← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§2.22-4.11

从感觉记忆到理性的认识能力阶梯

亚历山大注解了亚里士多德从感觉、记忆到理性所展示的灵魂能力阶梯,阐明了动物认知能力的差异以及审慎与学习能力的诸层含义,从而引向对最高认知即智慧的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2

" Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίνεται τὰ ζῷα." Εἰπὼν ὅτι ὁ ἄνθρωπος καὶ τὰς αἰσθήσεις τοῦ εἰδέναι χάριν ἀγαπᾷ, οὐ τῆς χρείας μόνον, διότι καὶ ἡ αἴσθησις εἰς γνῶσιν αὐτῷ συμβάλλεταί τι, ὅτι οὐ μόνον δι’ αἰσθήσεως τὸ γιγνώσκειν αὐτῷ, ἀλλ’ ἔχει τι πρὸς γνῶσιν πλέον παρὰ τὰ ἄλλα ζῷα, τὸν λόγον, οὗ τὸ γιγνώσκειν ἴδιον, καὶ ὅτι τελειότερον διὰ τοῦτο τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία γνῶσις εἶναι πᾶσι δοκεῖ οὖσα τιμιωτάτη, διὰ τούτων ἡμᾶς διδάσκει,1 ἅμα καὶ βεβαιῶν τὸ προειρημένον ὅτι εὐλόγως εἴρηται, τὸ τοὺς ἀνθρώπους τὰς αἰσθήσεις καὶ τοῦ εἰδέναι χάριν ἀγαπᾶν. ἐκτίθεται δὲ καὶ τὴν τάξιν τῶν ἐπὶ ταῖς αἰσθήσεσι γινομένων δυνάμεων τῆς ψυχῆς, ᾗ καὶ τὰ τελειότερα ζῷα τῶν ἀτελεστέρων διαιρεῖταί τε καὶ χωρίζεται, καὶ ὅτι πλέον τι παρὰ τὰ ἄλλα ζῷα ὁ ἄνθρωπος τὸν λόγον ἔχων κατὰ τοῦτο τελειότερος ἐκείνων ἐστίν. τείνει δ’ αὐτῷ ταῦτα πάντα εἰς τὸν περὶ σοφίας λόγον καὶ τὸ δεῖξαι τίς ἐστιν ὁ σοφός. λέγει δὲ τῶν μὲν μόνην αἴσθησιν ἐχόντων τελειότερα εἶναι τὰ πρὸς τῷ αἰσθάνεσθαι καὶ μνημονεύειν ὧν αἰσθάνονται δυνάμενα, ἃ καὶ φρονιμώτερα καὶ μαθητικώτερα εἶναι εἶπε τῶν μὴ δυναμένων μνημονεύειν, κοινότερον χρησάμενος τῷ φρονιμώτερα. κυρίως μὲν οὖν ἡ φρόνησις περὶ τὰ βουλευτὰ καὶ ἐν τῷ βουλεύεσθαι, καὶ λέγεται ἕξις βουλευτική· λέγεται δὲ καθ’ ἕτερον φρόνησις καὶ αὐτὴ ἡ λογικὴ δύναμις. παρὰ δὲ τὰ σημαινόμενα ταῦτα λέγεται φρόνησις καὶ ἡ κατὰ τὰς φαντασίας ἀκρίβεια καὶ διάρθρωσις, καὶ ἡ περὶ τὰ πρακτὰ φυσικὴ εὐστροφία, ἥτις ἐν τοῖς μνημονεύειν δυναμένοις γίγνεται. ἔστι δὲ μνήμη ἕξις φαντάσματος ὡς εἰκόνος οὗ ἐστι φαντασία·2 οὐ γὰρ ἱκανὸς πρὸς μνήμην ὁ τύπος ὁ κατὰ τὴν φαντασίαν, ἀλλὰ δεῖ τὴν περὶ αὐτὸν ἐνέργειαν καὶ περὶ εἰκόνα γίγνεσθαι, τουτέστιν ὡς ἀπ’ ἄλλου γεγονότος, ὡς ἐν τοῖς Περὶ μνήμης δέδειχε. πῶς δὲ εἶπε φρονιμώτερα, ἐξηγήσατο προσθεὶς τὸ μαθητικώτερα· κατὰ γὰρ τοῦτο μαθητικώτερα εἶπεν, ὅτι διὰ τὸ δύνασθαι μνημονεύειν ἤδη τινὰ αὐτῶν καὶ φωνάς τινας μανθάνειν καὶ μιμεῖσθαι, ὡς πολλὰ τῶν ὀρνέων· ἀλλὰ καὶ πράσσει τινά, ὡς κύνες, ἐλέφαντες, ἄλλα τινά. δύναται τὸ μαθητικώτερα εἰρῆσθαι καὶ ἐπὶ τοῦ γνωστικώτερα· τὰ γὰρ μεμνημένα τῶν ζῴων γνωρίζει ὧν ἡ * * * ἰδών τε γὰρ μέμνηται καὶ δύναται τὸ οἰκεῖόν τε καὶ τὸ ἀλλότριον διαγιγνώσκειν· ἅμα διὰ τούτων δεικνὺς ὅτι ἑκάστη τῶν ἐπὶ τῇ αἰσθήσει δυνάμεων εἰς γνώσεως περιουσίαν τοῖς ἔχουσιν αὐτὰ ζῴοις συντελεῖ, τὴν ἀρχὴν ἀπὸ τῆς αἰσθήσεως λαμβάνουσα· μάθησις μὲν γάρ τις καὶ ἡ διὰ τῆς αἰσθήσεως ἀντίληψις, μαθητικώτερα δὲ τὰ καὶ μὴ παρόντων ἔτι τῶν αἰσθητῶν φυλάσσειν δυνάμενα τὴν κίνησιν τὴν ἀπ’ αὐτῶν. δοκεῖ δὲ ἀντιστρέφειν ἥ τε φαντασία καὶ ἡ αἴσθησις· ἐν οἷς γὰρ τὸ ἕτερον τούτων, καὶ τὸ ἕτερον, ὡς ἐν τῷ τρίτῳ Περὶ ψυχῆς εἶπεν.

