← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§414.18-415.31

极限的范围与依照何者的多重含义

在确认“极限”(πέρας)具有比四因更广泛的含义后,亚历山大紧扣亚里士多德的文本,注解了“依照何者”(καθ' ὅ)的多重含义(形式、质料、与四因的对应以及处所/位置)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15#6

ὅτι δὲ μὴ τετραχῶς μόνον τὸ πέρας, ἀλλ’ ἔστι καὶ ἄλλα σημαινόμενα πέρατος, ἃ οὐχ οἷόν τε ἐφαρμόσαι τῇ ἀρχῇ, ἐξ ὧν προείρηκε λέγων περὶ τοῦ πέρατος δῆλον· καὶ γὰρ τὸ ἔσχατον ἑκάστου, ὡς ὁ θάνατος, καὶ οὗ πρώτου μηδὲν ἔστιν ἔξω λαβεῖν, ὡς τοῦ σώματος ἡ ἐπιφάνεια, ἀλλὰ καὶ τὸ σχῆμα, ὧν οὐδέτερον ταὐτόν τινι τῶν ὡς αἰτίων περάτων λεγομένων.1 διὸ καὶ εὐλόγως εἶπεν ὅτι ἡ μὲν γὰρ ἀρχὴ πέρας τι, τὸ δὲ πέρας οὐ πᾶν ἀρχή, τὴν αἰτίαν λέγων. Ἐκτίθεται δὲ καὶ τὰ τοῦ καθ’ ὃ σημαινόμενα [οὗ λεγόμενά ἐστι τὸ καθ’ ὃ λέγεται εἶναι, καὶ δι’ ὃ τῶν ὑπαρχόντων τινὶ τὸ καθ’ ὃ κατηγορούμενόν ἐστι, καὶ δι’ ὃ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ. λέγομεν γὰρ τόδε τι εἶναι, ὃ ἔστι κατὰ τόδε] καὶ λέγει ἕνα μὲν τρόπον λέγεσθαι καθ’ ὃ τὴν οὐσίαν καὶ τὸ εἶδος· ἕκαστον γὰρ λέγεται κατὰ τὸ εἶδος τοῦτο ὃ ἔστιν, ὃ καὶ οὐσίαν εἶπεν· ὅ τε γὰρ ἀνδριὰς κατὰ τὸ εἶδος ἀνδριάς, ὁμοίως καὶ ὁ ἄνθρωπος ἄνθρωπος κατὰ τὸ εἶδός ἐστι, καὶ ὁ ἵππος ἵππος. καὶ οὗ ἐν τῇ οὐσίᾳ τὸ ἀγαθόν, τούτου εἶδος τὸ κυρίως ἀγαθόν· ἀγαθὸν δὲ καθ’ ὃ ὁ ἀγαθὸς ἀγαθός. τὸ δὲ αὐτὸ ἀγαθὸν εἶπεν ἀντὶ τοῦ, καθ’ ὃ ὁ ἀγαθὸς ἀγαθός ἐστιν, ἀγαθὸν αὐτό· οὐ γὰρ κατ’ ἄλλο τι ἀγαθὸς ὁ ἀγαθὸς ἢ κατὰ τὸ ἀγαθὸν καὶ τὴν τοῦ ἀγαθοῦ οὐσίαν. ἄλλον δὲ τρόπον τὸ καθ’ ὃ λέγεσθαί φησιν, ἐν ᾧ πρώτῳ πέφυκέ τι γίγνεσθαι· κατὰ γὰρ ἐκεῖνο λέγεται ὑπάρχειν. οἷον τὸ σῶμα λέγεται κεχρῶσθαι κατὰ τὴν ἐπιφάνειαν, ὅτι πρώτη ἡ ἐπιφάνεια χρώματός ἐστι δεκτική. εἰπὼν δὲ καθ’ ὃ τὸ κατὰ τὸ εἶδος καὶ τὴν οὐσίαν λέγεσθαι, προσθεὶς δὲ καὶ τὸ πρῶτον δεκτικόν, τὸ μὲν κυρίως καὶ πρώτως λεγόμενον καθ’ ὃ τὸ εἶδος λέγει εἶναι· ἑκάστῳ γὰρ τῶν ὄντων κατὰ τοῦτο τὸ εἶναί ἐστιν· δευτέρως δὲ καὶ κατὰ τὴν ὕλην καὶ τὸ πρῶτον ὑποκείμενον, ὃ εἶπε πρῶτον δεκτικόν· ὡς γὰρ ἐν ὕλῃ πρώτῃ τῇ ἐπιφανείᾳ τὸ χρῶμα. ἕκαστον γὰρ τῶν φύσει ὄντων, ἀλλὰ καὶ τῶν τέχνῃ, οὐ κατὰ τὸ εἶδος μόνον ἔστι τε καὶ εἶναι λέγεται, ἀλλὰ καὶ κατὰ τὴν ὕλην· ὅ τε γὰρ ἄνθρωπος οὐ κατὰ τὸ εἶδος μόνον ἀλλὰ καὶ κατὰ τὴν ὑποκειμένην αὐτῷ ὕλην εἶναι λέγεται ἄνθρωπος, ὅ τε ἀνδριὰς οὐ κατὰ τὸ εἶδος μόνον ἀλλὰ καὶ κατὰ τὸν χαλκόν ἐστιν ἀνδριάς. ὁμοίως καὶ πᾶσα συναμφότερος οὐσία. ἔοικε δὲ καὶ τὸ πρῶτον δεκτικὸν τῇ ὕλῃ ὑπάγειν· καθόλου γὰρ ὕλην εἶπεν, ᾧ πρώτως τι ὑπάρχει ὡς ὑποκειμένῳ. καὶ τῇ ἐπιφανείᾳ δὲ πρώτῃ τὸ χρῶμα ὑπάρχει, καὶ εἴη ἂν ὕλῃ μὲν ἀνάλογον ἡ ἐπιφάνεια, εἴδει δὲ τὸ χρῶμα. ταῦτα εἰπὼν ὅτι τὸ καθ’ ὅ καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὴν ὕλην λέγεται, καθόλου δέ, φησίν, ἰσαχῶς τό τε καθ’ ὅ καὶ τὸ αἴτιον ὑπάρχει τε καὶ λέγεται· καθ’ ἕκαστον γὰρ λέγεται αἴτιον τὸ καθ’ ὅ τι ὑπάρχει. καὶ πρῶτον μὲν ὅτι τῷ τελικῷ αἰτίῳ ὁμοίως λέγεται ταῦτα δείκνυσι· λέγεται γὰρ τὸ κατὰ τί ἐλήλυθεν ἀντὶ τοῦ τίνος χάριν ἐλήλυθε· πρὸς γὰρ τὸν ἐρόμενον περί τινος κατὰ τί ἐλήλυθεν ὁ εἰπὼν οὗ ἕνεκεν ἐλήλυθεν, οἷον ὅτι διὰ τὴν εἴσπραξιν τῶν χρημάτων, δεόντως ἀποκρίνεται. ὁ δὲ εἰπὼν τὸ κατὰ τί ἐλήλυθε, τὸ καθ’ ὅ ἐζήτει. ἀλλὰ καὶ ὁ ἐρόμενος κατὰ τί ὁ Ἰλιακὸς πόλεμος συνέστη, πόθεν ἡ ἀρχὴ τοῦ πολέμου τοῦ Ἰλιακοῦ ἐξετάζει, ὅ ἐστι πάλιν αἴτιον τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· ὅτε γὰρ διὰ τὴν τῆς Ἑλένης ἁρπαγὴν εἶπε, τὸ καθ’ ὅ δεδήλωκεν. ὅτι δὲ καὶ κατὰ τῆς κατὰ τὸ εἶδος αἰτίας καὶ τῆς κατὰ τὴν ὕλην λέγεται τὸ καθ’ ὅ, εἴρηκεν. ἀλλὰ καὶ ὁ αὐτὸς παρατίθεται παράδειγμα τοῦ ποιητικοῦ αἰτίου δεικτικόν ἐστιν·2 ὁ γὰρ ἐξετάζων κατὰ τί παραλελόγισται, τὴν ποιητικὴν αἰτίαν μαθεῖν βούλεται· τί γὰρ τὸ ποιῆσαν τὸν παραλογισμὸν ἢ τί τὸν συλλογισμὸν μαθεῖν ἀξιοῖ. ἔτι πρὸς τοῖς εἰρημένοις τρόποις τὸ καθ’ ὃ σημαίνειν φησὶ θέσιν τινὰ καὶ τόπον, τουτέστι τὸ ποῦ· ὁ γὰρ ἐξετάζων καθ’ ὃ ἕστηκεν Ἀθήνησιν ὅδε ὁ ἀνδριάς, οἷον ὁ Ἀριστοτέλης, ποῦ κεῖται καὶ ἐν ποίῳ μέρει τῆς πόλεως μαθεῖν βούλεται.

