- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:413.5-414.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》卷五第17章中关于“极限”的定义,分析了大小的极限(面、线、点)、形式与形状、目的、思虑与行为的起点和终点,以及定义与认识的极限,阐明了“极限”如何与“始原”的诸种含义相对应并超越之。
τοῦτο δὲ τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν πρώτου1 δοκεῖ ἐπὶ μεγεθῶν μόνον ἁρμόζειν· τοῦ γὰρ μεγέθους ἔστι τι λαβεῖν οὗ πρώτου οὐδέν ἐστιν ἔξω· τοιοῦτον γὰρ ἐν μὲν σώματι ἡ ἐπιφάνεια, ἐν δ’ ἐπιφανείᾳ ἡ γραμμή, ἐν δὲ γραμμῇ ἡ στιγμή. ἄλλως δὲ ἐλέγετο ἐπὶ τοῦ τελείου τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν καὶ ἄλλως ἐπὶ τοῦ πέρατος. ἐπὶ μὲν γὰρ τοῦ τελείου ἐσήμαινε τὸ ᾧ μηδὲν ἐλλείπει τῶν μορίων (τὸ γὰρ πᾶν λαμβανόμενον ἦν τέλειον), ἐπὶ δὲ τοῦ πέρατος τὸ οὗ μηδέν ἐστιν ἐξωτέρω περατοῦν τοῦτο οὗ ἐστι πέρας· καὶ τέλειον μὲν τὸ ὡς ὅλον μηδὲν ἐκτὸς ἔχον. ἢ διαφορὰν σημαίνει τὸ πρῶτον τῷ πέρατι προσκείμενον, ὅτι πέρας ἔχει καὶ τὸ μὴ τέλειον. πέρας δέ φησιν εἶναι καὶ οὗ ἔσω πάντα πρώτου, τὸ αὐτὸ σημαίνων ὃ φθάσας εἶπε, κατ’ ἄλλον δὲ τρόπον καὶ ἀντεστραμμένως (τότε μὲν γάρ, οὗ μηδὲν ἐκτὸς πρώτου, νῦν δέ, οὗ ἐντὸς πάντα πρώτου), τὸ πρώτου πάλιν προσθείς, ἵνα τοῦ μέρους τὸ κυρίως πέρας χωρίσῃ· ἐντὸς μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις καὶ τῶν μερῶν τῶν πρὸς τοῖς ἐσχάτοις τὰ ἄλλα μέρη, ἀλλ’ οὐ πρώτων· ἐπὶ γὰρ τοῦ σώματος καὶ αὐτὸ τὸ ληφθὲν μέρος ἔσχατον ἐντός ἐστι τῆς ἐπιφανείας, ἐκείνη δὲ οὐκέτ’ οὐδενὸς ἐντός. ταὐτὸν δέ, ὡς εἶπον, οὗ τε πρώτου οὐδέν ἔστι λαβεῖν ἔξω, καὶ οὗ ἔσω πάντα πρώτου. ἔτι πέρας φησὶ καὶ ὃ ἂν ᾖ εἶδος μεγέθους ἢ ἔχοντος μέγεθος, εἶδος μὲν τὸ σχῆμα λέγων καὶ τὴν μορφήν· κατὰ γὰρ ταῦτα τὰ σώματα εἰδοποιεῖται. τὸ γὰρ μεγέθους ἀντὶ τοῦ σώματος εἶπε· πᾶν γὰρ σχῆμα ἐν σώματι. τὸ δὲ ἢ ἔχοντος μέγεθος προσέθηκε διὰ τὰ ζῷα, ἃ οὐκ ἔστι μὲν ἁπλῶς σώματα καὶ μεγέθη, ἔχει μέντοι σῶμα καὶ μέγεθος, καὶ ἔστι τούτων μὲν οὕτως εἶδος καὶ πέρας ἡ οἰκεία ἑκάστου μορφή, τῶν δὲ σωμάτων τὰ σχήματα. καὶ εἴη ἂν διὰ μὲν τοῦ πρώτου τὴν ἐπιφάνειαν εἰρηκὼς πέρας τοῦ σώματος, διὰ δὲ τοῦ νῦν τὸ σχῆμα. λέγει πέρας