← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§405.36-407.15

施受潜能相关的区分与认知能力对其对象的关系

亚历山大阐释了基于作用与承受、潜能、时间以及匮乏的相关概念,进而探讨了基于数与潜能的直接关系与判定能力(如知识与感觉)与其对象之间的不对称关系的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#22

οὐ γὰρ ὁπωσοῦν ἔχον τὸ ποιητικὸν ἢ ὁποσονοῦν ὂν ποιεῖ, ἀλλὰ δεῖ αὐτῷ καὶ συμμετρίας τῆς πρὸς τὸ πάσχον, ἥτις κατ’ ἀριθμὸν τινα γίνεται· ἐν γὰρ ποιᾷ ὑπεροχῇ καὶ ποσῇ τά τε ἰατρικὰ φάρμακα τὸ ποιεῖν ἔχει· οὐ γὰρ τὰ τυχόντα διὰ τὴν ποιότητα μόνην ποιεῖ, ἀλλὰ δεῖ αὐτοῖς καὶ ποσότητος εἰς τοῦτο. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων σωμάτων τῶν ποιούντων ἢ πασχόντων. τῶν δὲ κατὰ δύναμιν, φησί, λεγομένων πρὸς ἄλληλα τὴν ποιητικήν τε καὶ παθητικήν, τουτέστι τῶν κατὰ τὸ δύνασθαι ποιεῖν τε καὶ πάσχειν, καὶ κατὰ χρόνον φησὶ λέγεσθαί τινα πρός τι· τὸ γὰρ πεποιηκὸς πρὸς τὸ πεποιημένον λέγεται (τὸ γὰρ θερμῆναν πρὸς τὸ θερμανθέν, καὶ τὸ οἰκοδομηθὲν ὁμοίως) καὶ τὸ ποιῆσον πρὸς τὸ ποιηθησόμενον· καὶ γὰρ πατὴρ υἱοῦ κατὰ χρόνον, φησί, λέγεται· τῷ γὰρ τὸ μὲν γεγεννηκὸς εἶναι τὸ δὲ γεγεννημένον, τὸ δὲ γεγεννηκέναι καὶ γεγεννῆσθαι τὸ μὲν πεποιηκέναι τὸ δὲ πεπονθέναι ἐστίν. κατὰ δύναμιν δὲ λέγει καὶ τὰ γεγονότα, ὅτι μηδὲ ταῦτα ὡς ἐνεργοῦντα ἔτι λαμβάνεται. ἢ κατὰ δύναμιν κοινῶς λέγει ἀντικεῖσθαι τὰ κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν ἀντικείμενα, καθ’ ὃν ἂν χρόνον ἡ ἀντίθεσις αὐτῶν λαμβάνηται. λέγεσθαί φησιν ἔνια πρός τι καὶ κατὰ στέρησιν δυνάμεως, ὥσπερ καὶ κατὰ δύναμιν. τὸ μὲν γὰρ θερμαντικὸν πρὸς τὸ θερμαντὸν κατὰ δύναμιν, τὸ δὲ ἀόρατον καὶ ἄτομον κατὰ στέρησιν· τὸ γὰρ ἀδύνατον ὁραθῆναι πρὸς τὸ ἀδύνατον ἰδεῖν, καὶ τὸ ἀδύνατον διαιρεθῆναι πρὸς τὸ ἀδύνατον διελεῖν· ἀόρατον γάρ, οὗ οὐκ ἔστιν ὅρασις, καὶ ὅρασις οὐκ ἔστι τοῦ ἀοράτου. ὥστε τὰ οὕτως λεγόμενα πρὸς ἄλληλα πάντα κατὰ στέρησιν ἂν δυνάμεως λέγοιτο· τὸ γὰρ ἀδύνατον ἀδυναμίᾳ ἀδύνατον, καὶ ἀδυναμία ἀδυνάτου ἀδυναμία. Εἰπὼν δὲ ταῦτα, προστίθησι τοῖς εἰρημένοις ὅτι τὰ μὲν κατ’ ἀριθμὸν λεγόμενα πρός τι, ὁποῖα ἦν περὶ ὧν πρῶτον εἶπε, καὶ κατὰ δύναμιν (ταῦτα δ’ ἦν κατὰ τὸ ποιητικὰ καὶ παθητικὰ ἀλλήλων εἶναι ἀντικείμενα), ταῦτα δὴ πάντα οὕτως πρός τι λέγεσθαί φησι τῷ ἕκαστον αὐτῶν ὅπερ ἐστὶν ἄλλου