- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:408.33-410.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了即使关系者相对于其所存在的主体被表述也会导致“同一样东西被表述两次”的难点,调和了亚里士多德论证的意图,并对基于类或具有而在自身上成立的关系者作了注解。
” διὰ γὰρ τούτων καὶ ἀναγκαῖον εἶναί φησιν ἔνια τῶν πρός τι πρὸς ἐκεῖνα λέγεσθαι ἐν οἷς ἐστιν· ὧν εἶπεν εἶναι τὴν τε διάθεσιν (διακειμένου γὰρ καὶ τοῦ ἐν ᾧ ἐστιν ἡ διάθεσις) καὶ τὴν ἕξιν· τοῦ γὰρ τὴν ἕξιν ἔχοντος ἡ ἕξις ἕξις. ἀλλὰ καὶ ἡ συμμετρία ἐστὶν ἐν τούτοις. ἀλλ’ εἰ πρὸς ταῦτα λέγεται, ἐν οἷς ἐστιν ἕκαστον τούτων, δὶς ταὐτὸν λεχθήσεται ἐφ’ ἑκάστου αὐτῶν. τί ἐστιν οὗ ἡ διάθεσις; οὗ ἐστιν ἡ διάθεσις. τί ἐστιν οὗ ἐστιν ἕξις; οὗ ἐστιν ἕξις. ὁμοίως καὶ ἐπὶ συμμετρίας. εἰ δὴ ἐπὶ τούτων δὶς μὲν ταὐτὸν λέγεται, ἐξ ἀνάγκης δὲ δεῖ αὐτὰ πρὸς ταῦτα λέγεσθαι ἐν οἷς ἐστιν, οὐχὶ πρὸς διαβολὴν τοῦ λέγεσθαί τι πρὸς τὸ ἐν ᾧ ἐστιν εἴη ἂν εἰρημένον τὸ δὶς ταὐτὸ λέγεσθαι.1 καὶ γὰρ εἰ μὲν ἦν οὕτω δὶς λεγόμενον ὡς αὐτὸ πρὸς αὑτὸ λέγεται, ἄτοπον ἄν τι εἵπετο· ἦν γὰρ ἂν αὐτὸ αὑτῷ τι ἀντικείμενον, εἴ γε τὰ πρός τι πρὸς ἀντικείμενα λέγεται. εἰ δὲ ἀποκρινόμενος πρὸς τὸν ἐρόμενον, τί ἐστι τὸ οὗ ἐστιν ἐπιστήμη, λέγει μὲν εἶναι τὴν ἐπιστήμην τοῦ οὗ ἐστιν ἐπιστήμη, ὂν ἀληθές, οὐ μὴν καὶ πρὸς τοῦτο λέγεσθαι (οὐκέτι γὰρ ἐρωτηθείς, πρὸς τί λέγεται ἐπιστήμη, ἀποκρίνεται οὗ ἐστιν ἐπιστήμη, ἀλλὰ πρὸς τὸν ἔχοντα τὴν ἐπιστήμην), καὶ πάλιν πρὸς τί λέγεται ὁ ἔχων τὴν ἐπιστήμην, ἐρωτηθεὶς ἀποκρίνεται πρὸς ἐπιστήμην, οὐκ ἂν εἴη αὐτό τι πρὸς αὑτὸ λεγόμενον, εἴ γε ἄλλο ἐπιστήμη καὶ ἄλλο τὸ ἐπιστήμην ἔχον. ἔοικε δὲ καὶ αὐτὸς οὐχ ὡς ἀναιρετικὸν τοῦ λέγεσθαί τι πρὸς τὸ ἐν ᾧ ἐστι τιθέναι αὐτό, ἀλλὰ πρὸς σύστασιν μᾶλλον αὐτῷ χρῆσθαι τοῦ, ἐν οἷς ἐνδέχεται τὰ ὄντα ἔν τισι πρὸς ἄλλα τινὰ λέγεσθαι παρὰ τὰ ἐν οἷς ἐστι, πρὸς ἐκεῖνα αὐτῶν ποιεῖσθαι τὴν ἀπόδοσιν.2 ἐπιζητήσαι δ’ ἄν τις, εἰ μὴ ὁμοίως καὶ τῶν κατὰ δύναμιν λεγομένων πρὸς ἄλληλα τὸ ἕτερον τὸ ὡς πάσχον ἀντικείμενον ὂν τῷ ποιοῦντι ἢ ποιητικῷ οὕτω λέγεται πρὸς αὐτὸ τῷ ἐκεῖνο τούτου εἶναι, ἀλλ’ οὐ τῷ τοῦτο ἐκείνου. τὸ γὰρ καυστὸν καυστὸν τῷ εἶναι αὐτοῦ καυστικόν τι, καὶ τὸ θερμαντὸν τῷ εἶναι αὐτοῦ θερμαντικόν τι, καὶ τούτων ἕκαστον αὐτὸ ὅπερ ἐστὶν ἄλλου λέγεται· τὸ γὰρ καυστὸν καυστὸν τῷ καυστικῷ, καὶ τὸ αἰσθητὸν τοιοῦτόν ἐστιν, ὅτι ἐστὶν αὐτοῦ τὸ αἰσθανόμενον. ἢ βουλόμενος δεῖξαι πρὸς τί τὰ οὕτω λεγόμενα λέγεται, ταῦτα λέγει. τὰ μὲν γὰρ κατὰ δύναμιν πρὸς ταῦτα προδήλως λέγεται, καὶ οὐκ ἔστι ζητούμενον πρὸς τί ἡ τούτων ἀπόδοσις· ἐπὶ δὲ τῶν ὡς κριτικῶν πρός τι λεγομένων ἐζητεῖτο πρὸς τί ταῦτα, οἷον τὸ αἰσθάνεσθαι πότερον πρὸς τὸ ἔχον αἴσθησιν ἢ πρὸς τὸ αἰσθητόν. ὅτι οὖν πάντα τὰ τοιαῦτα οὐ πρὸς τὰ ἔχοντα ἀλλὰ πρὸς τὰ ὧν εἰσι λέγεται, ἔδειξε διὰ τοῦ δεῖξαι τὰ ἀντικείμενα τούτοις οὕτω δεῖν λέγεσθαι πρὸς αὐτὰ τῷ ἐκεῖνα τούτων εἶναι· εἰ γὰρ καὶ ἐπὶ τούτων ἀληθὲς τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἢ ὁπωσοῦν πρὸς ἕτερον (πάντα γὰρ οὕτω τὰ πρός τι ἔχει), ἀλλὰ δεῖ οὕτω τὰ πρὸς τὰ κρίνοντα λεγόμενα λέγεσθαι τῷ ἐκεῖνα τούτων εἶναι· ὃ οὐκ ἂν οὕτως ἔχοι, εἰ ἡ ἐπιστήμη καὶ ἕκαστον τῶν τοιούτων πρὸς τὰ ἔχοντα αὐτὰ ἐλέγετο. Τῶν δὲ καθ’ αὑτὰ πρός τι λεγομένων τὰ μὲν οὕτω φησὶ λέγεσθαι, δηλονότι ἢ τῷ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἢ τῷ ἄλλα αὐτῶν εἶναι, τὰ δέ, φησίν, ἂν τὰ γένη αὐτῶν πρός τι ᾖ· ἡ γὰρ ἰατρικὴ πρός τι τῷ τὴν ἐπιστήμην γένος οὖσαν αὐτῆς πρός τι εἶναι. τοῦτο δὲ καὶ ἐν Κατηγορίαις εἴρηκεν· οὗ γὰρ τὸ γένος πρός τι, τοῦτο οὐ κατὰ συμβεβηκὸς ἂν ἔτι πρός τι λέγοιτο, ἀλλὰ καὶ αὐτὸ καθ’ αὑτό, εἰ καὶ μὴ ὁμοίως τῷ γένει· τῷ γὰρ τὸ γένος ἐν τῷ εἴδει εἶναι γίνεται καὶ τὸ εἶδος ἐν τῇ οὐσίᾳ ἔχον τὸ πρός τι, εἴ γε μέρος αὐτοῦ τῆς οὐσίας τὸ γένος. ἔτι λέγει, ὡς τὰ ἔχοντά τινα πρός τι ἐστίν, οὕτω καὶ τὰ ἐχόμενα καὶ κατὰ τοῦτο· ἡ γὰρ ἰσότης πρός τι, ὅτι τὸ ἴσον τὸ ἔχον τὴν ἰσότητα πρός τι, καὶ ἡ ὁμοιότης τῷ τὸ ὅμοιον. κατὰ γὰρ τοῦτο κἀκεῖνα πρός τι· τῷ γὰρ ταῦτα ἔχειν.
