← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§39.22-41.15

毕达哥拉斯派的天体谐音与对地学说

亚历山大阐释了亚里士多德《形而上学》985b26所论述的毕达哥拉斯学派宇宙论,包括天体运行所产生的谐音(天球音乐)、为凑足完全数十而设立“对地”,以及关于奇数(有限)、偶数(无限)和单子的原理学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39#2

ἔλεγον δὲ καὶ τὸν ὅλον οὐρανὸν κατὰ ἁρμονίαν συγκεῖσθαί τινα (τούτου γὰρ δηλωτικὸν αὐτῷ τὸ καὶ τὸν ὅλον οὐρανὸν εἶναι ἀριθμόν) διότι ἐξ ἀριθμῶν καὶ κατ’ ἀριθμὸν καὶ ἁρμονίαν. τῶν γὰρ σωμάτων τῶν περὶ τὸ μέσον φερομένων ἐν ἀναλογίᾳ τὰς ἀποστάσεις ἐχόντων, καὶ τῶν μὲν θᾶττον φερομένων τῶν δὲ βραδύτερον, ποιούντων δὲ καὶ ψόφον ἐν τῷ κινεῖσθαι τῶν μὲν βραδυτέρων βαρὺν τῶν δὲ ταχυτέρων ὀξύν, τοὺς ψόφους τούτους κατὰ τὴν τῶν ἀποστάσεων ἀναλογίαν γινομένους ἐναρμόνιον τὸν ἐξ αὑτῶν ἦχον ποιεῖν·1 ἧς ἁρμονίας τὸν ἀριθμὸν ἀρχὴν λέγοντες εἰκότως καὶ τοῦ οὐρανοῦ καὶ τοῦ παντὸς τὸν ἀριθμὸν ἐτίθεντο ἀρχήν. ἐν διπλασίῳ μὲν γὰρ λόγῳ φέρε εἰπεῖν τὸ διάστημα τὸ τοῦ ἡλίου ἀπὸ τῆς γῆς εἶναι ἢ τὸ τῆς σελήνης, ἐν τριπλασίῳ δὲ τὸ τῆς Ἀφροδίτης, ἐν τετραπλασίῳ δὲ τὸ τοῦ Ἑρμοῦ, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου εἶναί τινα λόγον ἀριθμητικὸν ἡγοῦντο, καὶ ἐναρμόνιον τὴν κίνησιν εἶναι τοῦ οὐρανοῦ· κινεῖσθαι δὲ τάχιστα μὲν τὰ τὸ μέγιστον διάστημα κινούμενα, βραδύτατα δὲ τὰ τὸ ἐλάχιστον, τὰ δὲ μεταξὺ κατὰ τὴν ἀναλογίαν τοῦ μεγέθους τῆς περιφοράς. ἐκ δὴ τούτων τῶν ὁμοιοτήτων ἐν τοῖς οὖσι πρὸς τοὺς ἀριθμοὺς τὰ μὲν πράγματα καὶ τὰ ὄντα ἐξ ἀριθμῶν τε συγκεῖσθαι καὶ ἀριθμούς τινας εἶναι ὑπελάμβανον. τοὺς δὲ ἀριθμοὺς ἡγούμενοι πάσης τῆς φύσεως καὶ τῶν φύσει ὄντων πρώτους (μήτε γὰρ δύνασθαί τι τῶν ὄντων χωρὶς ἀριθμοῦ εἶναι μήτε γνωρίζεσθαι ὅλως, τοὺς δὲ ἀριθμοὺς καὶ χωρὶς τῶν ἄλλων γιγνώσκεσθαι) τὰ τῶν ἀριθμῶν στοιχεῖα καὶ τὰς ἀρχὰς τούτων πάντων τῶν ὄντων ἀρχὰς ἔθεντο. ταῦτα δὲ ἦν, ὡς εἴρηται, ἄρτιον καὶ περιττόν, ὧν τὸ μὲν περιττὸν πεπερασμένον τὸ δὲ ἄρτιον ἄπειρον ἡγοῦντο εἶναι· τῶν δὲ ἀριθμῶν τὴν μονάδα ἀρχὴν εἶναι, συγκειμένην ἔκ τε τοῦ ἀρτίου καὶ περιττοῦ· εἶναι γὰρ τὴν μονάδα ἅμα ἀρτιοπέριττον,2 ὃ ἐδείκνυε διὰ τοῦ γεννητικὴν αὐτὴν εἶναι καὶ τοῦ περιττοῦ καὶ τοῦ ἀρτίου ἀριθμοῦ· ἀρτίῳ μὲν γὰρ προστιθεμένη περιττὸν γεννᾷ, περιττῷ δὲ ἄρτιον. Καὶ ὅσα μὲν εἶχον ὁμολογούμενα ἔν τε τοῖς ἀριθμοῖς καὶ τοῖς κατὰ τὰς ἁρμονίας συνθέσεσι πρὸς τὰ τοῦ οὐρανοῦ πάθη τε καὶ μέρη, ταῦτα μὲν αὐτόθι ὡς φανερὰ λαμβάνοντες ἐδείκνυον τὸν οὐρανὸν ἐξ ἀριθμῶν τε συγκεῖσθαι καὶ καθ’ ἁρμονίαν. εἰ δέ τινα ἐφαίνοντο διαφωνεῖν τῇ κατὰ τοὺς ἀριθμοὺς ἀκολουθίᾳ τῶν κατὰ τὸν οὐρανὸν φαινομένων, ταῦτα δὲ προσετίθεσαν αὐτοὶ καὶ ἐπειρῶντο ἀναπληροῦν πρὸς τὸ ὡμολογημένην αὐτοῖς εἶναι τὴν πραγματείαν πᾶσαν. αὐτίκα γοῦν τέλειον ἀριθμὸν ἡγούμενοι τὴν δεκάδα, ὁρῶντες δὲ ἐν τοῖς φαινομένοις ἐννέα τὰς κινουμένας σφαίρας, ἑπτὰ μὲν τὰς τῶν πλανωμένων, ὀγδόην δὲ τὴν τῶν ἀπλανῶν, ἐννάτην δὲ τὴν γῆν (καὶ γὰρ καὶ ταύτην ἡγοῦντο κινεῖσθαι κύκλῳ περὶ μένουσαν τὴν ἑστίαν, ὃ πῦρ ἐστι κατ’ αὐτούς), αὐτοὶ προσέθεσαν ἐν τοῖς δόγμασι καὶ τὴν ἀντίχθονά τινα, ἣν ἀντικινεῖσθαι ὑπέθεντο τῇ γῇ καὶ διὰ τοῦτο τοῖς ἐπὶ τῆς γῆς ἀόρατον εἶναι. λέγει δὲ περὶ τούτων καὶ ἐν τοῖς Περὶ οὐρανοῦ καὶ ἐν ταῖς τῶν Πυθαγορικῶν δόξαις ἀκριβέστερον. καθ’ ἁρμονίαν δὲ τὴν τούτων τάξιν ἐποίουν λαβόντες τὸ τὰ δέκα τὰ κινούμενα σώματα, ἐξ ὧν ὁ κόσμος, διεστάναι ἀπ’ ἀλλήλων κατὰ τὰς ἁρμονικὰς ἀποστάσεις, κινεῖσθαί τε κατὰ ἀναλογίαν τῶν διαστημάτων, ὡς προείρηκε, τὰ μὲν θᾶττον αὐτῶν τὰ δὲ βραδύτερον, καὶ φερόμενα ἤχους ποιεῖν τὰ μὲν βραδύτερον βαρυτέρους τὰ δὲ θᾶττον ὀξυτέρους, ἐξ ὧν γιγνομένων ἀναλογίαις ἁρμονικαῖς ἐναρμόνιον ἦχον γίγνεσθαι, οὐ μὴν κατακούειν ἡμᾶς διὰ τὴν ἐκ παίδων συντροφίαν. εἴρηκε δὲ περὶ τούτου καὶ ἐν τοῖς Περὶ οὐρανοῦ, καὶ ὅτι μὴ ἀληθές ἐστιν ἐν ἐκείνοις ἔδειξεν. ὅτι δὲ καὶ τὸ μὲν ἄρτιον αὐτοῖς τὸ ἄπειρόν ἐστι τὸ δὲ περιττὸν πεπερασμένον, καὶ ἀρχὴ τῆς τε μονάδος (ἐκ τούτων γὰρ ἡ μονὰς οὖσα ἀρτιοπέριττός ἐστιν), ἀλλὰ καὶ τοῦ παντὸς ἀριθμοῦ, εἴγε αἱ μονάδες πάλιν αἱ ἀρχαὶ τῶν ἀριθμῶν, ἀριθμὸς δὲ ὁ ὅλος οὐρανός, τουτέστι πάντα τὰ ἐν τῷ οὐρανῷ, ἅπερ ἐστὶ τὰ ὄντα, ταῦτα δὲ λέγει μὲν καὶ νῦν,3 ἐπὶ πλέον δὲ ἐν ἐκείνοις εἴρηκεν ὑπὲρ αὐτοῦ.

