← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§401.14-402.29

状态向质的归属与相关者的三分法

在阐明亚里士多德如何将德性、恶德及状态归入受动情态或种差之后,亚历山大转向相关者的三分法(依数/过度与不足、依能动与被动、依判定者与被判定者),并考察了第一类依数而言的相关者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#19

ὅτι δὲ οὕτως λέγει, ἐδήλωσεν ἐπὶ τῶν ἀρετῶν εἰπὼν ἀρετὴ δὲ καὶ κακία τῶν παθημάτων μέρος τι· διαφορὰς γὰρ δηλοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, διὰ τούτων δεικνὺς ὅτι καὶ αἱ ἕξεις ὑπὸ τὰς ποιότητας τὰς ὡς πάθη λεγομένας.1 διαφορὰς δὲ λέγει κινήσεων καὶ ἐνεργειῶν τὴν ἀρετὴν καὶ τὴν κακίαν δηλοῦν· κατὰ γὰρ τὰς οἰκείας ἀρετάς τε καὶ κακίας τὰ ἐν κινήσει ὄντα ποιεῖ τε καὶ πάσχει· ἢ γὰρ καλῶς ἢ φαύλως. ἀγαθὸν μὲν γὰρ τὸ οὕτω κινεῖσθαι δυνάμενον, κακὸν δὲ αὖ τὸ οὕτως· τῆς γὰρ κινήσεως τῆς κατὰ τὸ καλῶς τε καὶ μὴ τοῖς ἔχουσι τὰς ἕξεις ταύτας αἱ ἕξεις αἰτίαι. μάλιστα δέ φησι ποιότητα σημαίνειν ἐπὶ τῶν ἐμψύχων τὸ ἀγαθόν τε καὶ κακόν· οὐ γὰρ πᾶν ἀγαθὸν ποιότης, εἴ γε τὸ ἀγαθὸν ἐν τοῖς δέκα γένεσι. καὶ τούτων μάλιστα, τῶν ἐμψύχων λέγων, ἐν τοῖς προαίρεσιν ἔχουσι, τουτέστιν ἐν ἀνθρώποις· ἔστι δὲ τὸ ἀγαθὸν καὶ κακὸν ὡς ἐμψύχων τε καὶ προαίρεσιν ἐχόντων ἀρετή τε καὶ κακία, ἣ μάλιστα τῶν ἀγαθῶν ἐν ποιότητι. ἔοικε δὲ πάντα τὰ εἴδη τῆς ποιότητος, ἃ ἔθετο ἐν ταῖς Κατηγορίαις, ὑπὸ τὰ πάθη κατὰ τὸ σημαινόμενον τοῦτο τῆς ποιότητος τάσσειν, χωρὶς τοῦ κατ’ ἐπιτηδειότητά τε καὶ δύναμιν λεγομένου· τούτου γὰρ οὐκ ἐμνημόνευσεν, ἐκτὸς εἰ μὴ κἀκεῖνό τις ὑποτάσσοι ταῖς τῶν κινήσεων2 διαφοραῖς, τουτέστιν ἀφ’ ὧν καὶ αἱ διαφοραὶ τῶν κινήσεων. ὡς γὰρ κατὰ τὰς ἕξεις διάφοροι γίνονται κινήσεις, οὕτω καὶ κατὰ τὰς δυνάμεις τε καὶ ἐπιτηδειότητας καὶ τὰς ἐν ταύταις διαφοράς. ὥστε εἶναι τάς τε ἕξεις καὶ τὰς δυνάμεις, ἔτι δὲ τὰς παθητικὰς ποιότητας καὶ τὰ σχήματα ὑπὸ τὴν ποιότητα τὴν κατὰ τὰ πάθη τῶν οὐσιῶν τῶν ἐν κινήσει. ἢ τὰ σχήματα ὑπὸ τὸ πρότερον· οὐ γὰρ κίνησιν οἷον ἐνέργειαν ποιὰν τοῦ ἰσοπλεύρου τριγώνου δηλοῖ τοῦτ’ αὐτό, ἀλλὰ διαφορὰν πρὸς τὸ σκαληνὸν καὶ ἰσοσκελές, καὶ ὡς αὐτὸς ὑπέδειξεν ἐπὶ τοῦ ἀνθρώπου, ἂν ἐπερωτηθῶμεν ὁποῖον ζῷόν ἐστιν, εἰπεῖν ὅτι πεζόν, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ τριγώνου, ἂν ἐπερωτηθῶμεν ὁποῖον τρίγωνόν ἐστιν, εἰπεῖν ὅτι ἰσόπλευρον. Διαιρεῖ δὲ καὶ τὰ πρός τι. λέγει γὰρ τῶν πρός τι τὰ μὲν ὡς διπλάσιον πρὸς ἥμισυ λέγεσθαι, καὶ ὅλως πολλαπλάσιον πρὸς πολλοστημόριον. καὶ τοῦτο μὲν τοῦ πρός τι τὸ σημαινόμενον καθ’ ὑπεροχὴν καὶ ἔλλειψίν ἐστιν, ὃ καὶ κατ’ ἀριθμὸν λέγει· ἄλλως δὲ λέγεται πρός τι τὸ θερμαντικὸν πρὸς τὸ θερμαντὸν καὶ τὸ τμητικὸν πρὸς τὸ τμητόν, ὃ σημαινόμενον τοῦ πρός τι κατὰ τὸ ποιητικὸν καὶ παθητικόν ἐστιν. τρίτον σημαινόμενον ἐκτίθεται, ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ ἐπιστητὸν πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν· καὶ εἴη ἂν τὸ σημαινόμενον τοῦτο τοῦ πρός τι ὑπὸ τὸ κριτικόν τε καὶ κρινόμενον· τό τε γὰρ μέτρον τὸ μετρούμενον κρίνει, ἥ τε αἴσθησις καὶ ἐπιστήμη κριτήρια καὶ κρίσεις, ἡ μὲν τῶν αἰσθητῶν, ἡ δὲ τῶν ἐπιστητῶν. διελὼν δὲ τὰ πρός τι εἰς ταῦτα, ἀναλαβὼν περὶ ἑκάστου αὐτῶν τὸν λόγον ποιεῖται, καὶ δείκνυσι πῶς τε αὐτῶν ἕκαστον λέγεται καὶ τίνες αὐτῶν αἱ πρὸς ἄλληλα διαφοραί. τὰ μὲν οὖν πρῶτα (ἦν δὲ ταῦτα καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν) φησὶ κατ’ ἀριθμὸν λέγεσθαι, ἢ ἁπλῶς, τουτέστιν ἀορίστως, ὃ ἐδήλωσεν ἐπενεγκὼν τὸ ἢ ὡρισμένως. ἢ γὰρ ἀορίστως ἢ ὡρισμένως τὰ κατ’ ἀριθμὸν λεγόμενα πρός τι πρὸς ἄλληλα λέγεται, οὐδετέρου οὔτε τοῦ ὑπερέχοντος ὡρισμένην ὑπεροχὴν σημαίνοντος οὔτε τοῦ ὑπερεχομένου ὡρισμένην ἔλλειψιν, ἢ ὡρισμένων πρὸς ἀλλήλους3 ἀμφοτέρων, ἢ καὶ κατὰ ἕν τι τῷ ἀριθμῷ ὡρισμένον λεγομένων αὐτῶν πρὸς ἀλλήλους. τί δὲ ἕκαστον τούτων σημαίνει, διὰ τῶν παραδειγμάτων ποιεῖ γνώριμον. τὸ μὲν γὰρ διπλάσιον πρὸς ἥμισυ λεγόμενον, καὶ ἔχον τὴν ἀντίθεσιν κατ’ ἀριθμόν, πρὸς ἕν τι ὡρισμένον τὸ διπλάσιον λέγεται· πᾶν γὰρ διπλάσιον πρὸς ἥμισυ, ὥστε καὶ πρὸς ἕν τι, καὶ τοῦτο ὡρισμένον, τὸ διπλάσιον λέγεται (ἀεὶ γὰρ πρὸς τὸ ἥμισυ), καὶ ὥρισται αὐτοῦ ἡ ὑπεροχή. ὁμοίως καὶ τὸ ἥμισυ· καὶ γὰρ αὐτὸ πρὸς ὡρισμένον τε καὶ ἕν· τὸ γὰρ διπλάσιον ὡρισμένην τε ὑπεροχὴν καὶ μίαν σημαίνει.