极限不仅以四种方式被表述,而且极限还有其他不能适用于始原的含义,这一点从他先前论及极限时所说的话中是显而易见的;因为每一事物的极点,如死,以及作为第一之物在其外不可取得任何东西者,如物体的表面,此外还有形状,这些没有一个是与那些作为原因被表述的极限中的任何一个相同的。因此,他也合乎情理地说,始原是某种极限,但极限并非全是始原,以此说明了原因。他也阐述了“依照何者”的诸含义[在其所表述的事物中,它乃是指某物据此被说成是其所是者,也是指在属于某物的事物中该项据此被述谓者,也是指每一事物的存在所据以成立者;因为我们把依据此者而存在的东西称为这个具体的某物],并且他说,以一种方式,“依照何者”是指实体和形式;因为每一事物都是依照它所是的这一形式被表述的,他也把这形式称为实体;因为雕像依照其形式是雕像,同样人依照其形式是人,马依照其形式是马。而在其实体中包含善的事物,此物的形式乃是本真意义上的善;而善者据以是善的那个东西,便是善。他说“善自身”,是代替说:善者据以是善的那个东西乃是善自身;因为善者并不是依照其他任何东西是善的,而唯独依照善以及善的实体是善的。他说,以另一种方式,“依照何者”被说成是某物自然本性上作为第一者于其中生成的东西;因为某属性被说成依照那一项而属于该物。例如,物体被说成依照其表面具有颜色,是因为表面作为第一者能接受颜色。在说明了依照形式和实体被表述的东西乃是“依照何者”,并添加了第一接受者之后,他说,本真地且首要地被称为“依照何者”的乃是形式;因为对于凡存在者而言,其存在皆依照此者;其次也是依照质料和第一基底,即他所谓的第一接受者;因为颜色在作为第一质料的表面中。因为每一自然存在物,乃至人工制品,不仅依照其形式存在并被说成存在,而且也依照其质料;因为人不仅依照其形式,而且依照作为其基底的质料被说成是人,雕像不仅依照其形式,而且依照青铜是雕像。同样,一切由两者结合而成的实体皆是如此。他似乎也将第一接受者归入质料之下;因为他将某物作为基底首要地属于它的东西统称为质料。而颜色首要地属于表面,表面类似于质料,颜色则类似于形式。在说明了“依照何者”既依照形式又依照质料被表述之后,他说,普遍地,“依照何者”与原因是以同等数量的方式存在并被表述的;因为在每一种原因下,某物所依照以属于的东西都被称为“依照何者”。首先他表明这些与目的因是同样被表述的;因为“依照什么而来”是代替“为了什么而来”被表述的;因为针对询问某人依照什么而来的人,说出他是为了什么而来的人(例如说是为了收钱),给出了恰当的回答。而说“依照什么而来”的人,正是在探寻“依照何者”。而且,询问特洛伊战争依照什么爆发的人,是在考察特洛伊战争的始原发自何处,这又是作为运动始原由此出发的那种原因;因为当他说是由于海伦的被劫时,他便指明了“依照何者”。至于“依照何者”也按照形式因和质料因而被表述,他已经讲过了。此外,他自己所举的例子也表明了作因;因为考察依照什么作出了谬误推理的人,是想要知道作因;因为他要求了解究竟是什么产生了谬误推理,或者是什么产生了推论。此外,在上述诸方式之外,他说“依照何者”还意味着某种位置和处所,即“在哪里”;因为考察例如亚里士多德的这座雕像在雅典依照什么而立的人,是想要了解它立在哪里以及在城邦的哪一部分。

语法注2 条
  1. 5.15ὧν οὐδέτερον ταὐτόν τινι τῶν ὡς αἰτίων περάτων λεγομένων

    关系代名词 ὧν 的先行词是前文列举的死这一极点(τὸ ἔσχατον)、表面(οὗ πρώτου μηδὲν ἔστιν ἔξω λαβεῖν)以及形状(τὸ σχῆμα)。原本指两者的 οὐδέτερον 在此处总括前述的多项(三项),作主语表示“这些当中没有一个”。

  2. 5.15ἀλλὰ καὶ ὁ αὐτὸς παρατίθεται παράδειγμα τοῦ ποιητικοῦ αἰτίου δεικτικόν ἐστιν

    写本与刊本中的文本 ὁ αὐτὸς παρατίθεται παράδειγμα 通常被理解为以关系代词 ὃ 为首的 ὃ αὐτὸς παρατίθεται παράδειγμα(他自己所举的例证)之误写,作为主语从句与主句谓语 δεικτικόν ἐστιν(表明……的)搭配。据此,构文理解为“他自己所举的例子也是表明作因的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:414.18-415.31