- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:402.29-404.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大详细考察了基于过度与不足的相关者,区分了具有确定比例的关系(如两倍/一半与一又二分之一)、具有不定项的关系(如多倍与超一分之几者)以及毫无界限的纯粹超过与被超过的关系,并阐明了数被称为可通约或不可通约的含义。
καὶ τοιοῦτον μὲν τὸ πρῶτον ὂν τῶν κατ’ ἀριθμὸν ἐν τοῖς καθ’ ὑπεροχὴν λεγομένοις πρός τι, τὸ πρὸς ἓν ὡρισμένον κατὰ τὸ ἓν λεγόμενον. τὸ δὲ πολλαπλάσιον λέγεται μὲν καὶ αὐτὸ κατ’ ἀριθμὸν καθ’ ὑπεροχὴν ὡρισμένην (πρὸς γὰρ ἓν τὸ πολλοστημόριον λέγεται), οὐ μὴν πρὸς ὡρισμένον τι ἕν, ὡς ἐπὶ τοῦ διπλασίου τε καὶ ἡμίσεος, ἀλλὰ πρὸς ἄλληλα μὲν ὡρισμένην τὴν ἀντίθεσιν ἔχει (ἑνός τε γὰρ καὶ πρὸς ἓν τὸ πολλαπλάσιον τε καὶ πολλοστημόριον ἑνὸς καὶ πρὸς ἕν), οὐ μὴν τὸ ἓν τοῦτο ὥρισται· καὶ γὰρ τρίτον τι ὂν καὶ τέταρτον καὶ πέμπτον καὶ τὰ ἐφεξῆς πολλοστημόρια εἶναι ταῦτα δύναται τοῦ πολλαπλασίου. ὁμοίως καὶ πολλαπλάσιον, ἄν τε τριπλάσιον ἄν τε τετραπλάσιον, ἄν τε ὅλως πλεονάκις ἓν αὐτῷ ἔχῃ πρὸς ὃν λέγεται καὶ καθ’ ὃν δὴ ἀριθμόν. διὸ τὸ ὡρισμένον οὗτοι οὐ κατὰ τὸ ἓν ἔχουσιν ἀλλὰ πρὸς ἀλλήλους. τὸ δέ γε ἡμιόλιον πρὸς τὸ ὑφημιόλιον, λεγόμενον καὶ αὐτό, ὥσπερ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ, κατὰ τὴν ἐν ἀριθμοῖς ὑπεροχήν τε καὶ ἔλλειψιν, ἑκάτερον τῶν ἀριθμῶν ὡρισμένον ἔχει. ὅ τε γὰρ ἡμιόλιος ὡρισμένος· ὁ γὰρ ἔχων ὅλον τινὰ ἀριθμὸν ἐν αὑτῷ καὶ τὸ ἥμισυ αὐτοῦ· ὁμοίως καὶ ὁ ὑφημιόλιος· ὃς γὰρ ὅλος μετὰ τοῦ ἡμίσεος αὐτοῦ ἐστιν ὁ ὑφημιόλιος.1 ἐκείνως τε γὰρ ἀμφότεροι ὡρισμένοι οἱ κατὰ τὴν τοιαύτην ὑπεροχήν (καὶ γὰρ πρὸς ἓν καὶ ὡρισμένον), καὶ τὸ πρῶτον δὲ παράδειγμα, τὸ διπλάσιον καὶ ἥμισυ, ὁμοίως τοῖς νῦν εἰρημένοις ἀμφοτέρους ἔχει τοὺς ἀριθμοὺς ὡρισμένους· καὶ ὅλως ἐν οἷς ἀριθμοῖς πρὸς ἕν τι ὡρισμένον ἡ κατὰ τὸ πρός τι ἀπόδοσις, ἀνάγκη ἀμφοτέρους ὡρίσθαι κατ’ ἄμφω. ὡς γὰρ ἓν πᾶν ἥμισυ, οὕτω καὶ τὸ διπλάσιον καθὸ διπλάσιον ἕν, ὡς ἔχει καὶ ἐπὶ τοῦ ἡμιολίου τε καὶ ὑφημιολίου· ὥστε οὐκ ἄλλης τινὸς ἀντιθέσεως τὸ παράδειγμα τοῦτο δηλωτικὸν ἂν εἴη, ἀλλ’ ἧς καὶ τὸ πρῶτον ῥηθὲν τὸ διπλάσιον. εἰπὼν δὲ τὸ πολλαπλάσιον πρὸς ἓν μὲν οὐ μὴν ὡρισμένον λέγεσθαι, τὴν διαφορὰν ταύτης τῆς ἀντιθέσεως πρὸς τὴν πρώτην εἰρημένην βουληθεὶς δεῖξαι πάλιν παρέθετο τοῦ αὐτοῦ τρόπου τῆς ἀντιθέσεως παραδείγματα, τὸ ἡμιόλιον καὶ τὸ ὑφημιόλιον, καὶ εἶπε ταῦτα κατ’ ἀριθμὸν πρὸς