”因为通过这些话,他说关系者中的某些事物必然也要相对于它们存在于其中的对象被表述;他说属于这些事物的既有素质(因为素质属于处于某种状态者,也属于它存在于其中的对象),也有状态;因为状态乃是具有状态者的状态。此外均称也在这些事物之中。但是,如果这其中的每一个都是相对于它们存在于其中的对象被表述的,那么关于它们中的每一个,同一样东西都将被表述两次:“素质是其素质的对象是什么?”——“是素质是其素质的对象”。“状态是其状态的对象是什么?”——“是状态是其状态的对象”。均称也是同样的情况。如果说在这些事物中,同一样东西确实被表述了两次,然而它们又必然必须相对于它们存在于其中的对象被表述,那么说同一样东西被表述两次,就不会是为了反驳某物相对于它存在于其中的对象被表述这一说法。因为如果表述两次是以自身相对于自身被表述的这种方式发生的,确实会导致某种荒谬;因为若是关系者相对于对立事物被表述,它就会变成与自身相对立的某种东西了。但是,如果一个人在回答询问“知识是其知识的对象是什么”的人时,虽然说知识属于“知识是其知识的对象”(这是真的),却并不意味着知识也是相对于此而被表述的(因为当进一步被问及“知识是相对于什么被表述的”时,他不再回答“是知识是其知识的对象”,而是回答“相对于具有知识者”,并且反过来当被问及“具有知识者是相对于什么被表述的”时,他回答“相对于知识”),那么只要知识是一回事而具有知识者是另一回事,这就不会成为自身相对于自身被表述的某种东西。而且看来他本人也不是将这作为排除某物相对于它存在于其中的对象被表述的依据,而是更多地用它来确立:在那些存在于某些事物中的东西允许相对于除了它们存在于其中的对象之外的某些别的事物被表述的情形下,它们的相对归属应当相对于那些别的事物来进行。但是有人可能会探究:按照潜能相互被表述的事物中,作为受动者而与施动或能动之物相对立的另一方,是否同样也是由于后者属于前者、而不是由于前者属于后者而这样相对于它被表述的呢?因为可燃烧之物之所以是可燃烧的,是由于存在着某种能燃烧它的东西,可加热之物也是由于存在着某种能加热它的东西,并且这些事物中的每一个正是在其自身所是之中被说是属于另一物的;因为可燃烧之物是通过能燃烧之物而是可燃烧的,可知觉之物之所以是这样,也是因为知觉它的东西存在。或者说,他是由于想要指明这样被表述的事物究竟是相对于什么而被表述的,才说了这些话。因为按照潜能的事物显然是相对于这些事物被表述的,它们究竟归属于什么并非所探求的问题;但在作为判定者而被关系性地表述的事物中,探求的则是它们究竟关涉什么,例如感知究竟是相对于具有知觉者还是相对于可知觉之物。因此,所有这类事物不是相对于具有它们的事物、而是相对于它们所属的事物被表述,乃是他通过证明与它们相对立的事物必须由于前者〔这类事物〕属于后者而这样相对于它们被表述所证明的;因为即使在它们身上,它们正是在其自身所是之中被说是属于他物,或者以某种方式关涉他物,这也确实是真的(因为一切关系者都如此),但是那些相对于判定者被表述的事物,必须由于前者〔判定者〕属于后者而这样被表述;如果知识以及诸如此类的每一项事物是相对于具有它们的事物被表述的话,这一情况就不会成立了。另一方面,在自身作为关系者被表述的事物中,他说有些是这样被表述的,显然要么是由于它们正是在其自身所是之中被说是属于他物,要么是由于他物属于它们;而另一些,他说是在它们的类是关系者的情况下;因为医术之所以是关系者,是由于作为其类的知识是关系者。这一点他在《范畴篇》中也已经说过;因为凡是其类为关系者之物,就不再是通过偶性被称为关系者,而是本身也是自体的,即使其方式并不与类相同;因为由于类存在于种之中,种在其本质上也具有关系者,如果类确实是其本质的一部分的话。他还说,正如具有某些事物之物是关系者一样,被具有之物也同样并且由于这一点而成为关系者;因为平等之所以是关系者,是由于具有平等的相等者是关系者,类似也是由于类似者是关系者。因为由于具有这些,那些事物在这方面也是关系者。
- 5.15οὐχὶ πρὸς διαβολὴν τοῦ λέγεσθαί τι πρὸς τὸ ἐν ᾧ ἐστιν εἴη ἂν εἰρημένον τὸ δὶς ταὐτὸ λέγεσθαι
句子的语法主语是 τὸ δὶς ταὐτὸ λέγεσθαι(“说同一样东西被表述两次”),主动词为表示潜能的 εἴη ἂν εἰρημένον(“大概不是为了……而说的”)。介词短语 πρὸς διαβολὴν τοῦ λέγεσθαι... 表示目的(“为了反驳/排斥……”)。
- 5.15ἀλλὰ πρὸς σύστασιν μᾶλλον αὐτῷ χρῆσθαι τοῦ, ἐν οἷς ἐνδέχεται τὰ ὄντα ἔν τισι πρὸς ἄλλα τινὰ λέγεσθαι παρὰ τὰ ἐν οἷς ἐστι, πρὸς ἐκεῖνα αὐτῶν ποιεῖσθαι τὴν ἀπόδοσιν
属格冠词 τοῦ 作为名词 σύστασιν(“确立”)的宾格性属格,统领不定式短语 ποιεῖσθαι。中间插入了关系从句/条件结构 ἐν οἷς ἐνδέχεται...,骨干结构为“πρὸς σύστασιν τοῦ ποιεῖσθαι τὴν ἀπόδοσιν πρὸς ἐκεῖνα”(“为了确立将它们的归属对应到那些事物之上”)。