而他是以此种方式述说的,这一点他在谈及德性时阐明了,他说:“德性与恶德是受动情态的某个部分;因为它们表明了运动与活动的种差”,通过这些话表明,状态亦属于被说成受动情态的性质之下。他说德性与恶德表明运动与活动的种差;因为处于运动中的事物依其固有的德性与恶德施行能动作用并承受受动作用——即要么良好地,要么低劣地。因为能够以此种方式被运动的是善,而反之以此种方式[被运动]的是恶;因为依良好或非良好的运动的原因,对于具有这些状态的事物而言正是诸状态。他说善与恶尤其在有灵魂之物上表示性质;因为若善在十个属[范畴]之中,便并非所有善都是性质。而在这些之中,即在谈及有灵魂之物时,尤其在具有审慎选择的事物中,即在人之中[表示性质];而作为具有审慎选择的有灵魂之物的善与恶便是德性与恶德,在诸善之中这最属于性质。他似乎将他在《范畴篇》中所设立的性质的所有种,依性质的这层含义归入受动情态之下,但依适应性与能力而被述说的种除外;因为他并未提及此项,除非有人亦将那项从属于运动的种差,即从属于运动的种差所由产生的事物。因为正如依状态产生不同的运动,依能力与适应性以及这些之中的种差亦是如此。因此,状态与能力,进而受动性质与形状形态,都属于依处于运动中的实体的受动情态而言的性质之下。或者,形状形态属于前一种含义;因为这本身所表明的并非运动,如等边三角形的某种活动,而是相对于不等边与等腰三角形的种差,正如他自己就人所指出的那样,若我们被问及人是何种动物,便回答说是陆行的,同样对于这一个三角形,若我们被问及它是何种三角形,便回答说是等边的。 他又划分了相关者。因为他说相关者中,有些被说成如同两倍相对于一半,总括而言即多倍相对于几分之几。而相关者的这一含义是依过度与不足而言的,他亦称之为依数而言的;而在另一种方式上,相关者被说成如加热者相对于可加热者,切割者相对于可切割者,相关者的这层含义是依主动者与被动者而言的。作为第三种含义被阐明的,是如可测度者相对于测度尺度,可认知者相对于知识,可感觉者相对于感觉;而相关者的这层含义应当属于判定者与被判定者之下;因为测度尺度判定被测度者,感觉与知识则是判准和判定,前者是关于可感觉者的判定,后者是关于可认知者的判定。在将相关者划分为这些之后,他重新接续起关于它们各自的讨论,并指明它们各自如何被述说,以及它们彼此之间的种差为何。于是第一类(这些乃是依过度与不足而言的),他说或是径直地,即不定地依数而被述说——他通过加上“或确定地”阐明了这一点。因为依数而被述说的相关者,彼此相对要么是不定地被述说,要么是确定地被述说,即超过者既不表示确定的过度,被超过者亦不表示确定的不足;要么二者彼此相对皆是确定的;要么它们是依数上为一且确定的事物而彼此相对被述说的。而这些之中的每一者意味着什么,他通过诸例证使之为人所知。因为两倍被说成相对于一半,并依数而言具有对立,两倍乃是相对于一个确定的事物而被述说的;因为一切两倍皆相对于一半,从而两倍亦相对于某一事物,且是确定的事物而被述说(因为它总是相对于一半),其过度已被确定。同样对于一半亦是如此;因为其自身亦相对于确定的且单一的事物;因为两倍表示确定且单一的过度。