λέγεσθαι, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς αὐτό.1 βούλεται δὲ ἡμῖν διαφοράν τινα δεῖξαι τῶν κατὰ τοὺς προειρημένους δύο τρόπους πρός τι λεγομένων πρὸς τὸν ῥηθέντα λόγον τῶν πρός τι κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον, ὡς ἐλέγετο ἡ ἐπιστήμη τε καὶ ἡ αἴσθησις καὶ τὸ μέτρον καὶ ἡ διάνοια καὶ ἡ δόξα καὶ ὑπόληψις. ἔστι δὲ ἥδε ἣν λέγοι ἂν διαφοράν, ὅτι ἐπὶ μὲν ἐκείνων ἑκάτερον τῶν ἀντικειμένων αὐτὸ ὅπερ ἦν ἐκείνου ἐλέγετο εἶναι πρὸς ὃ εἶχε τὴν ἀντίθεσιν. οὐ κατὰ τὴν πτῶσιν δὲ τὸ ἐκείνου λαμβάνοι,2 ἐπεὶ καὶ τὸ ὅμοιον κατ’ ἀριθμὸν λεγόμενον καὶ τὸ ἴσον καὶ τὸ ταὐτὸν οὐχ ὁμοίου οὐδὲ ἴσου οὐδὲ ταὐτοῦ λέγεται, ἀλλὰ ὁμοίῳ καὶ ἴσῳ καὶ ταὐτῷ. ἀλλ’ ἔστιν ὃ λέγει, ὅτι αὐτὸ ὅ ἐστιν ἢ ἄλλου λέγεται ἢ ἄλλῳ ἢ ἄλλως πρὸς ἄλλο· τὰ δὲ κρινόμενα καὶ τὰ κρίνοντα οὐκέθ’ οὕτως. τὰ μὲν γὰρ κρίνοντα ταῦτα ἅ ἐστιν ἄλλων λέγεται· τῶν γὰρ κρινομένων· ἥ τε γὰρ αἴσθησις αἰσθητῶν, ἥ τε ἐπιστήμη ἐπιστητῶν, καὶ τὸ μέτρον μετρουμένων, καὶ ἡ διάνοια διανοητῶν, καὶ ὁ νοῦς νοητῶν. τὰ δὲ κρινόμενα οὐκέτι αὐτὰ ἅ ἐστι τῶν κρινόντων λέγεται, οὐδὲ κατὰ τοῦτο πρός τι, καθὸ αὐτὰ ἄλλων ἐστίν, ἀλλὰ καθὸ τούτων ἄλλα. αἰσθητὰ γάρ ἐστιν οὐχ ὅτι αὐτὰ ἄλλων ἐστίν, ἀλλ’ ὅτι ἄλλο τι τούτων ἐστίν (ὅτι γὰρ αἴσθησίς ἐστιν αὐτῶν, ταύτῃ αἰσθητά), καὶ ἐπιστητά, ὅτι αὐτῶν ἔστιν ἄλλο· ὅτι γὰρ ἐπιστήμη. τὸ γὰρ ὅμοιον, εἰ καὶ ὁμοίῳ ὅμοιον λέγεται κατὰ τὴν πτῶσιν ὁμοίως ὡς καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ καὶ τὸ αἰσθητὸν αἰσθήσει (πρὸς γὰρ δοτικὴν πτῶσιν ὁμοίως καὶ ταῦτα καὶ ἐκεῖνα), ἀλλ’ οὐχ ὡσαύτως λέγεται· τῷ γὰρ αὐτὸ ἐκείνῳ ὅμοιον εἶναι ὅμοιον αὐτῷ λέγεται, ἀλλ’ οὐ τῷ ἐκεῖνο τούτῳ,3 εἰ καὶ ὅτι μάλιστα κἀκεῖνο πρὸς τοῦτο ὁμοίως λέγεται· ὁμοίως καὶ τὸ ἴσον καὶ τὸ ταὐτόν. τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητὸν λέγεται, οὐ τῷ αὐτὸ ὅ ἐστι τῆς αἰσθήσεως εἶναι, ἀλλὰ τῷ ἐκεῖνο, πρὸς ὃ λέγεται, τούτου εἶναι. τῷ γὰρ αἴσθησιν αὐτοῦ εἶναι λέγεται τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν· τὸ γὰρ ὁρατὸν σημαίνει ὅτι ἔστιν αὐτοῦ ὄψις. ὁμοίως τούτοις λέγοιτ’ ἂν καὶ ἡ ἁρμονία πρὸς τὰ ἡρμοσμένα· ἡ γὰρ ἁρμονία τῶν ἡρμοσμένων, τὰ δὲ ἡρμοσμένα τῇ ἁρμονίᾳ ἡρμοσμένα, ὅτι ἡ ἁρμονία τούτων ἐστίν, ὡς ἐπὶ τῶν ἐπιστητῶν ἐπιστήμη.

