← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§395.30-397.6

量的定义与多数及大小的区分

基于亚里士多德《形而上学》卷Δ第13章开篇,亚历山大注释了量度依向内在部分的分割性而下的定义,区分了连续量(量度)与离散量(多数),并阐述了自身数量与偶性数量的划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#15

Ἐπὶ τούτοις διαίρεσιν ποιεῖται τοῦ ποσοῦ· τῆς γὰρ οὐσίας ἐν τοῖς πρώτοις ἐμνημόνευσε. λέγει δὲ ποσὸν εἶναι τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἕκαστον ἢ ἑκάτερον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ δοκεῖ καὶ εἰς τὰ συμβεβηκότα διαίρεσις γίγνεσθαι τῶν οἷς συμβέβηκεν, ἵνα μή τις ἡγῆται καὶ ταῦτα μέρη εἶναι τοῦ ποσοῦ· οὐδὲν γὰρ τῶν συμβεβηκότων οὕτως ἕν τι ὡς τόδε τι καὶ τῆς αὐτῆς φύσεως τῷ ὑποκειμένῳ εἶναι. καὶ τοῦ ἀριθμοῦ δὲ ἕκαστον τῶν μορίων ἕν τι καὶ τόδε τι, ὡς καὶ ὁ ἀριθμὸς αὐτὸς ὁ διαιρούμενος πρὸ τοῦ διαιρεθῆναι· ὁμοίως καὶ τῆς γραμμῆς καὶ ἐπιφανείας. οὐκέτι δὲ ἡ λευκότης ὁμοίως τῷ ὑποκειμένῳ αὐτῇ τόδε τι καὶ ἕν. εἴη δ’ ἂν διὰ τοῦ ὧν ἑκάτερον ἢ ἕκαστον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι γνωρίζων τῶν ποσῶν τὰ μὴ ἐκ θέσιν ἐχόντων τῶν μορίων συγκείμενα,1 ἃ ἦν ὅ τε χρόνος καὶ ὁ λόγος. ἐν τούτοις δ’ ἂν εἴη καὶ ἡ κίνησις· τὰ γὰρ τοιαῦτα οὐ κυρίως ποσὰ ἐρεῖ. ὁ μέντοι ἀριθμὸς ἐν μὲν Κατηγορίαις ἐλέγετο καὶ αὐτὸς ἐκ μὴ θέσιν ἐχόντων συγκεῖσθαι, νῦν μέντοι ἔοικε καὶ τούτου τὰ μόρια λέγειν ὑπομένειν πως. τὸ δὲ γένος οὐχ οὕτως εἰς τὰ εἴδη διαιρεῖται ὡς εἰς ἐνυπάρχοντα· οὐ γὰρ ἐν τῷ γένει οἱ τῶν εἰδῶν ἐνυπάρχουσι λόγοι, εἰς οὓς διαιρεῖται· προσθέσει γὰρ ἡ ἐκείνων διαίρεσις· διὸ γένος μὲν οὐδὲν ἧττον ἐστι, κἂν ἀφαιρεθῇ τι εἶδος ἀπ’ αