← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§418.22-419.34

受动的延伸含义与缺失的诸种区分

亚历山大详尽阐释了亚里士多德《形而上学》卷五第21与22章中“受动”的延伸含义(实际发生的运动与性质变化、有害且痛苦的变化、重大灾难)以及“缺失”的诸种区分(单纯的不具有、依属或适宜时间、器官、条件的缺失、暴力夺取以及alpha剥夺词的多种含义)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#9

πάθος φησὶ καὶ τὰς κατὰ τὰ προειρημένα πάθη κινήσεις τε καὶ ἀλλοιώσεις ἤδη γιγνομένας· τὰ γὰρ πρῶτα ἦν καθ’ ἃ ἐνεδέχετο ἀλλοιοῦσθαι, τὰ δὲ κατὰ ταῦτα ἀλλοιώσεις, οἷον τὸ λευκαίνεσθαι ἢ μελαίνεσθαι ἢ ψύχεσθαι ἢ θερμαίνεσθαι. καὶ ἔστιν τοῦτο τὸ οὕτω λεγόμενον πάθος κίνησίς τις ἢ κατὰ σῶμα ἢ κατὰ ψυχὴν πρόσκαιρος. ἔτι δὲ μᾶλλον τῶν προειρημένων παθῶν πάθη φησὶ λέγεσθαι τὰς βλαβερὰς ἀλλοιώσεις, εἴτε κατὰ ψυχὴν εἶεν εἴτε κατὰ σῶμα, καὶ μάλιστα τὰς πρὸς τῷ βλαβερῷ καὶ τὸ λυπηρὸν ἐχούσας, ὡς τὰς νοσώδεις ἐνοχλήσεις καὶ τὰς λυπηρὰς τὰς ἡμαρτημένας. ἔτι καὶ τὰ μεγέθη τῶν συμφορῶν πάθη λέγεται, ὡς τοῦ πάθους ὄντος ἐν μεγέθει λυπηροῦ κακοῦ. οὕτως ἐν πάθει λέγεται ὁ τέκνων στερηθεὶς ἢ πατρίδος ἤ τι ἐξαίσιον λυπηρὸν παθών. Καὶ τὴν στέρησιν δὲ πλεοναχῶς φησι λέγεσθαι· λέγεται γὰρ ἐν στερήσει εἶναι τά τε μὴ ἔχοντά τι τῶν πεφυκότων ἔχεσθαι, κἂν αὐτὰ μὴ ᾖ πεφυκότα ἔχειν αὐτά.1 οὕτως ὁ τοῖχος ὄψεως ἐστερῆσθαι λέγεται καὶ τὰ φυτά. καὶ εἴη ἂν ἡ τοιαύτη στέρησις ἀποφάσει ἴση, ὅταν τῶν ὑπάρχειν ὅλως τισὶ πεφυκότων λέγηται τούτων τὰ οἷς οὐ πέφυκεν ὑπάρχειν ἐστερῆσθαι. λέγεται ἐστερῆσθαι καὶ τὸ πεφυκός τι ἔχειν ἢ αὐτὸ ἢ τὸ γένος ἐν ᾧ ἐστιν, ὅταν μὴ ἔχῃ, οἷον ἄνθρωπος μὲν ἐστερῆσθαι ὄψεως λέγοιτ’ ἄν2 τῇ αὐτὸς πεφυκὼς ἔχειν μὴ ἔχειν, ἀσπάλαξ δὲ ἐστερῆσθαι λέγεται ὄψεως οὐ τῇ αὐτὸς ἔχειν πεφυκέναι, ἀλλὰ τῇ τὸ γένος ἐν ᾧ καὶ αὐτός ἐστι πεφυκέναι ὄψιν ἔχειν· τοιοῦτον γὰρ τὸ πεζὸν καὶ τὸ τετράπουν. οὕτω καὶ τὰ σκυλάκια λέγοιτ’ ἂν ἐστερῆσθαι ὄψεως ὡς πεφυκότα αὐτὰ ἔχειν καὶ μήπω ἔχοντα. ἄλλως ἐστερῆσθαι λέγεται τὸ μὴ ἔχον τι τότε ὅτε πέφυκεν ἔχειν· οὐ γὰρ κατὰ πᾶσαν ἡλικίαν τυφλὸν λέγεται, ἀλλ’ ὅτε πεφυκὸς ἔχειν μὴ ἔχει. εἰ δὲ ἡ τυφλότης στέρησις ὄψεώς ἐστιν, ὅτε τυφλόν ἐστι, τότε ἐστέρηται. τὰ δὲ προσκείμενα ἐν ᾧ ἄν ᾖ καὶ καθ’ ὃ καὶ πρὸς ὃ καὶ ὡς ἂν τὸ μὲν καθ’ ὃ δηλωτικόν ἐστι τοῦ μὴ ἔχειν ὃ πέφυκεν ἔχειν ἐν ᾧ· τὸ γὰρ καθ’ ὃ τοῦ μορίου δηλωτικόν ἐστιν. καθ’ ὃ γὰρ μόριον πέφυκεν ἔχειν, ἂν μὴ ἔχῃ, ἐστέρηται· οὐ γὰρ ὁ μὴ βλέπων τοῖς ὠσὶν ἐστέρηται, ἀλλ’ ὁ τοῖς ὀφθαλμοῖς. πρὸς ὃ δέ, ἂν ὅπερ πέφυκεν ἡ ὄψις ὁρᾶν μὴ βλέπῃ· οὐ γὰρ ὁ τὴν φωνὴν μὴ βλέπων τυφλός. τὸ δὲ καὶ ὡς δηλωτικόν ἐστι τοῦ τυφλὸν τότε καὶ ἐστερημένον εἶναι, ἂν ὡς πέφυκέ τι ὁρᾶν μὴ βλέπῃ· οὐδεὶς γὰρ τὸν ἄνθρωπον τυφλὸν ἐρεῖ, ὅτι τὰ ὄπισθεν οὐ βλέπει ἢ τὰ ἐκ πολλοῦ διαστήματος. καὶ τὸ ἐν ᾧ δὲ ἂν ᾖ προσκείμενον εἴη ἂν τοῦ δι’ οὗ δηλωτικόν· οὐ γὰρ τυφλὸς ὁ ἐν νυκτὶ μὴ ὁρῶν ἀλλ’ ὁ ἐν φωτί. λέγεσθαί φησι στέρησιν καὶ τὴν βίαιόν τινος ἀφαίρεσιν, οἷον ἱματίου ἐστέρηται ὃ μετὰ βίας ὑπό τινος ἀφῃρέθη, καὶ τῶν ἰδίων ἐστερῆσθαί τις λέγεται, ὅτι ὁ τύραννος αὐτὰ μετὰ βίας ἀφείλετο. καὶ ὁσαχῶς δέ, φησίν, αἱ ἀποφάσεις αἱ ἀπὸ τοῦ ἄλφα λέγονται, τοσαυταχῶς καὶ αἱ στερήσεις. ἀποφάσεις δὲ ἀπὸ τοῦ ἄλφα λέγει τὰς στερητικὰς ἀναιρέσεις· κυρίως γὰρ ἀπόφασις ἡ διὰ τοῦ οὔ. ὁσαχῶς δή, φησίν, αἱ διὰ τοῦ α ἀναιρέσεις τε καὶ ἀποφάσεις τινῶν γίνονται, τοσαυταχῶς λέγεσθαι καὶ τὰς στερήσεις· στερήσεως γὰρ ἡ διὰ τοῦ α ἀπόφασις δηλωτική. καὶ παρατίθεται καὶ διὰ τῶν παραδειγμάτων δείκνυσιν αὐτῶν τὴν διαφοράν. ἄνισον μὲν γὰρ τὸ πεφυκὸς ἰσότητα ἔχειν καὶ μὴ ἔχον λέγεται, ὥστε ἡ στέρησις καὶ τοῦτο σημαίνει· ἀόρατον δὲ λέγεται μὲν καὶ τὸ πεφυκὸς ὁρᾶσθαι καὶ μὴ ὁρώμενον, ὃ ἐδήλωσε διὰ τοῦ ὡς προειρημένου τοῦ ἐπὶ τοῦ ἀνίσου προσθεῖναι καὶ τῷ ὅλως μὴ ἔχειν χρῶμα·3 λέγεται γὰρ καὶ τὸ τὴν ἀρχὴν μήτε πεφυκὸς ὁρᾶσθαι μήτε ἔχον χρῶμα, ὡς ὅταν λέγωμεν τὴν φωνὴν ἀόρατον εἶναι· ὥστε καὶ κατὰ τούτου ἡ στέρησις τοῦ σημαινομένου, ὅ ἐστι τὸ ἀδύνατον.

他说,依照上述受动的、已经产生的运动和性质变化也被称为“受动”;因为前者是事物据以能够发生性质变化的东西,而后者则是依照这些东西所发生的性质变化,例如变白、变黑、变冷或变热。而这样被表述的这种受动乃是身体或灵魂的某种暂时的运动。此外,他说有害的性质变化——无论是在灵魂中还是在身体中——比起上述的受动更被称为受动,特别是除了有害之外还带有痛苦的性质变化,如病痛的困扰和因犯错而导致的痛苦困扰。此外,重大的灾难也被称为受动(苦难),仿佛受动存在于令人痛苦的恶的巨大规模之中。因此,丧失子女者、丧失祖国者或遭受了某种非同寻常的痛苦者,都被说成是“处于受动(苦难)之中”。他说,缺失也是以多种方式被表述的;因为那些不具有天生宜于被具有的某物的事物,即使它们自身天生不宜于具有这些事物,也被说成是“处于缺失之中”。这样,墙壁和植物也被说成“缺失了视觉”。而此类缺失等同于否定,即当在那些总体上天生属于某些事物的东西中,它们天生不属于的那些事物被说成是“缺失了”这些东西的时候。当某物天生宜于具有某物(要么是它自身,要么是它所属的属),而它并不具有时,也被说成是缺失;例如,人如果自身天生宜于具有视觉而不具有,就可以被说成缺失视觉;而鼹鼠被说成缺失视觉,不是由于它自身天生具有,而是由于它自身所属的那个属天生具有视觉;因为陆生动物和四足动物就是如此。同样,幼犬也可以被说成缺失视觉,因为它们自身天生宜于具有而尚未具有。在另一种含义上,在天生宜于具有它的时候而不具有某物的事物,被称为缺失;因为并非在任何年龄都被称为盲目,而是在天生宜于具有而并不具有时才是如此。如果盲目是视觉的缺失,那么在它是盲目的时候,就是在那时缺失的。至于所附加的“在它可能存在于其中的事物中,以及依照什么,针对什么,以及如何”,其中“依照什么”表明在它天生宜于具有它的那一部分中没有具有它;因为“依照什么”表明的是部分。因为无论它天生宜于依照哪个部分具有它,如果没有具有,它就是缺失的;因为用耳朵看不见的人并非缺失者,而是用眼睛看不见的人才是缺失者。“针对什么”则是指如果它没有看见视觉天生宜于看见的东西;因为看不见声音的人并不是盲人。而“以及如何”也是表明,如果某物没有按照它天生宜于看的方式去看,那么它那时就是盲目的和缺失的;因为没有人会因为人看不见背后的东西或看不见极远距离的东西就称人是盲目的。而附加的“在它可能存在于其中的事物中”大概表明的是“通过什么”;因为在黑夜中看不见的人不是盲人,在光亮中看不见的人才是盲人。他说,对某物的暴力夺取也被称为缺失,例如缺失了被某人强行夺走的外衣,而某人被说成缺失了自己的财产,乃是因为僭主强行夺走了它们。他说,以字母阿尔法开头的否定词有多少种表述方式,缺失也就有多少种表述方式。而他所说的以阿尔法开头的否定,是指缺失性的否定;因为严格意义上的否定乃是通过“不”来进行的。因此他说,通过阿尔法对某些事物的剥夺和否定有多少种,缺失的表述也就有多少种;因为通过阿尔法的否定表明了缺失。他列举并通过例子说明了它们的区别。因为“不相等”是指那天生宜于具有相等性而不具有的东西,所以缺失也意味着这一项;而“不可见”一方面是指那天生宜于被看见而未被看见的东西——这一点他通过把关于不相等者的那一项当作已预先说明,而补充“也由于完全没有颜色”来表明——另一方面,也是指从根本上既天生不宜于被看见也没有颜色的东西,比如当我们说声音是不可见的时候;因此缺失也是依照这一含义,即依照不可能者而被表述的。

语法注3 条
  1. 5.15τῶν πεφυκότων ἔχεσθαι, κἂν αὐτὰ μὴ ᾖ πεφυκότα ἔχειν αὐτά

    前一个 ἔχεσθαι 是被动态不定式(“被具有”),而后一个 ἔχειν 是主动态不定式(“具有”)。前半句的 τῶν πεφυκότων 指天生宜于被具有的事物,而条件从句中第一个 αὐτά 为主语(“它们自身”),第二个 αὐτά 为宾语(“它们”)。

  2. 5.15τὰ δὲ προσκείμενα ἐν ᾧ ἄν ᾖ καὶ καθ’ ὃ καὶ πρὸς ὃ καὶ ὡς ἄν

    中性复数主格分词短语 τὰ προσκείμενα 作为提顿主格(nominative pendens),其后列出的一系列引自亚里士多德原文(1022b24–27)的介词短语(ἐν ᾧ ἄν ᾖ, καθ’ ὃ, πρὸς ὃ, ὡς ἄν)作其同位语。整个句子缺乏一个统一的主要谓语动词,直接在随后的 τὸ μὲν καθ’ ὃ δηλωτικόν ἐστιν... 中逐项展开说明。

  3. 5.15ὃ ἐδήλωσε διὰ τοῦ ὡς προειρημένου τοῦ ἐπὶ τοῦ ἀνίσου προσθεῖναι καὶ τῷ ὅλως μὴ ἔχειν χρῶμα

    关系代词 ὃ 指代前文所述内容(天生宜于被看见却未被看见)。介词 διὰ 支配实体化的不定式 τοῦ ... προσθεῖναι,中间插入了带 ὡς 的独立属格结构 ὡς προειρημένου τοῦ ἐπὶ τοῦ ἀνίσου(“把关于不相等者的那一项当作已预先说明”),而引自亚里士多德原文(1022b33)的短语 καὶ τῷ ὅλως μὴ ἔχειν χρῶμα(“也由于完全没有颜色”)则作不定式 προσθεῖναι 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:418.22-419.34