- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:404.11-405.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《形而上学》卷Δ第15章(1020b26–1021a26)中关于相关者的界定,阐明不可通约的过度以及基于一的三种形式(同一、相似、相等)的相关者,并讨论基于主动与被动的相关者及数学对象的无运动性。
ἐξηγούμενος δὲ αὐτὸς τὸ κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται, προσέθηκε πῶς κατὰ μὴ σύμμετρον· τὸ γὰρ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτόν ἐστι καὶ ἔτι· τοῦτο δέ ἐστιν ἀόριστον· καὶ γὰρ πλεῖον καὶ ἔλαττον γινόμενον τὴν αὐτὴν σχέσιν σῴζει· τοῦτο γάρ ἐστι τὸ ἢ ἴσον ἢ οὐκ ἴσον. ἢ γὰρ ἴσον τῷ φθάνοντι εἰλῆφθαι1 δύναται τὸ πάλιν λαμβανόμενον ὑπερέχον μὲν εἶναι, ἴσον δὲ κατὰ λόγον, ὡς εἶναι ἐν ἀμφοτέροις τριπλάσιον τὸ ὑπερέχον, ἢ οὐκ ἴσον· τοῦτο δέ ἐστιν ἀόριστον. δύναται τὸ ὅλως ἀόριστον κατ’ ἀριθμὸν εἰρηκέναι ὡς δηλῶν δι’ αὐτοῦ ὅτι οὐ καθὸ κατ’ ἀριθμόν τι ὅλως ἐστίν, ὥρισται, οὗ δεικτικὸν τὸ πο μὲν ἀριθμὸν ἢ ἀντὶ σύμμετρον· ἐπὶ δὲ τῆς τοιαύτης ὑπεροχῆς τὸ ἀορίστως λέγεσθαι τῷ μὴ εἶναι σύμμετρόν τινα τῶν οὕτως ἐχόντων πρὸς ἀλλήλους ἀριθμῶν. ἢ τὸ ὁ γὰρ ἀριθμὸς σύμμετρος δηλωτικόν ἐστι τοῦ ὅτι ὁ μὲν ὡρισμένῳ τινὶ ὑπερέχων ἀριθμὸς ἀριθμῷ συμμέτρῳ ὑπερέχει (καὶ γὰρ ὁ ἐπιμόριος τοῦ ὑπεπιμορίου· μέρει γάρ), ἐπὶ δὲ τοῦ ὑπερέχοντος οὐχ ὥρισται. ἔστι μὲν γὰρ τὸ ὑπερέχον τοσοῦτόν τε ὅσον τὸ ὑπερεχόμενον καὶ ἔτι, ἀόριστον δὲ τὸ καὶ ἔτι· δύναται γὰρ τὸ ἔτι τοῦτο, ᾧ ὑπερέχει τὸ ὑπερέχον, καὶ ἴσον εἶναι τῷ ὑπερεχομένῳ (καὶ γὰρ τὸ διπλάσιον ὑπερέχει· τοσοῦτον γάρ ἐστι καὶ ἔτι ὃ ἴσον ἐστὶ τῷ ὑπερεχομένῳ)· δύναται καὶ ἔλαττον· ὥστε οὐκ ἔστιν εἰπεῖν ὁρίσαντα τίνι ὑπερέχει, πότερον ἴσῳ ἢ ἐλάττονι, ὥσπερ ἐπὶ τοῦ ἐπιμορίου· ἐλάττονι γὰρ καὶ μέρει. Δείξας δὲ πῶς λέγεται κατ’ ἀριθμὸν τὰ καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν λεγόμενα, ταῦτα δέ φησι τὰ πρός τι κατ’ ἀριθμὸν λέγεσθαι πάντα καὶ κατὰ πάθη τινὰ ἀριθμοῦ· τὸ γὰρ διπλάσιον καὶ ἥμισυ καὶ πολλαπλάσιον καὶ πολλοστημόριον καὶ τὰ τοιαῦτα τῶν ἀριθμῶν πάθη, καὶ ταύτῃ ποσά, ὡς εἶπε πρὸ ὀλίγου ἐν τῇ τοῦ ποσοῦ διαιρέσει. καὶ ἔτι φησὶ κατ’ ἄλλον τρόπον κατ’ ἀριθμὸν πρός τι λέγεσθαι καὶ οὐκέτι καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, ἀλλὰ κατὰ ὁμοιότητα καὶ ἰσότητα. ὅτι δὲ καὶ τὰ οὕτως πρὸς ἄλληλα λεγόμενα κατ’ ἀριθμὸν λέγεται, δείκνυσι λαβὼν ὅτι κατὰ τὸ ἓν λέγεται. καὶ γὰρ τὸ ἴσον καὶ τὸ ὅμοιον καὶ τὸ ταὐτὸν κατὰ ἓν λέγεται· τῷ γὰρ ἓν ἀλλήλοις εἶναι. κατὰ γὰρ τὸ ἓν λέγεται πάντα εἶπεν, ὅτι τῷ ἄμφω τὰ οὕτως ἀντιτιθέμενα ἓν εἶναι ἀλλήλοις ἡ τοιαύτη ἀντίθεσίς τε καὶ σχέσις. καὶ πῶς γε ἓν λέγει ἄμφω; ταὐτὰ μὲν γὰρ ὧν μία οὐσία· ταῦτα γὰρ κατ’ οὐσίαν ὅμοια. καὶ γὰρ ὅταν τι αὐτὸ αὑτῷ ταὐτὸν λέγεται, ὡς δύο λαμβάνεται τὸ ἕν· ὥστε ἡ ταυτότης ἑνότης τις κατ’ οὐσίαν. ὅμοια δὲ ὧν ἡ ποιότης μία· ὅμοια γὰρ ἐν μόνῃ ποιότητι, ὡς εἶπεν ἐν Κατηγορίαις· ὥστε καὶ ἡ ὁμοιότης ἑνότης ἐν ποιότητι. ἴσα δὲ ὧν ἓν τὸ ποσόν. πάντα δὲ κατὰ τὸ ἕν τι εἶναι τὰ οὕτως ἀντιτιθέμενα ἀντίκειται. ὃ λαβὼν δείκνυσιν ὅτι καὶ ἡ τοιαύτη σχέσις τε καὶ ἀντίθεσις κατ’ ἀριθμόν ἐστι, προλαβὼν ὅτι τὸ ἓν ἀρχὴ ἀριθμοῦ καὶ μέτρον· ὥστε καὶ τὰ κατὰ τὸ ἓν ἀντικείμενα, κατὰ ἀρχὴν ἀριθμοῦ καὶ μέτρον ἀριθμοῦ ἀντικείμενα, εἴη ἂν κατ’ ἀριθμὸν ἀντικείμενα, οὐ μὴν ὁμοίως κατ’ ἀριθμὸν τοῖς ῥηθεῖσι πρώτοις. ἐκεῖνα μὲν γὰρ κατὰ τὴν ἐν ἀριθμῷ ὑπεροχήν, ταῦτα δὲ κατὰ τὴν ἰσότητά τε καὶ ἑνότητα. Εἰπὼν δὲ περὶ τῶν κατ’ ἀριθμὸν ἀντικειμένων πρός τι, ἐφεξῆς λέγει περὶ τῶν κατὰ τὸ ποιητικόν τε καὶ παθητικὸν καὶ τὸ ποιεῖν τε καὶ πάσχειν ἀντικειμένων. ποιητικὰ μὲν οὖν καὶ παθητικὰ κατὰ δύναμιν λέγεται, κατὰ δὲ τὰς ἀπὸ τῶν δυνάμεων ἐνεργείας ποιοῦντα καὶ πάσχοντα. δείξας δὲ διὰ τῶν παραδειγμάτων τίνα μέν ἐστι κατὰ δύναμιν λεγόμενα πρός τι, τίνα δὲ κατ’ ἐνέργειαν, προστίθησιν ὅτι μηκέτι τὴν κατὰ τοῦτο διαίρεσιν ἡ κατὰ τοὺς ἀριθμοὺς ἀντίθεσις ἔχει τῷ μηδὲ εἶναί τινας ἀριθμῶν ἐνεργείας· ἀκίνητα γὰρ τὰ μαθηματικὰ πάντα. τὸ δὲ ἀλλ’ ἢ ὃν τρόπον ἐν ἑτέροις εἴρηται2 λέγοι ἄν, ὅτι καθὸ νοοῦνται ἐνέργειαι αὐτῶν λέγοιντο εἶναι, αἵ τινες ἐνέργειαι οὐ κατὰ κίνησίν εἰσιν, ἐπεὶ μήτε τὸ νοοῦν καθὸ νοεῖ κινεῖται μήτε τὸ νοούμενον· καὶ ἔστιν ἐνέργεια ἡ τοῦ νοουμένου, οὐ μὴν κατὰ κίνησιν, ὡς ἔστιν ἐν τοῖς κατὰ κίνησιν ἐνέργειά τις τοῦ πάσχοντος, οὐ τοῦ ποιοῦντος μόνου. ἢ ὅτι αὐτῶν μὲν οὐκ εἰσὶ τῶν ἀριθμῶν ἐνέργειαι· οὔτε γὰρ ποιεῖ οὔτε πάσχει ὁ ἀριθμὸς καθὸ ἀριθμός, ὥσπερ ᾤοντο οἱ Πυθαγορικοί· τὰ μέντοι ποιοῦντα καὶ πάσχοντα κατὰ τὴν κατὰ τὸν ἀριθμὸν ἣν ἔχουσιν ὑπεροχὴν πρὸς ἄλληλα ἢ ἰσότητα ἀναλογίᾳ ποιεῖ τε καὶ πάσχει.