语法注3 条
  1. 5.14διὰ τούτων δεικνὺς ὅτι καὶ αἱ ἕξεις ὑπὸ τὰς ποιότητας τὰς ὡς πάθη λεγομένας

    ὅτι 引导的从句中省略了谓语动词(如 πίπτουσιν 或 τακτέαι εἰσίν)。介词短语 ὑπὸ τὰς ποιότητας... 表示归属或从属关系,需补足理解为“状态亦[属于]被说成受动情态的性质之下”。

  2. 5.14ἐκτὸς εἰ μὴ κἀκεῖνό τις ὑποτάσσοι ταῖς τῶν κινήσεων διαφοραῖς, τουτέστιν ἀφ’ ὧν καὶ αἱ διαφοραὶ τῶν κινήσεων

    重叠否定惯用短语 ἐκτὸς εἰ μή(“除非”)后接希求语气动词 ὑποτάσσοι,表审慎的设想。τουτέστιν 引导的关系从句是对 ταῖς τῶν κινήσεων διαφοραῖς 的同位语性阐释与补充,将种差转喻性地理解为“运动的种差所由产生的事物(即潜能或适应性)”。

  3. 5.14οὐδετέρου οὔτε τοῦ ὑπερέχοντος ὡρισμένην ὑπεροχὴν σημαίνοντος οὔτε τοῦ ὑπερεχομένου ὡρισμένην ἔλλειψιν, ἢ ὡρισμένων πρὸς ἀλλήλους ἀμφοτέρων, ἢ καὶ κατὰ ἕν τι τῷ ἀριθμῷ ὡρισμένον λεγομένων αὐτῶν πρὸς ἀλλήλους

    由一系列属格绝对分词短语构成的并列结构,详述了依数而言的相关者的三种模式:(1) 不定模式,其中超过者与被超过者均不表示确定数量(οὐδετέρου... σημαίνοντος);(2) 双向确定模式,二者彼此相对皆确定(ὡρισμένων... ἀμφοτέρων);(3) 依一个确定的数而彼此相对得以确定的模式(κατὰ ἕν τι... λεγομένων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:401.14-402.29