- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:411.24-413.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注述了亚里士多德《形而上学》卷Δ第16章后半部分至第17章开头,梳理了“完全”的两种本性含义及其派生用法,进而辨析了“极限”的第一种含义(后继于事物的极点)与第二种含义(在其外无法取得第一之物的极点)之间的差异。
ἢ οὐχ ὡς ἄλλο τι σημαίνων εἶδος τελείου τοῦτο προσέθηκεν· ἀναλαμβάνων οὖν τὸν περὶ αὐτῶν λόγον οὐκέτι τούτου ὡς ὄντος παρ’ ἐκεῖνο μνημονεύει. ἐπεὶ δὲ τέλειον τὸ τέλος ἔχον, τὸ δὲ τέλος ἔσχατον, ἤδη καὶ τὰ ἐν τῷ ἐσχάτῳ ὄντα ἐν τῷ τέλει φαμὲν εἶναι· διὸ καὶ ἐπὶ τὰ φαῦλα χρώμεθα τῷ σημαινομένῳ τούτῳ τοῦ τελείου, λέγοντες τελείως τινὰ ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν ἐπὶ τῷ ἐσχάτῳ ᾖ τοῦ κακοῦ καὶ μηδὲν αὐτῷ ἐλλείπῃ τῆς φθορᾶς. οὕτως καὶ ἡ τελευτὴ τέλος λέγεται, ἐπεὶ καὶ τὸ τέλος ἔσχατον (τοῦτο δέ ἐστι τὸ ἀγαθὸν καὶ τὸ οὗ χάριν), τὸ ἔσχατον τέλος λεγόντων ἡμῶν. διὸ καὶ τὸ “ἔχει τελευτήν, ἧσπερ οὕνεκ’ ἐγένετο.” οὐ μὴν ἀλλὰ παρὰ τὸ ἑπόμενον ἡ ἀπάτη,1 ἐπεὶ κυρίως γε τέλος τὸ οὕτως ἔσχατον ὡς οὗ ἕνεκεν. τὸ δὲ τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον ὡς ἴσον εἶπε τῷ κυρίως δὲ τέλος τὸ ὡς οὗ ἕνεκα ἔσχατον.2 ἢ εἰπὼν ἄμφω ἔσχατα εἶναι (καὶ γὰρ ἡ τελευτὴ ἔσχατον) προσέθηκεν ὅτι καὶ τὸ τέλος δὲ καὶ οὗ ἕνεκα καὶ αὐτὸ ἔσχατον. πάντα δὲ τὰ προειρημένα τε καὶ καθ’ αὑτὰ λεγόμενα τέλεια εἰς δύο φησὶν ἀνάγεσθαι σημαινόμενα, εἴς τε τὰ κατὰ τὸ εὖ μηδὲν ἐλλείποντα μηδὲ ἔχοντα ὑπερβολήν, ὡς δύνασθαι ἔξω τι αὐτῶν ληφθῆναι, ὃ παρὸν ηὔξησεν ἂν τὸ ἐν αὐτοῖς εὖ· καὶ γὰρ οἷς ὑπάρχει τὸ τέλος ὂν σπουδαῖον, καὶ ταῦτα ὑπὸ τοῦτο τὸ σημαινόμενον τοῦ τελείου. καὶ τοῦτο μὲν τὸ σημαινόμενον τοῦ τελείου κατὰ τὴν ἀρετὴν καὶ τὴν τοῦ ἀγαθοῦ ὁλόκληρον παρουσίαν λέγεται, τὸ δὲ τῷ ἁπλῶς μὴ ἔχειν ὑπερβολὴν ἐν τῷ οἰκείῳ γένει μηδὲ εἶναί τι ἔξω αὐτοῦ μηδὲ ἀπεῖναι, ὃ σημαινόμενον πρῶτον ἐξέθετο, οὗ εἰς δήλωσιν παρέθετο τὸν τέλειον χρόνον. οὕτω τέλειος ἄνθρωπος οὗ μηδὲν ἄπεστι μέρος, καὶ ἵππος ὁμοίως καὶ οἰκία καὶ βάθρον καὶ θρόνος, ὡς προεῖπε. ταῦτα μὲν οὖν τὰ σημαινόμενα καθ’ αὑτὰ τοῦ τελείου, τὰ δὲ ἄλλα τέλεια λεγόμενα ἀπ’ αὐτῶν φησι καὶ ταῦτα λέγεσθαι· ἢ γὰρ τῷ ποιεῖν τι τοιοῦτον· ἡ γὰρ παιδεία τέλειον, ὅτι ποιητικὸν τελείου τινός· τοῦ γὰρ τὴν ἀρετὴν ἔχοντος· καὶ τὰ γυμνάσια, ὅτι εὐεξίας καὶ αὐτὰ ποιητικὰ τελειότητος οὔσης. λέγεταί τινα τέλεια καὶ τῷ ἔχειν τι τοιοῦτον, ὡς βιβλίον λέγομεν τέλειον, ᾧ μηδὲν ἐνδεῖ τῶν ὀφειλόντων γραφῆναι, καὶ πραγματείαν τελείαν, ᾗ μηδὲν ἐνδεῖ. λέγεταί τινα τέλεια καὶ τῷ ἁρμόττειν τοῖς τελείοις· οὕτως ἐσθὴς λέγεται τελεία καὶ ὑπόδημα καὶ πανοπλία, καὶ ἡ Πηλιὰς τέλειον δόρυ ὅτι ὁ Ἀχιλλεὺς αὐτῇ μόνος ἠδύνατο χρῆσθαι τέλειος ὤν. καὶ τὰ ἁρμόττοντα δὲ τοῖς κατὰ τὸ εὖ τελείοις τέλεια· οὕτω πρᾶξις τελεία ἡ τῷ σπουδαίῳ ἁρμόζουσα, οἵα ἡ τοῦ φιλοσόφου. ἢ ὁπωσοῦν φησι λέγεσθαι πρὸς τὰ πρώτως λεγόμενα τέλεια· οὕτως γυμνάσιον λέγεται τέλειον, ᾧ ὁ τέλειος ἀθλητὴς γυμνάσαιτ’ ἄν. Καὶ πέρας δὲ λέγει τὸ μὲν ὡς ἔσχατον ἑκάστου λέγεσθαι, καθ’ ὃ σημαινόμενον εἴη ἂν καὶ ὁ θάνατος πέρας λεγόμενος· τὸ γὰρ ἑκάστῳ ἐπιγινόμενον ἔσχατον πέρας ἐκείνου. οὕτως καὶ κινήσεώς τι καὶ πράξεως πέρας λέγεται· τοιοῦτον γὰρ οὗ ἔξω μηδὲν ἔστι λαβεῖν πρώτου·3 εἰ γάρ τινος ληφθέντος ὡς ἐσχάτου ἔτι ἔστι τι τὸ τούτου ἐκτός, τοῦτο οὐ πέρας. τὸ δὲ πρώτου προσέθηκεν ἐνδεικνύμενος τὸ κυρίως πέρας, ὃ οὐχ ὡς μέρος ἐστὶ πέρας ἀλλ’ ὡς τὸ κυρίως ἔσχατον, ὁποῖόν ἐστιν ἐπὶ τῶν σωμάτων ἡ ἐπιφάνεια. δύναται μὲν γὰρ καὶ μέρους τινὸς ληφθέντος μηδὲν εἶναι ἔξω, ἀλλ’ οὐ πρώτου· πρὸ τούτου γὰρ τοῦ μέρους αὐτό. δόξειε δ’ ἂν τὸ αὐτὸ σημαίνειν καὶ διὰ τούτου τοῦ λόγου πέρας ὃ καὶ διὰ τοῦ πρότερον, ὃ εἶπεν ἔσχατον ἑκάστου, ὡς εἶναι τοῦ αὐτοῦ σημαινομένου διαφόρους λόγους· οὐ μὴν οὕτως ἔχει. τὸ μὲν γὰρ πρῶτον ῥηθὲν οὐ μόνον οὐκ αὐτοῦ τοῦ πράγματος ὄν τι ἔσχατον ἦν αὐτοῦ, ἀλλὰ καὶ τὸ τελευταῖον ἐπιγινόμενον ἑκάστῳ, τὸ δὲ νῦν αὐτοῦ τι τοῦ πράγματος ὂν πέρας λέγεται. ἔτι τὸ μὲν ἔσχατον δύναται καὶ ἐπὶ μέρους λέγεσθαι, τὸ δὲ οὕτω λεγόμενον, ὡς ἀπέδωκε δεύτερον, οὐκ ἐπὶ μέρους ἁρμόζειν δύναται ἀλλ’ ἐπὶ τοῦ κυρίως πέρατος, ὡς ἤδη εἶπον. καὶ τὸ μὲν ἔσχατον καὶ ἐπὶ μὴ μεγεθῶν ἁρμόζοι ἄν· καὶ γὰρ λόγου τι ἔσχατον καὶ πράξεως εἴη ἄν καὶ διανοίας· οὕτως γάρ, ὡς εἶπον, πέρας καὶ ὁ θάνατος λέγεται· ἔσχατον γὰρ τῆς τοῦ ζῴου ζωῆς.
