- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:397.6-398.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德在《形而上学》卷五第13章中的讨论,首先解释了数量本身的属性(如多与少、长与短)和关系项(大与小)为何被称为自身数量,其次说明了在偶性数量中,运动与时间不同于白等偶性,由于与空间量度的共同分割而成为更为本义的数量。
καὶ τὸν ἀριθμὸν δὲ ὁριζόμεθα ποσὸν διωρισμένον. ἢ κατ’ οὐσίαν ποσά ἐστιν ὡς ὑποκείμενά τινα,1 ἐφ’ ἃ ἀναφέρεται καὶ τὰ ἄλλα ποσὰ λεγόμενα. τὰ δέ τινά ἐστι καθ’ αὑτὰ ποσὰ τῷ τῆς φύσεως τῆς τοιαύτης εἶναι πάθη τε καὶ ἕξεις, τὰ δὲ τῷ εἶναι ποσοῦ καθὸ ποσὸν πάθη. ταῦτα δέ ἐστι τὰ καθ’ αὑτὰ αὐτοῦ κατηγορούμενα καὶ αὐτὰ ποσά. τοιαῦτά ἐστι τὸ πολὺ καὶ τὸ ὀλίγον (πάθη γὰρ ἀριθμοῦ), καὶ τὸ μακρὸν καὶ τὸ βραχύ (μήκους γὰρ πάθη), καὶ τὸ πλατὺ καὶ τὸ στενόν (ἐπιπέδου γὰρ πάθη), καὶ τὸ βαθὺ καὶ ταπεινόν (σώματος γὰρ ταῦτα πάθη πάλιν)· καὶ γὰρ εἴ τούτων τις λέγοι ἐν τῷ λόγῳ τὸ ποσὸν περιέχεσθαι, ἀλλ’ οὐ πρώτως οὐδὲ καθ’ αὑτά, ἀλλὰ τῷ ἐν ἐκείνοις2 εἶναι οἷς ταῦτα ὑπάρχει. λέγεται γοῦν τὸ μὲν πολὺ ποσὸν ὑπερέχον κατ’ ἀριθμόν, ὡς διὰ τὸν ἀριθμὸν ὅλως ποσὸν ὄν· ὁμοίως καὶ ὀλίγον ποσὸν ὑπερεχόμενον κατ’ ἀριθμόν. καὶ ἐπὶ τῶν μεγεθῶν δὲ ἑκάστου ἐνσημαίνεται τὸ διὰ τὰ ὑποκείμενα αὐτὰ ποσὰ λέγεσθαι· βραχὺ γὰρ λέγεται τὸ ποσὸν ὑπερεχόμενον κατὰ μῆκος. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων. ἀλλὰ καὶ τὸ βαρὺ καὶ κοῦφον ἐν τοῖς καθ’ αὑτὸ ποσοῖς νῦν· καταριθμήσει δὲ αὐτὸ μετ’ ὀλίγον καὶ ἐν τοῖς ποιοῖς. καὶ ἴσως εἴη ἂν ποσὰ μὲν, καθὸ ὑπεροχὴν ῥοπῆς ἢ ἐλάττωσιν σημαίνουσι, ποιὰ δέ, καθὸ ἦν τοῦ κάτω φέρεσθαι τὰ ἔχοντα αὐτὰ αἴτια. πάθη δὲ καὶ ἕξεις τῆς τοιαύτης οὐσίας εἶπε ταῦτα, κοινότερον τῷ τῆς οὐσίας ὀνόματι χρώμενος· ὅτι γὰρ καὶ ταῦτα οὐσία πως λέγονται, εἶπεν ἐν τῇ τῆς οὐσίας διαιρέσει. πάθη δὲ καὶ ἕξεις ἐκ παραλλήλου εἶπεν, ἕξεις μὲν ἀπὸ τοῦ ἔχεσθαι, πάθη δὲ ὡς συμβεβηκότα καὶ ὑπάρχοντα. εἰπὼν δὲ καὶ τἆλλα τὰ τοιαῦτα προσέθηκε τινά, εἰπὼν ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, τά τε καθ’ αὑτὰ λεγόμενα τά τε ἐν τῇ πρὸς ἄλληλα σχέσει, οὕτως ποσά. ὅτι μὲν οὖν τὸ μεῖζον καὶ τὸ ἔλαττον τῶν πρός