- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:407.16-408.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《形而上学》卷五第15章(1021a31)进行注解,阐明为何知识与感觉等关系者是关涉其对象(可知者等)而非关涉其主体进行表述(以避免同义反复),并引用塞奥弗拉斯特与亚里士多德的《论题篇》探讨了关于状态与和声等内在于其关联项之中的关系者的疑难。
" Οὐκ ἔστι δὲ ἡ διάνοια πρὸς τοῦτο οὗ ἐστι διάνοια." Εἰπὼν ἐν τοῖς πρὸς ἄλληλα λεγομένοις ὡς τὸ κρῖνόν τε καὶ κρινόμενον τὸ κρινόμενον πρὸς τὸ κρῖνον οὕτως λέγεσθαι, ὅτι ἐκεῖνο τούτου, τουτέστι τὸ κρῖνον τοῦ κρινομένου, δυναμένου πρὸς τὸ κρῖνον οὕτω λέγεσθαι ὡς τὸ κρῖνόν γε πρὸς τὸ κρινόμενον,1 νυνὶ δείκνυσιν ὅτι οὕτω λέγεται ταῦτα πρός τι, ἥ τε ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ τὸ μέτρον καὶ ὅσα τούτοις ὅμοια, ὡς πρὸς τὰ ὧν ἐστιν, ἡ μὲν ἐπιστήμη πρὸς τὰ ἐπιστητά, ἡ δὲ αἴσθησις πρὸς τὰ αἰσθητά, ἡ δὲ δόξα πρὸς τὰ δοξαστά, ἀλλ’ οὐ πρὸς ἐκεῖνα ἐν οἷς ἐστιν, ἡ μὲν ἐπιστήμη πρὸς τὸ ἔχον τὴν ἐπιστήμην, ἡ δὲ αἴσθησις πρὸς τὸ τὴν αἴσθησιν, καὶ τὰ ἄλλα ὁμοίως, διὰ τοῦ τοῦτο δεικνύναι πιστὸν ποιῶν τὸ εἰρημένον, τὸ ἐν τοῖς πρός τι εἶναί τινα καὶ οὕτως πρός τι λεγόμενα τῷ πρὸς ἃ λέγεται τούτων εἶναι τῶν πρὸς αὐτὰ λεγομένων·2 τοιαῦτα γὰρ τὰ κρινόμενα καὶ οὕτως λεγόμενα πρὸς τὰ κρίνοντα. ὅτι δὲ ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ λέγεται ἀλλ’ οὐ πρὸς τὸν ἔχοντα τὴν ἐπιστήμην, δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι δὶς ἔσται τὸ αὐτὸ λεγόμενον. πῶς δὲ γίνεται δὶς τὸ αὐτὸ λεγόμενον, ὀλίγον προελθὼν δείκνυσιν αὐτὸς εἰπὼν ὁμοίως δὲ καί τινός ἐστιν ἡ ὄψις ὄψις, οὐχ οὗ ἐστιν ἡ ὄψις (καίτοι ἀληθὲς τοῦτο εἰπεῖν), ἀλλὰ πρὸς χρῶμα ἢ πρὸς ἄλλο τι τοιοῦτον· ἐκείνως δὲ δὶς τὸ αὐτὸ λεχθήσεται, ὅτι ἔστιν ὄψις οὗ ἔστιν ὄψις. ἔστι δὲ τὸ διὰ τούτων λεγόμενον ὑπ’ αὐτοῦ, ὅτι ἂν μὲν τὴν ὄψιν καὶ τὴν ἐπιστήμην καὶ τὰ τοιαῦτα ἄλλων τινῶν λέγωμεν εἶναι, οἷον ἐπιστήμην τῶν ἐπιστητῶν, τὴν ὄψιν τῶν ὁρατῶν, οὐδὲν ἄτοπον ἀπαντήσεται (πρὸς γὰρ τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐστιν ἐπιστήμη, ἀπόκρισις εὔλογος ὅτι τὸ ἐπιστητόν)· εἰ δέ τις τὴν ἐπιστήμην οὐ πρὸς τὸ ἐπιστητὸν λέγεσθαι λαμβάνοι, ἀλλὰ πρὸς τὸν οὗ ἐστι καὶ ἐν ᾧ ἐστι, τουτέστιν πρὸς τὸν ἐπιστήμην ἔχοντα, ἔσται