“动物生来就具有感觉。” 在说明了人不仅为了实用,而且为了求知而珍视感觉,因为感觉也为人带来某种认知上的助益之后,他通过这些论述教导我们:人的认识不仅是通过感觉,而且在认知方面拥有超越其他动物的某种更多之物,即认识为其所固有的理性,并且因此人比其他动物更为完满,以及智慧由于是最尊贵的,而被所有人认为是认知;同时也证实了前述的说法是合乎情理的,即人们珍视感觉也是为了求知。他也阐明了继感觉之后产生的灵魂诸能力的等级秩序,较为完满的动物依照这种秩序而与较不完满的动物相区分和分离,并且人凭借拥有超越其他动物的某种更多之物即理性,在这一方面比它们更为完满。对他而言,所有这些都导向关于智慧的论说以及展示谁是智慧之人。他说,相比于仅具有感觉的动物,那些除了感知之外还能够记住其所感知事物的动物更为完满,并称它们比无法记忆的动物既更具审慎性又更有学习能力,在此他是以较为宽泛的意义使用了“更具审慎性”。严格而言,审慎涉及值得思量之事并在于思量,被称为一种思量的品质;但在另一种意义上,理性能力本身也被称为审慎。撇开这些含义,依于表象的精确性与分节清晰性,以及涉及可行动事务的天然机敏也被称为审慎,这种机敏产生于能够记忆的动物中。记忆则是作为其表象所指向之物的像的表象形象的持守;因为依于表象的印迹并不足以构成记忆,对它的现实活动还必须也针对像而发生,即作为来自他物而产生的,正如他在《论记忆》中所表明的那样。至于他如何意指“更具审慎性”,他通过加上“更有学习能力”作了解释;因为他说“更有学习能力”是基于这一点:由于能够记忆,它们中的一些已经能够学习并模仿某些声音(如许多鸟类),而且还能做出某些行动(如狗、大象等其他动物)。“更有学习能力”也可以在“更有认知能力”的意义上被言说;因为记忆的动物能够认出事物,实际上看到了便记下,并能够辨别亲熟之物与生疏之物;同时他通过这些表明,继感觉而来的诸能力中的每一种,从感觉获得起点,都促进了拥有这些能力的动物的认知丰盈;因为通过感觉的把握本身就是一种学习,但更有学习能力的,是那些在可感事物已不再现前时仍能够保存源自它们的运动的动物。表象与感觉看来是相通互推的;因为在存在这二者之一的动物中,另一者也存在,正如他在《论灵魂》第三卷中所说的那样。

语法注2 条
  1. 1.2Εἰπὼν ὅτι ... διὰ τούτων ἡμᾶς διδάσκει

    句首的过去分词 Εἰπὼν 承接主语亚里士多德,并统辖第一个 ὅτι 从句。经过长句的铺陈,句子最终落实于主句主谓语 διδάσκει(“他教导我们”)。中间并列出现的数个 ὅτι 从句(ὅτι οὐ μόνον..., ὅτι τελειότερον..., ὅτι ἡ σοφία...)均充当 διδάσκει 的宾语从句,表达其教导的具体内容。

  2. 1.2ἕξις φαντάσματος ὡς εἰκόνος οὗ ἐστι φαντασία

    关于记忆的定义句式。φαντάσματος 是依存于 ἕξις(持守/保持)的宾格性属格。ὡς εἰκόνος 作为述谓性状语限定该属格(“作为像”),关系代词 οὗ 则作为后随名词 φαντασία 的宾格性属格(“其表象所针对的那个事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:2.22-4.11