因为主动者并非以任何状态存在或具有任何量就能发生作用,而是它还需要与承受者相称[通约],而这种相称乃是依某种数而生成的;因为药物亦是在某种性质和数量的过度中具有其作用的;因为并不是任意的事物仅凭性质就能发生作用,而是为此它们还需要数量。同样的道理亦适用于进行作用或承受的其他一切物体。 他说,在依主动潜能与被动潜能、亦即依能够作用与承受而相互被述说的相关者中,有些亦是依时间而被述说为相关者的。因为已经作用者是相对于已经承受者而被述说的(因为已使温热者是相对于已被温热者,已被建造者亦同样),将要作用者是相对于将要承受者而被述说的;因为他说,父亲亦是依时间而被说成儿子的父亲;因为乃是一方生育了而另一方被生育,而生育与被生育,一方是已经作用,另一方则是已经承受。而他把已经生成的事物亦称为依潜能者,是因为这些事物亦不再被当作处于现实活动之中来取。或者说,他是概括地指依作用与承受而对立的事物,不论它们的对立是在哪个时间中被取,皆是依潜能而对立的。 他说,某些相关者正如依潜能而被述说一样,亦依潜能的匮乏[无能]而被述说。因为能温热者相对于可被温热者乃是依潜能,而不可见者与不可分割者则是依匮乏;因为不可被看见者相对于不能看见者,不可被分割者相对于不能分割者;因为不可见者乃是没有其视觉的事物,而视觉并不是不可见者的视觉。因此依此类方式彼此相对被述说的事物,皆可说是依潜能的匮乏而被述说的;因为无能者乃是借由无能性而是无能的,而无能性乃是无能者的无能性。 在论述了这些之后,他对前述诸项补充道:依数而被述说的相关者(即他最初所论述的那类事物)以及依潜能而被述说的相关者(这些乃是由于彼此互为主动与被动而对立的),所有这些皆是依如下方式被述说为相关者的:借由它们各自“正是其所是的东西”被说成是属于另一个事物的,而不是借由另一个事物相对于它。而他想向我们表明依前述两种方式被述说的相关者,与依判定者与被判定者而被述说的相关者(正如知识与感觉、尺度、思考、意见以及推测所被述说的那样)的既述定义之间的某种区别。他所要指出的区别如下:在前者中,对立的每一方都被说成其自身“正是其所是的东西”是属于它与之具有对立关系的那个事物的。人们不应当依语法格来理解“属于那个事物的”,因为依数而被述说的相似者、相等者与同一者,并非被说成相似者的、相等者的、同一者的,而是对相似者、对相等者、对同一者。但他所说的是指:某物“正是其所是的东西”,或者被说成属于另一事物,或者对另一事物,或者以其他方式相对于另一事物;然而被判定者与判定者却不再如此。 因为判定者被说成是它们“正是其所是的东西”属于其他事物,即属于被判定者;因为感觉是感觉对象的[感觉],知识是可知道对象的[知识],尺度是被度量对象的[尺度],思考是可思考对象的[思考],而理智是可理知对象的[理智]。而被判定者则不再被说成其“正是其所是的东西”属于判定者,亦非就此而言是相关者(即就它们自身属于其他事物而言),而是就其他事物属于它们而言。因为感觉对象之所以是感觉对象,不是因为它们自身属于其他事物,而是因为存在属于它们的某种其他事物(因为存在关于它们的感觉,在此意义上它们才是感觉对象),而可知道对象亦是因为存在属于它们的一个其他事物,即知识。因为相似者即便依语法格被说成对相似者相似,正如可知道对象对知识、感觉对象对感觉那样(因为前者与后者皆同样朝向与格),但它们却不是以同样方式被述说的;因为相似者乃是借由自身对那个事物相似而被说成对其相似的,而不是借由那个事物对这个事物如此(即便那个事物最确实亦同样相对于这个事物而被述说);相等者与同一者亦是如此。然而感觉对象被说成对感觉是感觉对象,并不是借由它“正是其所是的东西”属于感觉,而是借由它所相对被述说的那个事物乃是属于它的。因为乃是借由存在关于它的感觉,感觉对象才被说成对感觉是感觉对象;因为可见的意味着存在关于它的视觉。与这些相仿,和谐亦可相对于被和谐调谐的事物而被述说;因为和谐乃是被和谐调谐之物的[和谐],而被和谐调谐之物借由和谐而被和谐调谐,乃是因为和谐是属于它们的,正如知识在可知道对象的情形中那样。