ἡ ἀπόκρισις πρὸς τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐπιστήμη, ‘οὗ ἐστιν ἐπιστήμη’, ἐπεὶ ἐτέθη, οὗ ἐστι, πρὸς ἐκεῖνο λέγεσθαι. οὕτω δὲ ἔσται ἄτοπος ἡ ἀπόκρισις καὶ δὶς τὸ αὐτὸ λεγόμενον. πρὸς δὲ τοῦτο ἀπορήσαι τις ἄν, ὅτι εἰ διὰ τοῦτο τὰ τοιαῦτα οὐ λέγεται πρὸς τὰ ἐν οἷς ἐστι, διότι συμβαίνει δὶς ταὐτὸν λέγεσθαι,3 οὐδὲ ἄλλο τι ἔδει τῶν ἔν τινι ὄντων πρὸς ἐκεῖνο λέγεσθαι ἐν ᾧ ἐστιν. δοκεῖ δὲ πολλὰ τῶν πρός τι λέγεσθαι πρὸς τὰ ἐν οἷς ἐστιν· ἥ τε γὰρ ἁρμονία λέγεται ἡρμοσμένων εἶναι, καὶ οὐκ ἐν ἄλλοις τισίν ἐστιν ἡ ἁρμονία ἢ ἐν τοῖς συγκειμένοις ὧν ἐστι, καὶ πρὸς ἐκεῖνα λέγεται. ἀλλὰ καὶ ἡ ἕξις ἔχοντος ἕξις λέγεται εἶναι, ἐν ᾧ καὶ ἔστιν. ἐφ’ ὧν εἴ τις βούλοιτο ὁμοίως ἐρωτᾶν, ἔσται δὶς ταὐτὸν λεγόμενον· πρὸς γὰρ τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐστιν ἁρμονία, ἀπόκρισις ὑγιὴς ἡ λέγουσα ‘οὗ ἐστιν ἁρμονία’, εἴ γε ἡ ἁρμονία πρὸς τὸ οὗ ἐστιν ἁρμονία λέγεται. πρὸς γὰρ τὰ ἡρμοσμένα λέγεται, ὧν ἐστιν ἁρμονία. ὅτι δὲ λέγεται πρὸς ταῦτα ἐν οἷς ἐστιν, ὑπὸ μὲν Θεοφράστου ἐν τῷ Β τῶν Τοπικῶν οὕτως εἴρηται· “ὧν μὲν γὰρ ἕκαστα λέγεται, καὶ ὑπάρχει τούτοις, ὥσπερ ἡ συμμετρία καὶ ἡ ἕξις καὶ ἡ σύνθεσις· μνήμη δὲ καὶ ὕπνος καὶ ὑπόληψις οὐδενὶ τῶν ἀψύχων, οὐδὲ ἡ ἑτέρου κίνησις ἄλλῳ. διὸ δὴ καθ’ ἕκαστα διοριστέον.” καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης περὶ τῶν αὐτῶν τούτων οὕτως εἴρηκεν ἐν τῷ Δ τῶν Τοπικῶν· “ἐπεὶ δὲ τῶν πρός τι λεγομένων τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περὶ ἐκεῖνά ἐστι πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον αἱ διαθέσεις καὶ αἱ ἕξεις καὶ ἡ συμμετρία (ἐν ἄλλῳ γὰρ οὐδενὶ δυνατὸν ὑπάρχειν τὰ εἰρημένα ἢ ἐν ἐκείνοις πρὸς ἃ λέγεται), τὰ δὲ οὐκ ἀνάγκη μὲν ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε λέγεται, ἐνδέχεται δέ (οἷον εἰ ἐπιστητὸν εἴη ἡ ψυχή· οὐδὲν γὰρ κωλύει τὴν αὑτῆς ἐπιστήμην ἔχειν τὴν ψυχήν, οὐκ ἀναγκαῖον δέ· δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην), τὰ δὲ ἁπλῶς οὐκ ἐνδέχεται ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, οὐδὲ τὴν ἐπιστήμην ἐν τῷ ἐπιστητῷ, ἂν μὴ τυγχάνῃ τὸ ἐπιστητὸν ψυχὴ ἢ ἄνθρωπος.
