- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:410.9-411.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大梳理了偶性关系者的两种模式(基体因其偶性而成为关系者,与同一基体中一偶性因另一偶性而成为关系者),随后展开对《形而上学》卷五第16章“完全”诸含义的注疏(数量上的完全、依固有美德与卓越性的完全、以及因具有善的目的而构成的完全)。
τὰ δὲ κατὰ συμβεβηκὸς πρός τι λέγεται, ὅσοις συμβέβηκέ τι τῶν πρός τι οὐκ οὖσιν αὐτοῖς πρός τι· ἄνθρωπος γὰρ λέγεται πρός τι, ὅταν ᾖ τὸ συμβεβηκὸς αὐτῷ τὸ διπλάσιον τῶν πρός τι ὄν. πάλιν εἴη ἂν τὸ λευκὸν λεγόμενον κατὰ συμβεβηκὸς καὶ αὐτὸ πρός τι, ἂν ᾧ συμβέβηκε διπλασίῳ εἶναι, τούτῳ καὶ τὸ λευκὸν εἴη συμβεβηκός.1 διαφέρει δὲ οὗτος ὁ τῶν πρός τι τρόπος τοῦ προρρηθέντος· ἐκεῖ μὲν γὰρ τὸ ὑποκείμενον πρός τι λέγεται διὰ τὸ συμβεβηκὸς αὐτῷ, ἐνταῦθα δὲ τῶν συμβεβηκότων αὐτῷ τὸ ἕτερον διὰ τὸ ἕτερον. Λέγει δὲ καὶ περὶ τοῦ τελείου, διαιρῶν αὐτό, ὅτι ἓν μὲν αὐτοῦ σημαινόμενόν ἐστιν οὗ μηδὲν μόριον ἄπεστι· τέλειον γάρ ἐστιν ἕκαστον, ὃ λέγεται, ὅταν αὐτοῦ μηδὲν τῶν εἰς τὴν τελείωσιν ἀπῇ μορίων. οὕτω χρόνος τέλειος ἑκάστου οὗτος, οὗ χρόνου, ὃς τοῦδε λέγεται εἶναι, μηδὲν μόριον ἄπεστι μηδὲ ἔξω τις αὐτοῦ. παντὸς μὲν γὰρ τοῦ λαμβανομένου χρόνου ἔστι τις ἔξω χρόνος· ἀλλ’ ὅταν ὁ τοῦδέ τινος ἀφωρισμένος χρόνος λαμβάνηται, τότε ὁ τέλειος ἔσται τούτου χρόνος, ὅταν ἀπῇ μηδὲν μόριον τοῦ χρόνου αὐτοῦ ἐν ᾧ ἐκεῖνό ἐστιν· οἷον εἴ τινος εἴη χρόνος τῆς ὑπάρξεως ἑκατὸν ἔτη, εἰ ἄνθρωπος φέρε εἰπεῖν ἔχοι τοῦτον ὅρον τῆς ζωῆς ὅλον, τέλειος ἂν ἦν ἀνθρώπου χρόνος, εἰ μηδὲν ἀπῆν τῶν ἑκατὸν ἐτῶν. οὕτω καὶ τέλειος ἄνθρωπος καὶ τέλειος ἵππος, οὗ μηδὲν μόριον ἄπεστιν, καὶ τέλειος ἀνδριὰς καὶ τῶν ἄλλων ἕκαστον, ὧν μηδὲν μόριον ἄπεστιν. ὁμοίως δὲ λέγεται τέλεια καὶ ὧν κατ’ ἀρετὴν τὴν οἰκείαν καὶ τὸ εὖ τὸ οἰκεῖον καὶ ἐν τῷ γένει τούτῳ μὴ ἔστιν ὑπερβολή. κοινότερον δὲ τῷ τῆς ἀρετῆς ὀνόματι χρῆται. ἕκαστον γὰρ τέλειον λέγεται, ὅταν ἔχῃ τὴν οἰκείαν ἀρετήν, οἷον τέλειος ἄνθρωπος, ᾧ μηδὲν ἐνδεῖ τῶν κατὰ τὰς ἀνθρώπου ἀρετάς, μηδὲ ἔστιν ὑπερβολὴ αὐτοῦ κατὰ τὸ εὖ τὸ ἐν τῷ ἀνθρώπῳ. οὕτω καὶ ἰατρὸν τέλειον, οὗ κατὰ τὸ εὖ τῆς ἐν ἀνθρώπῳ ἰατρικῆς μὴ ἔστιν ὑπερβολή.2 τὸ δὲ πρὸς τὸ γένος