他们还说整个天也是依照某种谐音构成的(因为他的话“并且整个天是数”正是表明这一点),因为天是由数构成的,且依循数与谐音。事实上,围绕中心运行的物体按比例保持其距离,有的运行较快,有的较慢,而在运动中它们也发出声响,较慢者发出低音,较快者发出高音,[他们认为]依照距离的比例而产生的这些声响,便从自身产生出和谐的声音;既然他们称数是这一谐音的原理,他们自然合理地将数确立为天乃至整个宇宙的原理。因为他们认为,例如太阳距地球的距离与月亮的距离相比处于二倍比中,金星的处于三倍比中,水星的处于四倍比中,而在其他每个天体上也都存在某种数之比例,且天的运动是和谐的;并且,运行最大距离者运动最快,运行最小距离者运动最慢,中间者则依循其周转运动大小的比例。因此,正是由于存在者与数之间的这些相似性,他们才认为事物与存在者既由数构成,又是某些数。由于他们认为数先于整个自然本性以及依自然而存在的事物(因为存在者中的任何事物既不能脱离数而存在,也根本不能被认识,而数即使脱离其他事物也能被认识),他们遂将数的元素以及它们的原理确立为一切存在者的原理。而正如已经指出的,这些乃是偶数与奇数,其中他们认为奇数是有限的,偶数是无限的;并且[他们认为]单子是数的原理,由偶数与奇数构成;因为单子同时是奇偶合一的,这一点他是通过它既能生成奇数又能生成偶数来证明的;因为与偶数相加它生成奇数,与奇数相加它生成偶数。凡是他们在数以及依照谐音的组合中与天的状态和部分相符的事项,他们都直接当作显然之事接受下来,并证明天是由数构成且依循谐音的。但如果天的现象中有任何显得与依照数的序列相抵触者,他们自己便加以补充并试图补足,以便使他们的整套学说体系对他们而言得以协调一致。例如,他们既然认为十是完全数,但在现象中只看到九个运动的球体——七个属于行星,第八个是恒星天球,第九个是地球(因为他们认为地球也环绕静止的炉灶即依照他们所说的火作圆周运动),他们便自己在学说中补充了一个对地,假设它与地球相对运动,正因如此对地球上的人来说是不可见的。关于这些事情,他在《论天》以及《毕达哥拉斯学派的见解》中都有更为精确的论述。他们之所以依循谐音来安排这些物体的位次,是因为他们认定构成宇宙的十个运动物体按照和声学上的间距彼此相隔,并且正如他先前所说,它们按照间距的比例运动,其中有的较快,有的较慢,且在运行时发出声响,较慢者音较低,较快者音较高,由以谐音比例产生的这些声响构成了和谐的声音,然而我们由于自幼习惯于此而未能听到。关于这一点,他在《论天》中也讨论过,并在那部著作中证明了它并非真实。至于偶数在他们看来是无限的而奇数是有限的,并且[二者]是单子的原理(因为单子由此构成,因而是奇偶合一的),不仅如此而且是全体数的原理(如果单子反过来又是数的原理,而整个天是数,也就是说天中的一切事物即存在者是数),这些事情他现在虽有论及,但在那些著作中对它们作了更为充分的阐述。

