← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§398.21-399.35

作为偶性数量的时间与实体种差及数学对象之性质

亚历山大论述了运动与时间因依凭量度及缺乏持存性而属于偶性数量的原因,随后转入性质的多义性划分,阐释作为实体种差的性质,以及不动数学对象(平面数与立体数等合成数)中的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#17

ἀλλ’ ἥ γε ἐπίνοια αὐτῆς ἀπὸ τοῦ ὑποκειμένου μεγέθους· διὸ καὶ κατὰ συμβεβηκός· οὐ γὰρ μέγεθος, ἀλλ’ ἐπὶ μεγέθους καὶ αὕτη, εἰ καὶ μὴ ὁμοίως τοῖς ἄλλοις συμβεβηκόσι. καὶ τὸ μὲν ὑπομένον καὶ διαιρούμενον καθ’ αὑτό, ἡ δὲ οὐχ ὑπομένουσα. πάλιν δέ, φησίν, ὁ χρόνος ποσός τε καὶ συνεχὴς τῷ τὴν κίνησιν ταύτην εἶναι διαιρετήν, λέγων διὰ τοῦ ταύτην τὴν κίνησιν ἧς ἀριθμὸς ὁ χρόνος.1 σημειωτέον δὲ καὶ τοῦτο, ὅτι τὸν χρόνον ἐν Κατηγορίαις καθ’ αὑτὸ ποσὸν εἰπὼν ἐνταῦθα καὶ αὐτὸν κατὰ συμβεβηκὸς φησιν εἶναι ποσόν, καὶ πρὸ αὐτοῦ γε τὴν κίνησιν· διὰ γὰρ ταύτην καὶ τὸν χρόνον. ζητητέον δὲ καὶ τοῦτο, διὰ τί τὴν κίνησιν καὶ τὸν χρόνον οὐκ ἐν τοῖς καθ’ αὑτὰ ποσοῖς ἔθηκεν, ἃ πάθη ἢ ἕξεις εἶπεν εἶναι τῶν ποσῶν, ἀλλ’ ἐν τοῖς κατὰ συμβεβηκός· εἰ γὰρ πάθος ἐστὶν ἡ κίνησις συνεχοῦς τινος (οὐ γὰρ οἷόν τε ἄλλως ἢ ἐπ’ ἄλλου κίνησιν γίνεσθαι), εἴη ἂν ἐν τοῖς οὕτω ποσοῖς καὶ τὰ πάθη.2 ἢ ἃ καθ’ αὑτὰ μέν εἰσι ποσά, κατὰ συμβεβηκὸς λέγει, οὐ μὴν ὁμοίως τοῖς ἃ μή ἐστιν ὡς ποσῶν καὶ καθὸ ποσὰ πάθη. ἢ ἐκεῖνα μὲν ποσὰ καθ’ αὑτά, ὅτι ὑπομένει ὡς καὶ τὰ ὧν ἐστι πάθη, τούτων δὲ οὐδέτερον ὑπομένει. καὶ ὅτι τὰ μὲν ἐν τῇ φύσει ἐστὶν αὐτῶν, καὶ ὄντων ἕπεται καὶ αὐτὰ πάντως, ἡ δὲ κίνησις οὐ τοῦ μεγέθους τί ἐστιν, ἀλλ’ ἐπὶ μεγέθους γίνεται. Ποιεῖται δὲ καὶ τοῦ ποιοῦ διαίρεσιν, ὡς καὶ αὐτοῦ πολλαχῶς λεγομένου, καὶ λέγει ἕνα μὲν τρόπον ποιὸν λέγεσθαι τὴν τῆς οὐσίας διαφοράν. ἐρωτώμενοι γοῦν ποῖόν τι καὶ ποταπὸν ὁ ἄνθρωπος ζῷον, λέγομέν τινας τῶν διαφορῶν τῶν ὑπαρχουσῶν αὐτῷ, ὡς τῆς διαφορᾶς οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποιόν τι κατηγορουμένης, οὐ μὴν ὁμοίως τῇ ποιότητι· ἡ γὰρ διαφορὰ ἡ τῆς οὐσίας εἴη ἂν ἡ ἐν οὐσίᾳ ποιότης. ἐπιζητήσαι δ’ ἄν τις, τίνι διενήνοχεν ἡ ὡς διαφορὰ ποιότης τῆς ὡς γένους καὶ εἴδους (εἶπε γὰρ καὶ περὶ τούτων ἐν Κατηγορίαις, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι)· καὶ εἰ καὶ ταῦτα ποιότητες ὁμοίως τῇ διαφορᾷ, διὰ τί αὐτῶν οὐκ ἐμνημόνευσε νῦν; ἔτι εἰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι, πῶς ἂν ἔτι ἐν τῷ τί ἐστι κατηγοροῖντο, ὃ ἐν τῷ ὁρισμῷ αὐτῶν περιέχεται; ἢ ἡ διαφορὰ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποιόν τι κατηγορεῖται. καὶ τοῦ κύκλου δὲ ὡς οὐσίας ἐμνημόνευσεν, ἤτοι ἀντὶ τῆς σφαίρας λαβὼν τὸν κύκλον, ἢ ὅτι ἐδόκει τισὶ καὶ τὰ σχήματα οὐσίας εἶναι. ἢ οὐσίαν οὐ τὴν κυρίως λεγομένην εἶπε νῦν, ἀλλὰ τὴν ἑκάστου τῶν ὄντων ὕπαρξιν· ἡ γὰρ ἑκάστου οἰκεία ὕπαρξις οὐσία ἐκείνου, ὡς εἶπε καὶ ἐν τῇ τῆς οὐσίας διαιρέσει· ἓν γὰρ τῶν σημαινομένων ὑπὸ τῆς οὐσίας ἦν καὶ ἡ ἑκάστου τῶν ὄντων φύσις· οὐσία γὰρ ἐκείνου. τὰς διαφορὰς οὖν οὐ τὰς ἐν τῇ κυρίως οὐσίᾳ μόνας, ἀλλὰ τὰς καθ’ ἕκαστον γένος οἰκείας ποιότητας λέγοι ἄν. οὕτω τοῦ κύκλου διαφορὰ τὸ ἀγώνιον· σχῆμα γὰρ ἀγώνιον ὁ κύκλος. ἕνα μὲν οὖν τρόπον φησὶ ποιότητα λέγεσθαι τὴν τῆς οὐσίας τῆς ὡς εἰρήκαμεν διαφοράν, δεύτερον δὲ ἐπὶ τῶν ἀκινήτων, ἃ τίνα ἐστὶν ἐδήλωσε· τὰ γὰρ μαθηματικά. καὶ γὰρ ἐπ’ ἀριθμῶν ποιὸς ἀριθμὸς ὁ σύνθετος λέγεται, ἀλλ’ οὐχ ἁπλῶς ἀριθμὸς καὶ μόνον ἐφ’ ἓν ὤν· ὁ μὲν γάρ τίς ἐστιν ἁπλῶς ἀριθμός, ὁ δὲ τετράγωνος ἢ ἑτερομήκης ἢ κύβος. τίς δέ ἐστιν ὁ μὴ ἐφ’ ἓν ὢν ἀριθμός, ἐδήλωσεν εἰπὼν ὧν μίμημα τὸ ἐπίπεδον καὶ τὸ στερεόν. ὡς δὲ τὸ ἐπίπεδον οὐκ ἐφ’ ἕν ἐστι συνεχὲς μόνον, ἀλλ’ ἐν συνθέσει συνεχῶν δύο, καὶ τὸ στερεὸν τριῶν, οὕτως εἰσὶ καὶ ἀριθμοί τινες οὐχ ἁπλοῖ ἀλλὰ σύνθετοι, οὕς, τίνες εἰσίν, ἐδήλωσε φανερῶς εἰπὼν ποσάκις ποσοί. τοιοῦτοι γὰρ οἱ ἐπίπεδοί τε καὶ ἑτερομήκεις ἢ τετράγωνοι καλούμενοι, ὡς ὁ δὶς δύο ἢ δὶς τρία ἢ ὁ τρὶς τρία. τοιοῦτοι μὲν οὖν οἱ ποσάκις ποσοί, ἄλλοι δὲ οἱ ποσάκις ποσοὶ ποσάκις, οἷοί εἰσιν οἱ κύβοι, ὡς ὁ δὶς δύο τέσσαρα, δὶς τέσσαρα ὀκτώ· ὁ γὰρ ὀκτὼ τοιοῦτος· δὶς γὰρ δύο τέσσαρα καὶ δὶς τέσσαρα ὀκτώ. καὶ πάλιν ὁ τρὶς τρία ἐννέα, τρὶς θʹ κζʹ· στερεὸς γὰρ καὶ κύβος ὁ κζʹ· τρὶς γὰρ γʹ θʹ, καὶ τρὶς θʹ κζʹ, πάλιν ἀνάλογον τῷ στερεῷ.