αὐτὸς ἐξηγήσατο διὰ τοῦ εἰπεῖν ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπωσι. τῷ γὰρ τὰς ἀρετὰς πλείους καὶ διαφόρους εἶναι, οὗτος τέλειος καθ’ ἣν ἔχει ἀρετήν ἐστιν, ὅταν μηδὲν κατ’ αὐτὴν τὴν ἀρετὴν ἐλλείπῃ· τῷ γὰρ γένει ἀντὶ τοῦ εἴδους ἐχρήσατο. καὶ αὐλητὴς τέλειος ὁ κατὰ αὐλητικὴν τοιοῦτος, καὶ ἁπλῶς ὁ κατά τινα τέχνην ἢ ἐπιστήμην ἢ ἀρετὴν μὴ ἐλαττούμενος τέλειος κατ’ αὐτήν. ἀπὸ δὲ τῶν οὕτως τελείων καὶ κατὰ τὸ εὖ τὸ οἰκεῖον μὴ ὑπερεχομένων καὶ ἐπὶ τὰ κακὰ μεταφέρομεν τὸ τέλειον· συκοφάντην γὰρ λέγομεν καὶ κλέπτην τέλειον ὡς οὐκ ἔχοντα ἐν τούτοις ὑπεροχήν. τοῦτο δὲ ποιοῦμεν, ἐπεὶ καὶ ἀγαθοὺς λέγομεν αὐτούς, κλέπτας ἀγαθοὺς καὶ τελείους· ὡς γὰρ τὴν κατὰ ταῦτα ἀρετὴν ἔχοντας καὶ τελείους κατ’ αὐτά· τελειότης γὰρ ἑκάστου ἡ οἰκεία ἀρετή. ὅταν γάρ, φησί, κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ μεγέθους ὃ κατὰ φύσιν ἐστὶν αὐτῷ, τότε ἐστὶ τέλειον ἕκαστον, κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς εἰπὼν ἀντὶ τοῦ ὅταν ταύτης τῆς τοῦ εἴδους ἐν ᾧ ἐστιν οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους· ἄνθρωπος γὰρ τέλειος, ἄν τῆς τοῦ ἀνθρώπου ἀρετῆς μηδὲν αὐτῷ ἐνδέῃ. οὗτος γὰρ ἄνθρωπος τέλειος, οὐχ ὁ τὰ μέρη ἄρτιος, ἀλλ’ ὅταν τῆς ἀνθρώπου ἀρετῆς καὶ τοῦ ταύτης μεγέθους τοῦ κατὰ φύσιν μηδὲν μόριον ἐνδέῃ αὐτῷ. ὁμοίως καὶ ἵππος καὶ κύων καὶ τῶν ὄντων ἕκαστον. καὶ εἴη ἂν τοῦ οὕτως τελείου ὁρισμὸν ἀποδεδωκώς, ὡς εἶναι τέλειον οὗ κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους· πρὸς γὰρ τὸ κατὰ φύσιν μέγεθος δεῖ μηδὲν μόριον ἐλλείπειν τοῦ τελείου. ἔστι δὲ τὰ μὲν πρῶτα εἰρημένα τέλεια κατὰ τὸ ποσόν, τὰ δὲ δεύτερα κατὰ τὸ εὖ τε καὶ τὸ ποιόν. ἔτι τέλεια φησιν εἶναι ἃ τὸ οἰκεῖον τέλος σπουδαῖον ἔχει· τέλειον γὰρ τὸ τέλος ἔχον, τὸ δὲ κυρίως τέλος ἀγαθόν τι. οὕτως ἄνθρωπος ἀγαθὸς τέλειος, ὅτι τὸ οἰκεῖον τέλος ἀγαθὸν ὂν ἔχει. καὶ εἴη ἂν ἡ διαφορὰ τοῖς οὕτω λεγομένοις τελείοις πρὸς τὰ πρὸ τούτων εἰρημένα, ὅτι ἐκεῖνα μὲν ἐλέγετο τέλεια τῷ ἐν τελείῳ εἶναι (τοιοῦτον γὰρ ἡ ἀρετή) ἀλλὰ οὐ τῷ ἐν τέλει,3 τὰ δὲ νῦν λεγόμενα τῷ ἐν τέλει.