τι, γνώριμον, ἔδειξε δὲ ἐν Κατηγορίαις ὅτι οὕτω λέγεται καὶ τὸ μέγα καὶ τὸ μικρόν, νῦν δὲ λέγεσθαί φησιν αὐτὰ καὶ καθ’ αὑτά· καὶ γὰρ ἁπλῶς μέγα τι λέγεται. τὸ μέντοι μέγα καὶ μεῖζον καὶ τὰ τούτοις ἀντικείμενα μεταφέρεσθαί φησιν ἀπὸ τῶν ποσῶν καὶ ἐπ’ ἄλλα τινά, ἃ οὐκ ἔστι ποσά. καὶ δῆλον ὅτι ὅταν ἐπὶ τοιούτων λέγηται, οὐκ ἔσται ποσά· μέγα γὰρ τὸ πάθος, οἷον καὶ λύπη, καὶ μεῖζον λέγεται καὶ μεγάλη νόσος καὶ μεγάλη ὀφθαλμία καὶ μικρὸν λευκόν, ὧν οὐδέν ἐστι ποσόν. ἑξῆς δὲ ποιεῖται διαίρεσίν τινα καὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων ποσῶν, καὶ δείκνυσιν αὐτῶν τὴν διαφοράν. ἄλλως γὰρ λέγεται τὸ μουσικὸν ποσὸν καὶ τὸ λευκόν, καὶ ἕκαστον ποσὸν τῶν συμβεβηκότων τῷ ποσῷ (τῷ γὰρ μόνον τὸ ὑποκείμενον αὐτοῖς ποσὸν εἶναι), καὶ ἄλλως κίνησις καὶ χρόνος· καὶ γὰρ ταῦτα λέγεται μὲν κατὰ τὴν ἐπὶ τὰ ποσὰ τὰ καθ’ αὑτὰ ἀναφοράν, καὶ διὰ τοῦτο καὶ αὐτὰ κατὰ συμβεβηκός, οὐ μὴν ἁπλῶς, ὡς καὶ τὰ πρῶτα εἰρημένα. τῷ μὲν γὰρ τὴν ἐπίνοιαν αὐτῶν ἔχειν ἡμᾶς ὅλως ἀπὸ τῶν μεγεθῶν καὶ ταῦτα ποσά τε καὶ συνεχῆ λέγεται κατὰ συμβεβηκός (διὰ γὰρ τὸ ἐκεῖνα εἶναι συνεχῆ καὶ διαιρετὰ ὧν ἐστι ταῦτα πάθη)· τῷ μέντοι συνδιαιρεῖσθαι ἐκείνοις καθὸ διαιρετά ἐστι καὶ ποσά, κατὰ τοῦτο ὑπάρχοντα αὐτοῖς κυριώτερα ταῦτα ἐκείνων, καὶ οὐχ ὁμοίως κατὰ συμβεβηκός. εἰπὼν δὲ καὶ γὰρ ταῦτα ποσὰ ἄττα λέγεται καὶ συνεχῆ τῷ ἐκεῖνα διαιρετὰ εἶναι ὧν ἐστι ταῦτα πάθη, τίνων πάθη δηλῶν προσέθηκε· λέγω δέ, φησίν, οὐ τῷ τὸ κινούμενον εἶναι διαιρετόν, ἀλλὰ τῷ ὃ ἐκινήθη τοῦτο,3 λέγων τὴν κίνησιν ποσόν τε καὶ συνεχὲς λέγεσθαι οὐκ ἀπὸ τοῦ τὸ κινούμενον σῶμά τε εἶναι καὶ ποσόν (οὕτω γὰρ ἂν ἦν τέλεον κατὰ συμβεβηκὸς λεγομένη, καὶ ὁμοίως τῷ λευκῷ τε καὶ μουσικῷ), ἀλλὰ τῷ ὃ ἐκινήθη καὶ ἐφ’ οὗ ἐκινήθη καὶ ὃ διῆλθε τὸ κινούμενον ποσὸν εἶναι. ἀδύνατον γὰρ μὴ ἐπὶ συνεχοῦς κίνησιν γίνεσθαι· τῷ δὴ διαιρετὸν καὶ ποσὸν εἶναι τὸ ἐφ’ οὗ ἡ κίνησις, τούτῳ καὶ ἡ κίνησις ποσὴ συμπαρατεινομένη τῷ ἐφ’ οὗ γίνεται καὶ ὥσπερ καταμετροῦσα αὐτοῦ τὸ ποσὸν καὶ συνδιαιρουμένη αὐτῷ· διὸ δοκεῖ καὶ κυρίως ποσὸν εἶναι.
