← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§399.35-401.14

性质的诸含义及其向实体种差与运动情态的归结

亚历山大阐述了数及数学对象中的性质、运动的自然实体的情态以及善与恶等性质的含义,并探讨了它们最终如何被归结为实体的种差与运动实体的情态这两大类方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#18

τὰ δὲ μεγέθη μιμήματα εἶπε τῶν ἀριθμῶν ὡς ὄντων πρώτων. καὶ ὅλως πᾶν ὃ παρὰ τὸ ποσὸν καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν τοῦ ἀριθμοῦ ἐν τῷ ἀριθμῷ ὑπάρχει, τοῦτο ποιότης ἀριθμοῦ. ἑκάστου γὰρ ἀριθμοῦ ἡ οὐσία καὶ ἡ ποσότης ἐν τῷ ἅπαξ καὶ ἁπλῶς λαμβάνεσθαί ἐστιν.1 τοῦ μὲν γὰρ ἓξ ἡ οὐσία καὶ τὸ ποσὸν ἁπλῶς ἐν τῷ ἅπαξ ληφθῆναι· ἂν δὲ δὶς τρία ῥηθῇ, οὐκέθ’ ἁπλῶς τὸ ποσὸν καὶ ἡ οὐσία αὐτοῦ ἐλήφθη, ἀλλὰ μετά τινος πάθους καὶ ποιότητος· ὅσα γὰρ μετὰ προσθήκης λέγεται, μετὰ ποιότητός τινος λέγεται, ὥστε καὶ οἱ ἀριθμοὶ οἱ τοιοῦτοι. λέγοι δ’ ἂν καὶ τὰς ἐν ἀριθμῷ διαφορὰς ὥσπερ καὶ τὰς ἐν οὐσίᾳ ποιότητας· ἂν μὲν γὰρ ἁπλῶς ἓξ λάβωμεν, ἀριθμὸς τοῦτο, ἂν δὲ ὡς δὶς τρία τὰ ἓξ λάβῃ, ἤδη μετὰ ποιότητος. ἀλλ’ εἰ αἱ τῶν ἀκινήτων διαφοραὶ ἄλλο σημαινόμενον ποιότητος, πῶς ἐν τῷ πρώτῳ καὶ τοῦ κύκλου ἐμνημόνευσεν; ἐν γὰρ τοῖς ἀκινήτοις καὶ μαθηματικοῖς ὁ κύκλος. μήποτε οὖν ἀκίνητα ἐνταῦθα τοὺς ἀριθμοὺς λέγει καὶ οὐ πάντα τὰ μαθηματικά. ἢ εἰ περὶ πάντων λέγει, ἐκεῖ ἂν ἔξωθεν εἴη τοῦ κύκλου ὡς ἐν παραδείγματι τῆς διαφορᾶς ἐμνημονευκώς.2 εἰ δὲ τοῦτο, καὶ τὰς διαφορὰς ἂν ἐκεῖ λέγοι τῆς κυρίως οὐσίας. εἴη ἂν οὖν τὸ μὲν μῆκος ἐφ’ ἓν διάστασις τῶν ἀριθμῶν, τοῦτο δέ ἐστιν ἂν ἅπαξ λαμβάνηται. τὸ δὲ ἐπίπεδον τοῖς ποσάκις ποσοῖς, τὸ δὲ στερεὸν τοῖς ποσάκις ποσοῖς ποσάκις. ὧν τοὺς μὲν τετραγώνους τοὺς δὲ κύβους καλοῦσι. τρίτον σημαινόμενον τῆς ποιότητος ἐκτίθεται τὰ πάθη τῶν φυσικῶν τε καὶ κινουμένων οὐσιῶν· αὗται γὰρ αἱ κινούμεναι οὐσίαι αἱ φυσικαί τε καὶ ἔνυλοι. ἀντιδιέσταλκε δὲ τὰς κινουμένας πρὸς τὰς μαθηματικάς· ἀκίνητοι γὰρ ἐκεῖναι. ἐδήλωσε δὲ τίνα λέγει πάθη τῶν ἐν κινήσει οὐσιῶν διὰ παραδειγμάτων, καὶ καθόλου ταῦτα πάθη φησὶ καὶ ποιότητας εἶναι τῶν φυσικῶν σωμάτων, καθ’ ἃς καὶ ἀλλοιοῦσθαι λέγεται τὰ σώματα διαφοράς. σημειωτέον δὲ ὅτι ἐν τούτοις πάλιν ἔθηκε καὶ τὴν βαρύτητα καὶ τὴν κουφότητα, πρὸ ὀλίγου μνημονεύσας αὐτῶν ἐν τοῖς ποσοῖς τοῖς διὰ τὸ πάθη εἶναι τοῦ ποσοῦ καθὸ ποσὰ ποσοῖς οὖσιν. εἰπὼν δὲ ποιότητας εἶναι τὰ πάθη τῶν κινουμένων οὐσιῶν, προστίθησι τούτοις τάς τε ἀρετὰς καὶ τὰς κακίας καὶ ὅλως τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἃ οὐκέτι πάθη σωμάτων ἐστίν, οὐδὲ τοιαῦται ποιότητες καθ’ ἃς ἀλλοίωσις γίνεται. ἐκθέμενος δὲ τὰ προειρημένα σημαινόμενα τῆς ποιότητος, σχεδόν, φησί, κατὰ δύο τρόπους λέγοιτο ἂν τὸ ποιόν, καὶ τούτων ἕνα τὸν κυριώτατον. λέγει δὲ τοῦτον τὸν κατὰ τὰς τῆς οὐσίας διαφοράς· πρώτην γὰρ ταύτην ποιότητα λέγει, ἐπεὶ ἡ οὐσία τῶν ἄλλων γενῶν πρώτη, ὥστε διὰ τοῦτο καὶ τὰ τῇ οὐσίᾳ καθ’ αὑτὴν ὑπάρχοντα πρῶτα τῶν ἄλλων· τοιαῦται δὲ αἱ διαφοραί, ἃς ποιότητας καὶ αὐτὰς εἶπεν εἶναι. τῆς δὲ κατὰ τὰς διαφορὰς ποιότητος εἶναί φησι καὶ τὴν ἐν τοῖς ἀριθμοῖς ποιότητα μέρος· καὶ γὰρ ἡ ἐν ἐκείνοις ποιότης διαφορά τις οὐσιῶν, ἀλλὰ ἤτοι οὐ κινουμένων ἢ οὐχ ᾗ κινούμενα. καὶ γὰρ εἰ ὁ ἀριθμὸς εἴη φύσεών τινων καὶ οὐσιῶν ἐν κινήσει οὐσῶν ἐν τοῖς ἀριθμητοῖς, ἀριθμητὰ δὲ ταῦτα, ἀλλ’ οὐχὶ καθὸ κινούμεναί τινες οὐσίαι, κατὰ τοῦτο αὐταῖς ὑπάρχουσιν αἱ διαφοραί, ἀλλὰ καθὸ ἀριθμός ἐστιν, οἷον ἂν λέγοι τις τῶν ἀριθμητῶν τὰ μὲν ἐν ἐπιπέδῳ ἀριθμῷ εἶναι, τὰ δὲ ἐν στερεῷ. ὥστε εἷς μὲν ἂν εἴη τρόπος ποιότητος ὁ κατὰ τὰς διαφορὰς τῶν οὐσιῶν τῶν τε ἐν κινήσει καὶ τῶν ἀκινήτων· οὐσίας γὰρ τὰ μαθηματικὰ λέγειν αὐτῷ ἔθος. δύναται κοινῶς μὲν πάντων τῶν κινουμένων, οὐ τῶν οὐσιῶν μόνων, τὰς διαφορὰς λαμβάνειν κατὰ τὸ πρῶτον σημαινόμενον, μέρη δέ πως ἐκείνων λέγειν τὰς τῶν μαθηματικῶν τε καὶ ἀκινήτων, καθ’ ὅσον καὶ ἡ τούτων πρὸς ἄλληλα διαφορὰ ἐν τούτοις ἐστίν. δεύτερος δὲ τρόπος ποιότητος τὰ πάθη τῶν ἐν κινήσει οὐσιῶν καθ’ ἃ κινούμεναί τέ εἰσι καὶ φυσικαί. προστίθησι δὲ τοῖς πάθεσι τούτοις, καθ’ ἃ αἱ ἀλλοιώσεις γίγνονται, καὶ τὰς τῶν κινήσεων διαφοράς, κινήσεων λέγων διαφορὰς ἤτοι ἀλλοίωσιν αὔξησιν μείωσιν φοράν, ὡς καὶ τούτων οὐσῶν ποιοτήτων, ἢ τὰς δυνάμεις καθ’ ἃς τῆς κατὰ τόπον κινήσεως ἡ διαφορὰ τοῖς φυσικοῖς σώμασιν (αὗται δέ εἰσι βαρύτης καὶ κουφότης), ἢ καὶ πάσης κινήσεως. οὕτω δ’ ἂν καὶ αἱ ἕξεις εἶεν ποιότητες· ἀπὸ γὰρ τῆς ἐν ταύταις διαφορᾶς αἱ τῶν κινήσεων διαφοραί.