另一方面,偶性上的关系者,是指那些自身并非关系者、却有某种关系者作为偶性发生于它们身上的事物;因为当发生于人身上的“两倍”是属于关系者的偶性时,人就被称为关系者。同样,当二倍这一性质偶然属于某物,而白也偶然属于这同一事物时,白本身也会偶性地被称为关系者。并且,这一类关系者不同于前面所说的那一种;因为在那里,基体是由于发生于它的偶性而被表述为关系者,而在这里,则是发生于它的偶性之一由于另一偶性[而被表述为关系者]。 他还通过区分“完全”来论述它,指出它的一个含义是“没有任何部分缺失的事物”;因为凡被称为完全的每一事物,都是在构成其完全状态的部分无一缺失于它时,才是完全的。同样,每一事物的完全时间也是这样的:属于该事物的被言说的这个时间,没有任何部分缺失,其外部也没有任何〔时间〕。因为对于所取的任何时间而言,都存在着某种处于其外的时间;但是,当取该特定事物的确定时间时,当那事物存在于其中的时间本身没有任何部分缺失时,这就会是属于它的完全时间;例如,如果某物的存在时间是一百年,比方说一个人以此为一生的全部界限,那么如果这一百年中没有任何东西缺失,这就会是一个人的完全时间。同样,没有任何部分缺失的完全的人和完全的马也是如此,完全的雕像以及其他每一类没有任何部分缺失的事物也是如此。同样,那些在其固有的美德和固有的善好方面,并且在这个类中没有超越[余地]的事物,也被称为完全的。而他是以较宽泛的意义来使用“美德”这一名称的。因为每一事物在具有其固有的美德时被称为完全的,例如完全的人,就是完全不缺乏属于人的美德的任何东西、并且在人所具有的善好方面在他之上没有超越者的人。同样,完全的医者就是在人所具有的医术的善好方面在他之上没有超越者的人。而对于“关于类”这一点,他自己通过说“当按照它们固有美德的种无所亏缺时”作了解释。因为由于美德是多数且多样的,此人乃是按照其所具有的美德而言是完全的,即当按照这美德本身无所亏缺的时候;因为他是用“类”来指代“种”。完全的吹笛者也是在吹笛术方面如此的人,简而言之,凡在某种技艺、知识或美德方面不逊色者,在它上面就是完全的。并且,我们根据这些在其固有的善好上是完全且不被超越的事物,也将“完全”转借到恶的事物上;因为我们说完全的谗谤者和完全的盗贼,意指他们在这些方面不被超越。我们这样做,是因为我们甚至也称他们为善好的,称他们为善好的盗贼和完全的盗贼;因为我们是将他们当作具有与这些事物相符的美德并在其中是完全的人来谈论的;因为每一事物的完全性就是其固有的美德。他说,因为当按照其固有美德的种,在自然属于它的大小上没有任何部分亏缺时,那时每一事物就是完全的;他说“按照固有美德的种”,是用来代替“当在此事物所处于其中的种的固有美德中,自然大小的任何部分都不亏缺时”;因为当人的美德中没有任何东西亏缺于他时,他就是完全的人。因为这就是完全的人,而不是各个肢体健全的人,乃是当人的美德及其自然大小的任何部分都不亏缺于他之时的人。马、狗以及存在物中的每一项也是同样的情况。这样他就给出了以此种方式完全之物的定义,即:完全之物乃是按照其固有美德的种、自然大小的任何部分都不亏缺的事物;因为相对于自然的大小,完全之物绝不能亏缺任何部分。所说的第一种完全之物是按照数量而言的,而第二种是按照善好与性质而言的。此外,他说那些具有优秀的固有目的的事物也是完全的;因为具有目的者是完全的,而真正意义上的目的乃是某种善。善人就是以这种方式成为完全的,因为他具有作为善的固有目的。而这样被称为完全的事物与在此之前所说的事物的差别在于:那些事物被称为完全,是由于处在完全者之中(因为美德正是这样的东西),而不是由于处在目的之中,而现在所说的事物则是由于处在目的之中[被称为完全]。
- 5.15ἂν ᾧ συμβέβηκε διπλασίῳ εἶναι, τούτῳ καὶ τὸ λευκὸν εἴη συμβεβηκός
包含了先行词的关系从句 ᾧ συμβέβηκε... 倒置于指示代词 τούτῳ 之前。句子的核心结构是 ἂν καὶ τὸ λευκὸν εἴη συμβεβηκὸς τούτῳ ᾧ συμβέβηκε διπλασίῳ εἶναι(“如果白也偶然发生于那偶然具有两倍性质的事物之上”)。
- 5.15οὗ κατὰ τὸ εὖ τῆς ἐν ἀνθρώπῳ ἰατρικῆς μὴ ἔστιν ὑπερβολή
关系代词属格 οὗ 作为比较属格依赖于名词短语 ὑπερβολή(“超越、凌驾”),意为“在其之上没有超越者的[人]”。κατὰ τὸ εὖ 则是表示视角的状语短语(“在善好方面”)。
- 5.15ὅτι ἐκεῖνα μὲν ἐλέγετο τέλεια τῷ ἐν τελείῳ εἶναι ... τὰ δὲ νῦν λεγόμενα τῷ ἐν τέλει
带冠词不定词与格 τῷ ... εἶναι 构成了表示原因的状语短语(“由于处在……之中”)。后半句 τὰ δὲ νῦν λεγόμενα 之后省略了谓语动词 ἐλέγετο τέλεια,且 τῷ ἐν τέλει 之后对称地省略了 [εἶναι]。