然而关于它的概念乃来自作为基底的量度;因此它亦出于偶性。因为〔运动〕并不是量度,而它同样是发生于量度之上,即使不像其它偶性那样。而且前者〔量度〕依自身持存并被分割,后者〔运动〕则不持存。他又说,时间是数量且是连续的,乃因“这一运动”是可分割的,他用“这一”这个词指称时间是其数的那一运动。这一点亦应被注意:在《范畴篇》中将时间称为自身数量,而在此处他说它自身亦是偶性数量,且在它之前的运动亦是如此;因为正是通过运动,时间亦[如此被称为]。这一点亦须探讨:为何他未将运动与时间置于自身数量(即他所说的数量的情态或状态)之中,而是置于偶性数量之中。因为若运动是某种连续之物的情态(因为运动除了在另一物之上发生便不可能以别的方式发生),则情态亦应当属于如此成为数量之物中。或者,这些依自身固然是数量,他却称之为偶性的,然而绝不像那些并非作为数量及数量作为数量的情态的事物那样。或者,前者之所以是自身数量,乃因它们如同它们作为其情态的那些事物一样持存,而这两者中没有一个持存。再者,前者存在于它们的本性之中,当它们存在时,它们自身亦完全相随,而运动并非量度的某种东西,而是发生于量度之上。 由于性质亦在多种意义上被述说,他亦对其做出了划分,并说在一种方式上实体的种差被称为性质。无论如何,当我们被问及人是具有何种性质、何种动物时,我们说出属于他的某些种差,这是由于种差不是在“何所是”中、而是在“具有何种性质”中被述说的,然而并非与品质相同;因为实体的种差应当是实体中的性质。然而有人可能会进一步探究,作为种差的性质与作为属和种的性质究竟有何不同(因为他在《范畴篇》中亦谈到这些,说它们围绕实体限定性质);且若这些亦与种差类似地是性质,为何他如今没有提及它们?再者,若它们围绕实体限定性质,它们又如何仍在包含于其定义中的“何所是”中被述说?或者,种差并非在“何所是”中、而是在“具有何种性质”中被述说的。而他将圆作为实体提及,要么是用圆代指球体,要么是由于对某些人而言图形亦被视为实体。或者,如今他所说的实体并非严格本义上所说的实体,而是存在物各者的实际存在;因为各者固有的实际存在就是其实体,正如他在实体的划分中所说;因为由实体所表示的事项之一,亦曾是存在物各者的本性;因为那就是其实体。因此,他所说的种差或许不仅指严格本义的实体中的种差,而是指在各个属中固有的性质。以此方式,圆的种差乃是无角;因为圆是无角的图形。因此,他说在一种方式上性质被称为如我们所说的实体的种差,而在第二种方式上则是在不动之物中,他亦阐明了它们是什么:因为它们是数学对象。因为在数中,合成数亦被称为有性质的数,而不是径直的且仅向一维延展的数;因为一种是径直的数,另一种则是平方数、长方数或立方数。至于何者不是仅向一维延展的数,他通过说“平面与立体乃是它们的摹本”阐明了。正如平面并非仅向一维是连续的,而是在两个连续者的组合中,立体则在三个连续者的组合中,同样亦有某些数不是单纯的而是合成的,他通过明确地说出“若干倍的若干”阐明了它们是什么。因为被称为平面数、长方数或平方数的数就是此类,如二乘二、二乘三或三乘三。因此“若干倍的若干”是此类,而另一些则是“若干倍的若干倍的若干”,犹如立方数,如二乘二为四,四乘二为八;因为八就是此类,因为二乘二是四,四乘二是八。又如三乘三是九,九乘三是二十七;因为二十七是立体数且是立方数;因为三乘三是九,九乘三是二十七,再次与立体相应。