语法注3 条
  1. 1.39τῶν γὰρ σωμάτων τῶν περὶ τὸ μέσον φερομένων ἐν ἀναλογίᾳ τὰς ἀποστάσεις ἐχόντων, καὶ τῶν μὲν θᾶττον φερομένων τῶν δὲ βραδύτερον, ποιούντων δὲ καὶ ψόφον ἐν τῷ κινεῖσθαι τῶν μὲν βραδυτέρων βαρὺν τῶν δὲ ταχυτέρων ὀξύν, τοὺς ψόφους τούτους κατὰ τὴν τῶν ἀποστάσεων ἀναλογίαν γινομένους ἐναρμόνιον τὸν ἐξ αὑτῶν ἦχον ποιεῖν

    这是一个复杂的长句结构。前半部分自 τῶν γὰρ σωμάτων 至 τῶν δὲ ταχυτέρων ὀξύν 是由多个分词(ἐχόντων, φερομένων, ποιούντων)构成的并列属格绝对结构;主句则是间接引语中的“带不定式的宾格”结构 τοὺς ψόφους τούτους ... ἐναρμόνιον τὸν ἐξ αὑτῶν ἦχον ποιεῖν,其中 τοὺς ψόφους τούτους 是不定式 ποιεῖν 的逻辑主语,τὸν ἐξ αὑτῶν ἦχον 是直接宾语,ἐναρμόνιον 处于表语位置(“使由它们构成的声音成为和谐的”)。

  2. 1.39ἀρτιοπέριττον

    该术语(“奇偶合一之数”)表示单子(一)兼具奇数与偶数的本质与生成根源。在紧随其后的关系从句 ὃ ἐδείκνυε 以下,它通过加于偶数产生奇数、加于奇数产生偶数的算术特征得到了证明。

  3. 1.39ὅτι δὲ καὶ τὸ μὲν ἄρτιον αὐτοῖς τὸ ἄπειρόν ἐστι... ταῦτα δὲ λέγει μὲν καὶ νῦν

    句首的 ὅτι 引导一个长名词从句,用于引出话题(“关于……一事”)。该长从句(ὅτι ... τὰ ὄντα)在末尾通过主句中的指示代词 ταῦτα(ταῦτα δὲ λέγει μὲν καὶ νῦν,“这些事情他现在虽有谈及”)加以复指与概括,构成了前后照应的复括结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:39.22-41.15