而他说量度是数的摹本,乃因数是居先的。总括而言,凡是在数的数量、实体和本性之外属于数的事物,这便是数的性质。因为每个数的实体和数量都在于其被取为一次且径直被取。事实上,六的实体和径直的数量在于其被取为一次;但若被称为“二乘三”,其数量和实体便不再是径直被取的,而是带有了某种情态和性质;因为凡带有附加而被述说的事物,都是带有某种性质而被述说的,从而此类数亦是如此。而且他大概亦会像将实体中的种差称为性质一样,把数中的种差称为性质;因为若我们径直取六,这是数,但若把六取为二乘三,则已带有性质了。然而,若不动之物的种差是性质的另一层含义,为何他在第一种含义中亦提及了圆?因为圆属于不动且数学的对象。难道他在此处所谓的不动之物是指诸数,而非所有数学对象吗?或者,若他是指所有数学对象,则他在那里提及圆便是从外部引入、作为种差的例证。若果真如此,他在那里所说的种差亦应当是严格本义实体的种差。因此,长应当是数向一维的伸展,这乃是在[数]被取为一次时的情况。而平面属于“若干倍的若干”,立体属于“若干倍的若干倍的若干”,人们将前者称为平方数,将后者称为立方数。作为性质的第三种含义,他阐明了自然且运动的实体的情态;因为这些运动的实体乃是自然且具质料的。他把运动的实体与数学对象相对立;因为后者是不动的。他通过例子阐明了所谓处于运动中的实体的情态是指什么,并且总括地说,这些乃是自然物体的情态与性质,物体亦正是依据这些种差而被说成发生质变的。值得注意的是,他又将重与轻置于这些之中,而不久前他刚在因作为数量的情态而在其为数量的范围内成为数量的事物中提及了它们。在指出运动实体的情态是性质之后,他又向这些补充了德性与恶德,以及总括而言的善与恶,这些已不再是物体的情态,亦不是据以发生质变的那类性质。在阐明了上述性质的诸含义之后,他说,性质大致可在两种方式上被述说,其中一种是最严格本义的方式。他指明这一方式乃是依实体的种差而言的方式;因为他说这是第一位的性质,既然实体先于其它各属,从而由此属于实体自身的事物亦先于其它事物;而种差便是此类事物,他指出它们自身亦是性质。他又说,诸数中的性质亦是依种差而言的性质的一部分;因为在那些事物中的性质亦是实体的某种种差,但要么是不运动的实体的种差,要么不是在其作为运动者的范围内的实体的种差。因为即使数作为属于某些处于运动中的本性和实体的数而存在于被计数之物中——而这些固然是被计数之物——然而种差依此属于它们,并非在其作为某些运动的实体的范围内,而是在其为数的范围内,犹如有人在谈及被计数之物时,会说某些存在于平面数中,某些存在于立体数中。因此,一种性质的方式应当是依处于运动中和不动的实体的种差而言的方式;因为称数学对象为实体乃是他的习惯。他可以依第一种含义普遍地把握一切运动之物(不仅是实体)的种差,并在某种意义上将数学及不动之物的种差称为那些种差的部分,只要这些事物彼此之间的种差亦存在于这些之中。而第二种性质的方式,则是处于运动中的实体在其作为运动者与自然者范围内的情态。在这些据以发生质变的情态之外,他又补充了运动的种差,所谓运动的种差要么是指质变、生长、减退、位移(由于这些亦是性质),要么是指依据它们自然物体具有位置运动之种差的能力(这些乃是重与轻),要么是指一切运动的[能力]。以此方式,状态亦将是性质;因为正是由于这些状态中的种差,才产生运动的诸种差。