而他自己解释“然而乃是依不可通约的数而被述说”这一表述时,补充说明了如何是依不可通约的[数]:因为超过者相对于被超过者乃是“有那么多且还有多余”;但这乃是不确定的;因为无论变大还是变小,它都保持着相同的关系;因为这正是“或相等或不相等”。因为重新取出的超过者,既可以与先前取出的事物相等——即在比例上相等,以致在两种情形中超过者都是三倍——也可以不相等;而这乃是不确定的。或者亦可理解为,他说在数上总体是不确定的,是通过此表明它根本不是因其作为依数的某种事物而被确定的,这由“依某种数”或代替“通约的”这一表述所表明;但在这种过度中,其不定地被述说乃是由于如此相互关联的数中没有任何一个是可通约的。或者,“因为数是可通约的”表明:依某一确定的数而超过的数乃是依可通约的数而超过的(因为超一分之几者相对于亚超一分之几者亦是如此,因为它是依部分[而超过]),但在超过者上则没有确定。因为超过者虽与被超过者同样多且还有多余,但这“多余”却是不确定的;因为超过者借以超过的这“多余”,既可以等于被超过者(因为两倍亦是超过;因为它是那么多且还有多余,其多余等于被超过者),亦可以小于它;因此不能确定地说它是以何物超过,究竟是以相等者还是以较小者超过,如在超一分之几者的情形中那样;因为在那里乃是以较小者即部分超过。 在指明了依过度与不足而被述说的事物如何是依数而被述说之后,他说这些相关者皆是依数并依数的某些属性而被述说的;因为两倍、一半、多倍、几分之几以及此类事物皆是数的属性,并在此意义上是量,正如他不久前在量的划分中所说的那样。他又说,依另一种方式,相关者亦是依数而被述说,且不再是依过度与不足,而是依相似与相等。而对于依此方式彼此相对被述说的事物亦是依数而被述说这一点,他在假定了它们是依一而被述说之后予以指明。因为相等者、相似者与同一者皆是依一而被述说的;因为乃是借由彼此为一。他说“皆依一而被述说”,乃是因为如此对立的两者彼此为一,才构成了此种对立与关系。那么他又如何说两者为一呢?因为同一者乃是其实体为一者(因为这些事物在实体上是相似的;因为甚至在某物被说成与自身同一时,这一事物亦被当作两个来取;因此同一性乃是在实体上的某种单一性);相似者乃是其性质为一者(因为正如他在《范畴篇》中所说,相似仅在性质之中;因此相似性亦是性质上的单一性);相等者则是其量为一者。而如此对立的各项皆是因作为某种一而对立的。他在假定这一点之后,预先设定了一是数的本原和尺度,从而指明了此种关系与对立亦是依数的;因此依一而对立的事物,作为依数的本原和数的尺度而对立的事物,亦应当是依数而对立的,然而并不如最初所言诸项那样依数。因为那些事物乃是依数中的过度,而这些事物则是依相等与单一性。 在论述了依数而对立的相关者之后,他接续论述了依主动与被动以及作用与承受而对立的相关者。主动者与被动者乃是依潜能而被述说的,而作用者与承受者则是依来自潜能的现实活动而被述说的。在通过例证指明了哪些是依潜能而被述说的相关者、哪些是依现实活动而被述说的之后,他补充道,依数的对立不再具有依此而作的划分,因为数根本没有任何现实活动;因为所有数学对象皆是静止不动的。而“除非按照在其他著作中所说的方式”这句话,他可能是指:就它们被理智思维而言,可以说存在它们的现实活动,这些现实活动并不依运动而在,因为思维者就其思维而言并不运动,被思维者亦不运动;并且存在被思维者的现实活动,但这并不依运动而在,正如在依运动的事物中,承受者存在某种现实活动,而不仅存在主动者的现实活动一样。或者是指:数本身并不存在现实活动(因为数就其作为数而言,既不作用亦不承受,不像毕达哥拉斯学派所认为的那样),然而进行作用和承受的事物,则是依它们彼此相对在数上所具有的过度或相等,按照比例而进行作用与承受的。
- 5.14τῷ φθάνοντι εἰλῆφθαι
动词 φθάνω 搭配完成时不定式 εἰλῆφθαι,意为“先前已被设定的事物”或“预先取出的事物”。定冠词与分词构成的与格短语 τῷ φθάνοντι εἰλῆφθαι 作为前文 ἴσον 的补足语。
- 5.14ἀλλ’ ἢ ὃν τρόπον ἐν ἑτέροις εἴρηται
引自亚里士多德原文(1021a19)。ἀλλ’ ἤ 是表示例外的惯用短语(“除非……”、“除……之外”),引导带有副词性宾格的关系从句 ὃν τρόπον(“按照……方式”),指出数学对象拥有现实活动的特殊条件。