“而思考并非关涉那它是其思考的事物。” 在论及那些相互被表述的事物(如判定者与被判定者)时,他说过被判定者之所以这样相对于判定者被表述,是因为后者属于前者,即判定者属于被判定者(尽管被判定者本可以完全像判定者相对于被判定者那样相对于判定者被表述);现在他指明,这些事物——知识、感觉、尺度以及所有类似之物——作为关系者乃是这样被表述的,即关涉它们所属的那些事物:知识关涉可知之物,感觉关涉可知觉之物,意见关涉可意见之物,而不是关涉那些它们存在于其中的事物:知识不是关涉具有知识者,感觉不是关涉具有感觉者,其余亦依此类推。他是通过指明这一点,使前面所说的话具有可信性,即在关系者中,有一些是由于被表述相关的那些事物乃是属于这些向它们表述的事物的,从而这样被称为关系者的;因为被判定者正是如此,并且是这样相对于判定者被表述的。但他证明知识是相对于可知之物被表述而不是相对于具有知识者被表述,乃是通过证明[否则]同一样东西将被表述两次。至于同一样东西如何会变成被表述两次,他在稍后亲自指明并说道:“同样地,视觉也是某物的视觉,而不是视觉作为其视觉的那样东西的视觉(尽管这样说是真的),而是关涉颜色或诸如此类的某种别的东西;但在另一种方式下,同一样东西将被说两次,即它是视觉作为其视觉的那样东西的视觉。”他通过这些话所要说明的是:如果我们把视觉、知识以及诸如此类的事物说成是属于某些别的事物的,例如知识属于可知之物,视觉属于可见之物,就不会产生任何荒谬(因为面对询问知识作为其知识的那样东西究竟是什么的人,合理的回答是“可知之物”);但如果有人认为知识不是相对于可知之物被表述,而是相对于它是其所有并且存在于其中的对象被表述,即相对于具有知识者被表述,那么面对询问知识作为其知识的那样东西究竟是什么的人,其回答就会变成“是知识作为其知识的那样东西”,因为此前已假定它是相对于它是其所有的对象被表述的。这样一来,回答就会是荒谬的,并且同一样东西被表述了两次。然而对此有人可能会提出疑问:如果这类事物之所以不相对于它们存在于其中的对象被表述,是因为会导致把同一样东西表述两次,那么存在于某物之中的事物也就没有任何一个应当相对于它存在于其中的对象被表述了。然而许多关系者似乎正是相对于它们存在于其中的对象被表述的:因为和声被说是属于已被调和之物的,而和声除了存在于它是其和声的复合物中之外并不存在于任何别的事物中,并且它是相对于它们被表述的。此外状态也被说成是具有者的状态,并且状态恰好存在于其中。对于这些事物,如果有人同样发问,同一样东西也将被表述两次;因为面对询问和声究竟是属于什么的人,健全的回答乃是说“是和声作为其和声的那样东西”,如果和声确实是相对于和声作为其和声的对象被表述的话;因为和声正是相对于已被调和之物被表述的,而和声正是它们之物。至于它是相对于它存在于其中的这些事物被表述的,塞奥弗拉斯特在《论题篇》第二卷中是这样说的:“因为各物被表述为属于哪些事物,它也存在于这些事物中,犹如均称、状态和组合;但记忆、睡眠和假定不存在于任何无生命之物中,另一物的运动也不存在于别的物中。因此必须就具体情况加以界定。”亚里士多德本人在《论题篇》第四卷中关于这些同样的问题也这样说道:“由于在被称为关系者之物中,有些必然存在于它们实际相对于其被表述的那些事物中,或者围绕着那些事物,例如素质、状态和均称(因为所说之物不可能存在于除了它们相对于其被表述的那些事物之外的任何别的事物中);有些则不必然存在于它们相对于其被表述的那些事物中,但可能是允许的(例如假设灵魂是可知之物;因为没有什么能阻止灵魂拥有关于自身的知识,但这并非必然;因为这同一种知识也可能存在于别的事物中);有些则根本不可能存在于它们实际相对于其被表述的那些事物中,例如对立者不可能存在于对立者中,知识也不可能存在于可知之物中,除非可知之物碰巧是灵魂或人。”
- 5.15δυναμένου πρὸς τὸ κρῖνον οὕτω λέγεσθαι ὡς τὸ κρῖνόν γε πρὸς τὸ κρινόμενον
属格分词短语 δυναμένου 用作独立属格(其逻辑主语由前面的 τοῦ κρινομένου 承接,指“被判定者”),带有让步语气(“尽管能够如此被表述……”),在句中作为插入成分,与主干中被判定者从属于判定者的论述形成对比。
- 5.15τῷ πρὸς ἃ λέγεται τούτων εἶναι τῶν πρὸς αὐτὰ λεγομένων
带冠词不定词结构 τῷ ... εἶναι(表示方式或原因的与格)的内部结构。不定词 εἶναι 的主语是关系从句 πρὸς ἃ λέγεται(“被表述相关的那些事物”),谓语部分是所有格属格短语 τούτων ... τῶν πρὸς αὐτὰ λεγομένων(“属于这些向它们表述的事物”),整体意为“由于被关联的对象属于这些关联于它们的事物本身”。
- 5.15διότι συμβαίνει δὶς ταὐτὸν λέγεσθαι
此处标准校勘本作 δίς(“两次”),与上下文的 δὶς τὸ αὐτὸ λέγεσθαι 相一致;底本数据作 οἷς(系 OCR 误植)。若按 οἷς 解读,则作依赖于 συμβαίνει/λέγεσθαι 的关系与格(“在这些情况中”)。各语言翻译在此均保持核心逻辑,即表达“导致表述同样的事物”之后果。