语法注3 条
  1. 5.14τῷ ἕκαστον αὐτῶν ὅπερ ἐστὶν ἄλλου λέγεσθαι, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς αὐτό

    由与格冠词 τῷ 引导的两个不定式短语(τῷ ... λέγεσθαι 与 τῷ [λέγεσθαι] ἄλλο πρὸς αὐτό)充当表示原因的与格。ἕκαστον αὐτῶν 是不定式 λέγεσθαι 的宾格逻辑主语,内嵌关系从句 ὅπερ ἐστίν(“正是其所是的东西”)。这一结构构成了前两类相关者(其自身本质直接属于另一事物)与第三类相关者(被度量者/认识对象,因另一事物指向它们而成其为相关者)之间的核心句法对比。

  2. 5.14οὐ κατὰ τὴν πτῶσιν δὲ τὸ ἐκείνου λαμβάνοι

    缺少明确主语的潜能希求法动词 λαμβάνοι 在此用作对读者的泛指提示(“人们不应当理解为……”)。带冠词的属格短语 τὸ ἐκείνου 将亚里士多德定义中的用语“那个事物的”名词化。亚历山大提醒读者,不应将此处公式化的属格仅仅按照语法格(属格)来机械理解,因为相似或相等的相关概念在希腊语中支配与格(“对……相似”、“对……相等”)而非属格。

  3. 5.14τῷ γὰρ αὐτὸ ἐκείνῳ ὅμοιον εἶναι ὅμοιον αὐτῷ λέγεται, ἀλλ’ οὐ τῷ ἐκεῖνο τούτῳ

    原因与格短语 τῷ ... εἶναι 修饰主句动词 λέγεται。随后的短语 ἀλλ’ οὐ τῷ ἐκεῖνο τούτῳ 根据上下文省略了不定式 εἶναι(以及表语 ὅμοιον)。亚历山大在此精准剖析了对称关系(如相似)中的述谓根据:某物之所以被称为“相似”,乃是基于“它自身与对方相似”,而非基于“对方与它相似”,从而与感觉对象仅因“存在关于它的感觉”而被述说形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:405.36-407.15