρ ὥρισται καὶ ὡρισμένως ὑπάρχει, καὶ οὐ τῷδε μὲν τῷδε δὲ οὔ, οὐδὲ ποτὲ μὲν ποτὲ δὲ μή, οὐδὲ πρὸς τούτῳ καὶ ἄλλῳ τινὶ ὑπάρχει, κατὰ τοῦτο τὸ οὕτως ὑπάρχον καθ’ αὐτό. οὕτως καὶ ἡ μονότης τοῦ καθ’ αὑτὸ ὑπάρχοντος δηλωτική· ὃ γὰρ μόνῳ ὑπάρχει, καὶ καθ’ αὑτὸ ὑπάρχειν ἐκείνῳ δοκεῖ. τὸ δὲ διὸ τὸ κεχωρισμένον καθ’ αὑτό δηλωτικὸν ἂν εἴη τοῦ διὰ τοῦτο γὰρ τὰ τοιαῦτα καθ’ αὑτά,2 ὅτι ὡρισμένως τούτοις μόνοις ὑπάρχει. γράφεται καὶ διὸ τὸ κεχρωσμένον καθ’ αὑτό, καὶ εἴη ἂν λεῖπον τὸ τῇ ἐπιφανείᾳ· καθ’ αὑτὸ γὰρ λέγεται τῇ ἐπιφανείᾳ.
同样,考察你依照什么散步的人,也是要求了解你是在城邦的哪一部分以及在何处散步;因为要么是在吕克昂,要么是在凯拉米科斯。在说明并表明了“依照何者”是以多种方式被表述之后,他大概会说,由于这个缘故,“就其自身”也必然以多种方式被表述;因为“就其自身”乃是“依照何者”所从属的,而且某物作为第一者属于何者,它也就就其自身属于此者;因为“依照何者”乃是按照某些就其自身从属的属性而被述谓的。因此,“就其自身”的一个含义就是每一事物的何其所是与形式;因为对每一事物而言,其固有的形式以及表明其实体的定义,乃是就其自身属于它的;因为卡利亚斯就其自身是卡利亚斯。而且凡包含在何其所是之内的东西,都就其自身属于以之为定义的那一事物。而这些就是属和种差;因此,这些之中的每一项由于是形式的部分,也都就其自身属于卡利亚斯。此外他说,“就其自身”的一个含义是:作为第一者在自身中接受某物,或者在其自身的某一部分中接受某物;因为表面就其自身具有颜色,乃是由于它作为第一者接受了颜色,正如他在论述“依照何者”时所说的那样;而这种意义上的“依照何者”当是依照质料而言的。物体自身是依照表面具有颜色的,而表面则是就其自身[具有颜色];但由于这作为第一者且就其自身接受了颜色的表面乃是物体的某一部分,凭借此点,物体也就其自身具有颜色;因为不仅在自身中作为第一者接受了某物的是就其自身的此类事物,而且只要它的某一部分作为第一者接受了某物,也是如此;而表面是物体的极限。正是由于这一点,动物就其自身活着,乃是因为灵魂作为动物的某一部分第一地具有生命;因为人就其自身活着,乃是因为生命第一地存在于某一部分中;因为生命第一地存在于灵魂中,而灵魂乃是人的一部分。这一含义也当适用于质料;因为存在于某物中的部分占据了质料的地位[而在质料中,一物在其自身的一部分中具有某物]。然而在其他著作中,他把第一地接受某物的称为“就其自身”,而把依照部分接受某物的称为“偶性地”。此外他说,没有其他原因的事物也被说成“就其自身”。这究竟是什么,他通过举例加以了阐述;因为人的存在有许多原因(形式、质料、定义中所包含的每一项,而且还有作因),然而人是人,却没有任何外在的原因;因为被问及人为何是人的人,除了说因为他是人之外,无话可说。此外他说,凡仅仅属于某物且在其仅仅是该物的范围内属于该物的一切,也都就其自身从属。他通过这些大概是说,某些事物的固有属性也正是就其自身属于它们的。他通过说“仅仅属于且在其仅仅是该物的范围内属于”指明了固有属性的定义;因为“在其仅仅是该物的范围内”表明了属于其全部,而不是属于其内在的这一个而不属于那一个;凡仅仅属于它且属于它全部的,这就是它的固有属性,哪怕这并非它的何其所是。因为由于它被限定且被限定地从属,既非属于这一个而不属于那一个,亦非有时属于而有时不属于,更非在此之外还属于其他事物,依照此点,以这种方式从属的属性乃是“就其自身”的。因此,唯独性也表明了就其自身从属者;因为凡仅仅属于某物的,看来也正是就其自身属于它的。而“因此分离者就其自身[存在]”大概表明了“正是由于这个缘故,此类事物就其自身[存在],因为它们被限定地仅仅属于这些事物”。也有文本写作“因此有颜色者就其自身[存在]”,若是如此,“依表面”就是省略的了;因为它是依表面被说成就其自身的。
- 5.15τῷ δὲ τὴν ἐπιφάνειαν τὴν πρώτην τε καὶ καθ’ αὑτὴν τὸ χρῶμα δεδεγμένην εἶναί τι τοῦ σώματος, τούτῳ καὶ τὸ σῶμα καθ αὐτό ἐστι κεχρωσμένον
带冠词不定式从句 τῷ ... εἶναί τι τοῦ σώματος(表示原因/手段的与格)被其后的指示代词与格 τούτῳ 所照应承接,构成主句 τούτῳ καὶ τὸ σῶμα καθ’ αὑτό ἐστι κεχρωσμένον 的原因。不定式的主语为 τὴν ἐπιφάνειαν,谓语部分为 εἶναί τι(作为某一部分)。
- 5.15τὸ δὲ διὸ τὸ κεχωρισμένον καθ’ αὑτό δηλωτικὸν ἂν εἴη τοῦ διὰ τοῦτο γὰρ τὰ τοιαῦτα καθ’ αὑτά
整个短语 τὸ δὲ διὸ τὸ κεχωρισμένον καθ’ αὑτό 作为名词化主语短语,引用了亚里士多德的文本(1022a35)。谓语是 δηλωτικὸν ἂν εἴη τοῦ ...,引导其后的解释说明从句;随后亚历山大还提出了异文 κεχρωσμένον。