καὶ τὸ ἑκάστου τέλος τὸ οὗ χάριν· τοῦτο γὰρ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις· οὗ γὰρ ἕνεκεν ἡ κίνησίς τε καὶ ἡ πρᾶξις καὶ εἰς ὃ ἐπαύσατο, τοῦτο πέρας. οὐκέτι οὕτως ὁ θάνατος πέρας, ἐπεὶ μὴ τούτου χάριν γίγνεται τὰ γινόμενα· καίτοι ἔσχατός ἐστιν. εἰπὼν δὲ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις πέρας, προσέθηκεν ἀλλ’ οὐκ ἀφ’ οὗ· ἀφ’ οὗ γὰρ ἡ κίνησις, ἀρχὴ τοῦτο. ὁτὲ δέ, φησί, πέρατα ἄμφω λέγεται, καὶ τὸ ἀφ’ οὗ καὶ τὸ ἐφ’ ὅ· καὶ γὰρ ἡ τοιαύτη ἀρχὴ λέγεταί ποτε πέρας καὶ αὐτή. καὶ εἴη ἂν τοῦ διαλογισμοῦ τοῦ περὶ τοῦ πραχθησομένου τοῦτο πέρας· ἀπὸ γὰρ τοῦ τέλους ἀρξάμενοι ἐπὶ ἔσχατον παυόμεθα τοῦτο ὃ ἀρχὴ τῆς πράξεως γίνεται· ὥστε ἔστιν ἥ τινος ἀρχὴ τῆς πράξεως πέρας τοῦ διαλογισμοῦ. καὶ εἴη ἂν διὰ τούτων καὶ τὸ τέλος ἀρχήν τε καὶ πέρας δεδειχὼς καὶ τὸ ποιητικόν· τοῦ μὲν γὰρ διαλογισμοῦ πέρας, ἀρχὴ δὲ τῆς πράξεως. εἰπὼν δὲ ἐκεῖ τὴν ἀρχὴν πέρας λέγεσθαι, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καὶ ἀφ’ οὗ, ᾧ προσθεὶς καὶ τὸ ἐφ’ ὃ (ἔκειτο γὰρ καὶ τοῦτο), ἐξηγησάμενος τὸ ἐφ’ ὃ διὰ τοῦ προσθεῖναι καὶ τὸ οὗ ἕνεκα (τοῦτο γάρ ἐστι τὸ ἐφ’ ὅ), ἐφεξῆς δείκνυσι κατὰ πάντα τὰ τῆς ἀρχῆς σημαινόμενα τὸ πέρας λεγόμενον.2 λέγει γὰρ πέρας εἶναι καὶ τὸ εἶδος, καθ’ ὅ ἐστιν οὐ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. καὶ πῶς τοῦτο πέρας, προστίθησιν· οὐ γὰρ ἁπλῶς ἀνθρώπου πέρας τὸ ζῷον λογικὸν θνητὸν αὐτὸν εἶναι, ἀλλὰ τῆς γνώσεως τοῦ ἀνθρώπου. ὁμοίως δὲ καὶ τῆς ἑκάστου πράγματος γνώσεως τοῦτο πέρας· ὅταν γὰρ τοῦτο γνῶμεν, παυόμεθα τοῦ ζητεῖν τί ἐστι τὸ πρᾶγμα. εἰ δὲ τῆς γνώσεως, καὶ τοῦ πράγματος αὐτοῦ· ὡς γὰρ ἔχει τὸ πρᾶγμα, οὕτως αὐτοῦ ἡ γνῶσις γίγνεται. φανερὸν δέ, φησίν, ὅτι ὁσαχῶς ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ πέρας. ὃ εἰπὼν ἐπήνεγκε καὶ ἔτι πλεοναχῶς. ὅτι μὲν οὖν καὶ τὸ ὡς τέλος ἀρχὴ λεγόμενον καὶ τὸ εἶδος καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως πέρας λέγεται, εἴρηκεν· εἴη δ’ ἂν καὶ ἡ ὡς ὕλη ἀρχὴ λεγομένη πέρας τῷ ἔσχατον ὑποκείμενον εἶναι, τὸ δὲ ἔσχατον καὶ πέρας λέγεσθαι.