而且我们亦将数定义为分离的数量。或者,依本质而言的数量乃如同某些基底,其它被称为数量之物亦被归结于它们。然而某些事物之所以是自身数量,乃因它们是如此本性的情态与状态,而另一些事物则因它们是数量作为数量的情态。这些就是对它自身做自身述说且本身亦是数量之物。此类事物有多与少(因为它们是数的情态)、长与短(因为它们是长度的情态)、广与狭(因为它们是平面的情态),以及深与浅(因为这些又是物体的情态);因为即使有人说数量被包含在这些事物的定义中,但亦并非最初义地且依其自身地,而是由于存在于这些属性所归属的那些事物之中。无论如何,多被称为在数上胜出的数量,因为它完全是通过数而成为数量;同样,少是在数上见绌的数量。而在各量度上,亦表明它们自身被称为数量是通过其基底;因为短被称为在长度上见绌的数量。对于其它事物亦是同样的道理。不过沉与浮[重与轻]如今亦被列在自身数量之中;但他稍后亦将把它们列在性质之中。或许就它们表示倾斜倾向的胜出或亏减而言是数量,而就它们曾经是具有它们之物向下运移的原因而言是性质。他说这些是“如此实体的情态与状态”,乃是更宽泛地使用了“实体”这个名称;因为这些事物亦在某种方式上被称为实体,他在实体的划分中已经说过。他并列地说出“情态与状态”,“状态”源自“具有”,“情态”则是作为偶性与固有属性。在说了“以及其它此类事物”之后,他补充了一些,说道:“并且大与小,以及较大者与较小者,无论是依自身而被述说者,还是在彼此相对关系中被述说者,亦均是以此方式成为数量。”较大者与较小者属于关系者固然是熟知的,且他在《范畴篇》中表明大与小亦是如此被述说的,但如今他说它们亦依自身而被述说;因为确实有某物被径直称为大的。然而他说,大与较大者以及与这些相对立的项,乃是从数量转用至某些并非数量的其它事物上。显而易见,当对诸如此类的事物述说时,它们将不是数量;因为一种情态(例如悲哀)亦被称为大的和较大的,大病、严重的眼疾以及微弱的白亦被如此述说,其中没有一种是数量。紧接着,他对偶性述说的数量亦做出了某种划分,并展示了它们的种差。因为音乐的与白的(以及归属于数量的每一个偶性)被称为数量是一种方式(因为仅仅是由于它们的基底是数量),而运动与时间则是另一种方式;因为这些亦是依对自身数量的指涉而被述说的,并且因此它们自身亦是偶性的,然而绝非径直如先前所说的那样。因为一方面,由于我们对其概念的把握完全来自量度,这些亦由于偶性被称为数量且是连续的(因为这是由于作为这些情态之承担者的那些事物是连续且可分割的);另一方面,由于在那些事物是可分割且是数量的限度内与它们共同被分割,就这一点而言,属于它们的这些比前者更为本义,且并不以同样的方式出于偶性。在说了“因为这些亦因作为这些情态之承担者的那些事物是可分割的,而被说成某种数量且是连续的”之后,他为了阐明它们是哪些事物的情态而补充道:“但我所指的[如此被称为],”他说道,“不是由于被运动之物是可分割的,而是由于被运动所经过的这个”,以此指出运动被称为数量且是连续的,并非出于被运动之物是物体且是数量(因为若是如此,它将完全是偶性地被述说,并且类似于白与音乐的),而是由于被运动之物所运移的、其上运移的以及所穿过的东西是数量。因为运动不可能不在连续之物上发生;正由于运动在其上的东西是可分割且是数量,运动亦借此而成为数量,它与发生于其上的东西共同延展,并犹如测尽其数量且与之共同被分割;因此它亦被视为严格本义上的数量。
- 5.14ἢ κατ’ οὐσίαν ποσά ἐστιν ὡς ὑποκείμενά τινα
连词 ἤ 引入了相对于前述界定(或前一语块末尾所提及的“依固有的本质而成为数量之物”)的另一种视角或补充性表述。意为“或者,依本质而言的数量乃如同某些基底……”,与后文的“如此本性的情态与状态”(πάθη τε καὶ ἕξεις)形成对比结构。
- 5.14τῷ μὲν γὰρ τὴν ἐπίνοιαν αὐτῶν ἔχειν ἡμᾶς ὅλως ἀπὸ τῶν μεγεθῶν... τῷ μέντοι συνδιαιρεῖσθαι ἐκείνοις
由 τῷ μὲν... τῷ μέντοι... 构成的双重原因与格结构。一方面说明了运动和时间在认识论层面上由于“从量度中获得概念”而被归为偶性数量的原因(τῷ μὲν),另一方面对比了在本体论层面上由于“与量度共同分割”而比白等纯粹偶性数量更为本义的原因(τῷ μέντοι)。
- 5.14λέγω δέ, φησίν, οὐ τῷ τὸ κινούμενον εἶναι διαιρετόν, ἀλλὰ τῷ ὃ ἐκινήθη τοῦτο
引自亚里士多德原文(1020a29)。采用了表示原因的与格结构 οὐ τῷ... ἀλλὰ τῷ...(“不是由于……而是由于……”)。在后半句 τῷ ὃ ἐκινήθη τοῦτο 中,指示代词 τοῦτο 同格地或强调性地承接关系代词 ὃ 的指涉对象(即运动所穿过的空间量度),意为“由于被运动所经过的这个[空间量度是数量]”。