ἀριθμὸν ὡρισμένον ἀντικεῖσθαι, ἴσον λέγων τῷ πρὸς ἓν ἀριθμὸς ὡρισμένος·2 ἑκάτερον γὰρ αὐτῶν πρὸς ἓν ὡρισμένον, λέγεται, ᾧ ἴσον ἐστὶ τὸ κατ’ ἀριθμὸν πρὸς ἀριθμὸν ὡρισμένον. οὐχ οὕτω λέγεται τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον· λέγεται μὲν γὰρ καὶ τούτων ἑκάτερον πρὸς ἕν, ἀλλ’ οὐχ ὡρισμένον. λέγει δὲ ὅτι καὶ ὁ ἐπιμόριος πρὸς τὸν ὑπεπιμόριον πρὸς ἓν μὲν ἑκάτερος αὐτῶν λέγεται, ἀόριστον δὲ ἔχει τὴν ὑπεροχήν· ἓν μὲν γὰρ σημαίνει καὶ ἑνός τινος, οὐκέτι μέντοι καὶ τὸν λόγον τῆς ὑπεροχῆς δηλοῖ ὡς τὸ διπλάσιον καὶ τὸ ἡμιόλιον· οὕτως δὲ εἶχε καὶ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, ὃ πρὸς ἓν μὲν ἐλέγετο, οὐ μὴν ὡρισμένον. εἰπὼν δὲ ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατ’ ἀριθμὸν ἀόριστον, ὅτι οὕτως ὡς πρὸς ἓν μὲν λέγεται οὐχ ὡρισμένον δέ, ἐδήλωσεν ἐν τῇ τοῦ πολλαπλασίου παραθέσει· τινὸς γὰρ καὶ ἑνὸς τὸ πολλαπλάσιον πολλαπλάσιον, οὐ μὴν ὥρισται τὸ ἓν τοῦτο πόσον ἐστὶ μόριον τοῦ πολλαπλασίου. διὸ τὸ πολλαπλάσιον πρὸς ἓν ὁμοίως λέγεται ὡς λέγεται καὶ τὸ ἐπιμόριον, ὥσπερ πάλιν ὁμοίως ἀλλήλοις ἐλέγετο τὸ διπλάσιον καὶ τὸ ἡμιόλιον. οὐχ οὕτως δὲ ἔχει τὸ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον (πρὸς ὡρισμένον γάρ τι λέγεται καὶ τὸ πολλαπλάσιον καὶ τὸ ἐπιμόριον)· ὅλως γὰρ ἡ τοιαύτη σχέσις ἐν ἀορίστῳ ἀντιθέσει. τὸ μὲν γὰρ πολλαπλάσιον ἔχει τι ὡρισμένον, τὸ πολλάκις ἔχειν ἐκεῖνο, καὶ τὸ ἐπιμόριον· αὐτὸ γὰρ αὐτό τε ἔχει καὶ πλείω μέρη αὐτοῦ. τὸ δὲ ὑπερέχον οὐδένα ὅρον τῆς ὑπεροχῆς σημαίνει· διὸ κατὰ ἀόριστον ὑπεροχὴν λέγεται. εἰπὼν δὲ τὸ μὴ ὁρίζον τὴν ὑπεροχὴν κατ’ ἀριθμὸν ἀόριστον τὴν ὑπεροχὴν ἔχειν, προσέθηκεν ὁ γὰρ ἀριθμὸς σύμμετρος, ἴσον λέγων τῷ πάντες οἱ ὡρισμένοι ἀριθμοὶ σύμμετροι, κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται, ὃ ἐξηγητικόν ἐστι τοῦ πῶς λέγεται ἀόριστον κατ’ ἀριθμόν· παντὸς γὰρ ἀριθμοῦ ὡρισμένου συμμέτρου ὄντος (σύμμετροι μὲν γὰρ οἱ τῷ αὐτῷ μέτρῳ μετρούμενοι, πάντων δὲ ἀριθμῶν μέτρον κοινὸν ἡ μονάς), οἱ κατὰ τὴν τοιαύτην ὑπεροχὴν ὑπερέχειν λεγόμενοι τῷ μὴ ὁρίζειν τὴν ὑπεροχὴν κατὰ τοῦτο λέγονται κατὰ μὴ σύμμετρον ἀριθμὸν λέγεσθαι πρὸς ἀλλήλους, οὐχ ὅτι μὴ καὶ οὕτως ἔχειν ληφθέντες πρὸς ἀλλήλους, ἂν ληφθῶσιν, εἰσὶ σύμμετροι, ἀλλ’ ὅταν3 μὴ ὁρίζωσιν ἐν τῇ πρὸς ἀλλήλους ἀντιθέσει τὴν ὑπεροχήν.