语法注2 条
  1. 5.14καὶ γὰρ εἰ ὁ ἀριθμὸς εἴη φύσεών τινων καὶ οὐσιῶν ἐν κινήσει οὐσῶν ἐν τοῖς ἀριθμητοῖς, ἀριθμητὰ δὲ ταῦτα, ἀλλ’ οὐχὶ καθὸ κινούμεναί τινες οὐσίαι, κατὰ τοῦτο αὐταῖς ὑπάρχουσιν αἱ διαφοραί, ἀλλὰ καθὸ ἀριθμός ἐστιν

    该长句的骨干为让步条件结构:“因为即使(καὶ γὰρ εἰ)数作为属于某些运动实体之物存在于被计数事物中,种差之属于它们,亦不是在它们作为运动实体的范围内(οὐχὶ καθὸ...),而是在其作为数的范围内(ἀλλὰ καθὸ...)属于它们”。其中 ἀριθμητὰ δὲ ταῦτα 为插入说明句。

  2. 5.14ἐκεῖ ἂν ἔξωθεν εἴη τοῦ κύκλου ὡς ἐν παραδείγματι τῆς διαφορᾶς ἐμνημονευκώς

    ἂν εἴη ἐμνημονευκώς 是由希求法与完成时分词构成的迂回表达(潜势希求法),用以推测过去的情况:“他在那里便应当是从外部引入、作为种差的例证而提及了圆”。副词 ἔξωθεν 意指并非将其作为核心讨论的数学对象,而是从外部借用作说明性的例子。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:399.35-401.14