语法注2 条
  1. 5.14λέγων διὰ τοῦ ταύτην τὴν κίνησιν ἧς ἀριθμὸς ὁ χρόνος

    介词短语 διὰ τοῦ 支配了亚里士多德原文中直接作为引语使用的阴性宾格指示代词 ταύτην(“这一”)。注疏者以此阐明,亚里士多德通过“这一”一词,意指时间为其数的那一运动;宾格短语 τὴν κίνησιν ἧς ἀριθμὸς ὁ χρόνος 在句意上充当 λέγων 的宾语(或暗含的 δηλῶν 等动词的对象)。

  2. 5.14ἢ ἃ καθ’ αὑτὰ μέν εἰσι ποσά, κατὰ συμβεβηκὸς λέγει, οὐ μὴν ὁμοίως τοῖς ἃ μή ἐστιν ὡς ποσῶν καὶ καθὸ ποσὰ πάθη

    此句用 ἤ 引出对疑难的第一种解答,具有省略先行词的紧缩结构。基本骨架为:“或者,这些依自身固然是数量,他却称之为偶性的,然而绝不像那些并非作为数量及数量作为数量的情态的事物那样。”后半句的与格冠词 τοῖς 引领关系从句 ἃ μή ἐστιν...,并由表比较的副词 ὁμοίως 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:398.21-399.35