而“作为第一之物在其外不可取得任何东西者”这一公式,似乎只适合于大小;因为唯独在大小的情况下,才可能取得某种作为第一之物其外没有任何东西的事物;因为在物体中是表面,在表面中是线,在线中是点,便是此类事物。然而,“在其外不可取得任何东西者”在就完全而言和就极限而言时,表述方式是不同的。因为在就完全而言时,它是指在其各部分中无所亏缺者(因为作为整体被取得的乃是完全的),而在就极限而言时,它则是指在其更外部不再有任何东西规定它作为其极限的这一事物者;而完全者乃是作为整体在其外无所具有者。或者,附加在极限上的“第一之物”这一词意味着一种差异,即不完全的事物也具有极限。他又说,极限也是“作为第一之物所有事物皆在其内部者”,以此表达了他先前所说的同一含义,但是以另一种相反的方式(因为当时是“作为第一之物在其外没有任何东西者”,而现在则是“作为第一之物所有事物皆在其内部者”),他再次添加了“作为第一之物”,以便将本真意义上的极限与部分区分开来;因为在其他事物中,在邻近极点的诸部分内部也有其他部分,但并非作为第一之物;因为在物体中,所取得的极点部分本身也在表面之内,而表面则不再在任何东西之内。正如我所说,“作为第一之物在其外不可取得任何东西者”与“作为第一之物所有事物皆在其内部者”是同一回事。此外,他说极限也是“凡作为大小的形式或具有大小之物的形式者”,他所说的形式是指形状和形态;因为物体是依照这些而被分种的。因为他用“大小的”代替了“物体的”;因为一切形状皆在物体中。而他添加“或具有大小之物的”乃是由于动物,动物并非单纯是物体和大小,但却具有物体和大小;对于这些动物而言,各自固有的形态以这种方式构成了形式和极限,而对于物体而言则是形状。照此,通过前一定义他大概是将表面称为物体的极限,而通过当下的定义则将形状称为极限。他又说,每一事物的目的,即“为了它”,也是极限;因为这就是运动和行为所指向的东西;因为运动和行为为了它而进行、且终止于其中的东西,这就是极限。依照这种方式,死便不再是极限,因为所生成的事物并不是为了它而生成的;尽管死确实是极点。在说过运动和行为所指向的东西是极限之后,他又补充说“但不是它由此出发的东西”;因为运动由此出发的东西乃是始原。但他说道,有时二者皆被称为极限,即它由此出发的东西和它所指向的东西;因为这样的始原有时其自身也被称为极限。而这可能是关于将要实行之事的思虑的极限;因为我们从目的开始,终止于作为行为始原的这一极点;从而行为的某种始原乃是思虑的极限。通过这些,他大概表明了目的和作因二者既是始原又是极限;因为作因是思虑的极限,却是行为的始原。他在那里说过始原被称为极限,这一点他是通过说“以及它由此出发的东西”来指明的,他又在此之上添加了“以及它所指向的东西”(因为这也已设定),并通过补充“以及‘为了它’”(因为这就是所指向的东西)解释了“所指向的东西”,接着他表明极限乃是按照始原的一切含义而被表述的。因为他说,事物凭以存在的形式也是极限,而不是按照形状和形态。他又补充说明了这何以是极限;因为“理性的必死动物”并非单纯是人的极限,而是对人的认识的极限。同样,这也是对每一事物的认识的极限;因为当我们认识了这一点时,我们就停止探寻该事物是什么。而如果是认识的极限,也就是事物本身的极限;因为事物处于何种状态,对它的认识也就是何种状态。他说:“显而易见,始原有几种表述方式,极限也就有几种表述方式。”在说了这番话之后,他又补充道:“甚至以更多种方式。”因此,作为目的、形式以及运动始原由此出发的东西被称为始原者亦被称为极限,他已经讲过了;而作为质料被称为始原者,也因其作为终极的基底而会是极限,因为极点也被称为极限。
- 5.15οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν πρώτου
πρώτου 作为表语性属格与关系代词 οὗ 一致,意为“作为第一之物,在其外[没有任何东西]”。正如随后的解释所示,其作用在于将最外层的本真极限(如物体的表面)与内部的部分(μέρος)区分开来。
- 5.15εἰπὼν δὲ ἐκεῖ τὴν ἀρχὴν πέρας λέγεσθαι, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καὶ ἀφ’ οὗ, ᾧ προσθεὶς καὶ τὸ ἐφ’ ὃ (ἔκειτο γὰρ καὶ τοῦτο), ἐξηγησάμενος τὸ ἐφ’ ὃ διὰ τοῦ προσθεῖναι καὶ τὸ οὗ ἕνεκα (τοῦτο γάρ ἐστι τὸ ἐφ’ ὅ), ἐφεξῆς δείκνυσι κατὰ πάντα τὰ τῆς ἀρχῆς σημαινόμενα τὸ πέρας λεγόμενον.
该句的主干结构是主要动词 ἐφεξῆς δείκνυσι(他接着表明)及其支配的宾格不定式短语 κατὰ πάντα τὰ τῆς ἀρχῆς σημαινόμενα τὸ πέρας λεγόμενον(极限乃是按照始原的一切含义而被表述的)。在此之前,修饰主语的几个分词及关系从句层层嵌套:分词 εἰπών 支配关系从句 ὃ ἐδήλωσε...,其后接续分词 προσθείς 和分词 ἐξηγησάμενος,以此概括了前文论证的逐步推进过程。