或者[可以说],他添加这一点并不是为了表示“完全”的某种另外的种;因此,他在对这些事物进行总结讨论时,不再把这一点当作与那一点并列存在的事物来提起了。而既然具有目的者是完全的,而目的是极点,我们也就说处于极点中的事物也处于目的中;因此,对于恶劣的事物,我们也使用“完全”的这一含义,当某人处于恶的极点、并且在毁灭上对他无所亏缺时,我们说他“完全灭亡”和“完全被毁”。同样,终局也被称为目的,因为目的也是极点(而这正是善以及“为了它”),这是就我们称极点为目的而言的。因此也有这样的诗句:“他拥有正是为了它而生的终局。”然而,这一受骗乃是由随伴者引起的,因为本真意义上的目的乃是作为“为了它”而构成的极点。而他说“目的和‘为了它’是极点”,乃是等同于说“本真意义上的目的乃是作为‘为了它’的极点”。或者,在说过二者皆为极点之后(因为终局也是极点),他又补充说目的和“为了它”本身也是极点。他说,所有前面所说的以及在自身意义上被称为完全的事物,都可以归结为两个含义:其一是指那些在善好上无所亏缺、也没有超越以至于能够从它们之外取得某种若在场便会增加其内在善好的事物;(因为目的作为善美之物而属于其中的那些事物,也处在“完全”的这一含义之下),而“完全”的这一含义是按照美德以及善的整体在场而言的;另一则是由于在固有的类中单纯地没有超越,其外没有任何事物存在,也没有任何事物缺失,这是他最初陈述的含义,为了说明它,他引证了完全的时间。照此,没有任何部分缺失的人是完全的人,马、房屋、基座和宝座也同样如此,正如他先前所说的那样。这些便是自身意义上的“完全”的含义,至于其他被称为完全的事物,他说也是由这些衍生而被称为完全的:或是由于能产生某种这类事物(因为教养是完全的,乃是由于它能产生某种完全者,即具有美德的人;体育训练也是如此,因为它们能产生作为某种完全性的良好体态);某些事物也被称为完全,乃是由于具有某种这类事物,如同我们称凡应当写下的东西无一亏缺的书籍为完全的书籍,称无所亏缺的论著为完全的论著;某些事物也被称为完全,乃是由于适合于完全的事物;照此,衣服、鞋子和全套铠甲被称为完全的,珀利翁山的枪也被称为完全的长矛,因为唯有作为完全者的阿喀琉斯能够使用它;并且适合于在善好上是完全之物的事物也是完全的,照此,适合于优秀者的行为乃是完全的行为,例如哲学家的行为;或者他说,无论以何种方式与首要被称为完全的事物相联系的事物,都被称为完全;照此,完全的竞技者能在其中训练的体育场被称为完全的。 他又说,“极限”一方面被表述为每一事物的极点,按照这一含义,死也会被称为极限;因为最后发生在每一事物上的极点就是那事物的极限。照此,运动和行为的极限也是如此被表述的;因为作为第一之物而在其外部不可能取得任何东西的,正是这类事物;因为如果某物作为极点被取得之后,在它之外仍有某种东西,这就不是极限。他添加“第一之物的”是为了指明本真意义上的极限,它不是作为部分构成极限,而是作为本真意义上的极点,犹如物体中的表面那样。因为即便某个部分被取得,其外也可能没有任何东西,但并非作为第一之物;因为在此部分之前它本身已然存在。依循这一定义,“极限”似乎意味着与先前所说的“每一事物的极点”相同的事情,仿佛是同一含义的不同定义;然而事实并非如此。因为最初所说的不仅是并非作为该事物本身的某种东西而成为它的极点,而且是最后发生在每一事物上的东西,而现在所说的则是作为该事物本身的某种东西被称为极限。此外,“极点”也可以就部分而言,但按照他第二次给出的方式被言说的东西,则不可能适合于部分,而唯独适合于本真意义上的极限,正如我已指出的。并且“极点”也可以适合于没有大小的事物;因为言辞、行为和思想也会有某种极点;因为正如我所说,死也是这样被称为极限的;因为它是动物生命的极点。
- 5.15παρὰ τὸ ἑπόμενον ἡ ἀπάτη
παρὰ τὸ ἑπόμενον(“由于随伴者 / 后件”)指涉逻辑学上的“后件肯定之谬误”。该介词短语作主语 ἡ ἀπάτη(“受骗 / 谬误”)的谓语,系词 ἐστί 被省略。
- 5.15τὸ δὲ τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον ὡς ἴσον εἶπε τῷ κυρίως δὲ τέλος τὸ ὡς οὗ ἕνεκα ἔσχατον
τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον 是对亚里士多德文本(1021b29)的引述,由中性冠词 τό 引领,作为 εἶπε 的直接宾语(对格从句)。亚历山大将其视作等同于 τῷ κυρίως δὲ τέλος 等短语。
- 5.15οὗ ἔξω μηδὲν ἔστι λαβεῖν πρώτου
πρώτου 是与关系代词 οὗ(极限)一致的属格补足语(“作为第一之物而在其外部……”)。亚历山大在紧接着的注述中指出 τὸ δὲ πρώτου προσέθηκεν,证实了他并非将 πρώτου 作副词理解,而是将其视作限定该本质性极限的属格修饰语。