而在依过度而被述说的相关者中,依数而言的第一种情形便是如此的,即它是依[数上为]一而言相对于确定的某一事物而被述说的。然而,多倍本身亦是依确定的过度而在数上被述说的(因为几分之一是相对于一而被述说的),但并非如在两倍与一半的情形中那样相对于某个确定的一,而是它们彼此相对具有确定的对立(因为多倍属于一并相对于一,几分之几也属于一并相对于一),然而这一个一并未被确定;因为作为三分之一、四分之一、五分之一以及接续各项的事物,都可以是多倍的这些几分之几。同样多倍亦是如此,无论它是三倍、四倍,还是总括而言对于它所相对被述说的事物,即依其确切的数而言,多次包含着一。因此,它们所具有的确定性并非依一而言,而是彼此相对而言的。然而,一又二分之一相对于三分之二,它本身正如两倍相对于一半那样,依数中的过度与不足而被述说,其每一数都是确定的。因为一又二分之一是确定的(因为它是自身包含某一整数及其一半的数);同样对于三分之二亦是如此;因为连同其一半构成整体的事物,便是三分之二所相对的事物。因为依此种过度而言的两者以那种方式都是确定的(因为它们都是相对于一且确定的事物),而第一组例证,即两倍与一半,亦与方才所言者类似,使两项数都是确定的;并且总括而言,在那些依相关者所作的指派是相对于某一确定事物的数中,必然两者在双方的维度上都是确定的。因为正如每一半都是一,两倍就其作为两倍而言亦是一,正如在一又二分之一与三分之二的情形中那样;因此,这一例证所表明的并非某种其他的对立,而是与最初提及的两倍所表明的相同的对立。 在述说了多倍是相对于一而非确定的事物之后,为了指明这种对立与最初所言对立的种差,他再次引述了同一种对立方式的例证,即一又二分之一与三分之二,并说这些乃是依数相对于确定的数而对立的,这等同于说“确定的数乃是相对于一的”;因为它们各自都相对于确定的某一事物而被述说,而这等同于“依数相对于确定的数”。多倍相对于几分之几则并非如此被述说;因为这些之中各自虽亦相对于一而被述说,却非相对于确定的事物。他又说,超一分之几者相对于亚超一分之几者,它们各自虽亦相对于一而被述说,却具有不定的过度;因为它是指单一事物并属于某一个事物,然而却不再如两倍和一又二分之一那样表明过度的比例;而相对于几分之几的多倍亦是如此状态,它虽相对于一而被述说,却并非确定的。在述说了超一分之几者相对于亚超一分之几者是依不定的数之后,他通过对多倍的引述阐明了它是以这种方式——即相对于一而非确定的事物——被述说的;因为多倍乃是某物以及一的多倍,然而这一个一作为多倍的几分之几却并未被确定。因此,多倍相对于一被述说的方式类似于超一分之几者被述说的方式,正如两倍与一又二分之一彼此类似地被述说一样。然而超过者相对于被超过者则不是这种状态(因为多倍与超一分之几者都是相对于某种确定的事物而被述说的);因为总括而言,这种关系乃是处于不定的对立之中。因为多倍具有某种确定的东西,即多次包含那一项,超一分之几者亦然;因为其自身包含〔那一项〕自身以及其更多的部分。而超过者并不表示过度的任何界限;因此它是依不定的过度而被述说的。 在述说了不限定过度的事物乃是依不定的数而具有过度之后,他补充道“因为数是可通约的”,这等同于说“所有确定的数皆是可通约的”,而“依不可通约的数而被述说”这句话则是解释如何依数而被称为不定的;因为既然一切确定的数皆是可通约的(因为由同一尺度所测度的事物是可通约的,而一切数的共同尺度是单一基数),依此类过度而被说成超过的事物,由于不限定过度,在此意义上被说成是彼此相对依不可通约的数而被述说的,这并非因为它们若被设定为彼此相对具有如此关系时不可通约,而是指每当它们在彼此相对的对立中不限定过度之时。
- 5.14ὃς γὰρ ὅλος μετὰ τοῦ ἡμίσεος αὐτοῦ ἐστιν ὁ ὑφημιόλιος
关系代词 ὃς 的先行词并非后附的述语名词 ὁ ὑφημιόλιος 本身,而是与一又二分之一(ἡμιόλιος)相对的相关项(即亚超一分之二者所指的基数)。整句说明了亚超一分之二项(ὑφημιόλιος)所对应的正是其加上自身一半构成整体的那一项。
- 5.14ἴσον λέγων τῷ πρὸς ἓν ἀριθμὸς ὡρισμένος
短语 ἴσον λέγων τῷ + 引述语(名词短语或从句)是注疏者表示等值改述的惯用表达(意即“等同于说……”)。中性与格冠词 τῷ 统辖后随的名词化短语。
- 5.14τῷ μὴ ὁρίζειν τὴν ὑπεροχὴν κατὰ τοῦτο λέγονται κατὰ μὴ σύμμετρον ἀριθμὸν λέγεσθαι πρὸς ἀλλήλους, οὐχ ὅτι... ἀλλ’ ὅταν...
带冠词与格不定式 τῷ μὴ ὁρίζειν 作为原因/方式状语修饰主要动词 λέγονται(“由于不限定过度,而被说成……”)。后随的对偶句式 οὐχ ὅτι... ἀλλ’ ὅταν...(“并非因为……而是每当……之时”)限定并阐明了称其依不可通约之数而被述说的真正条件。
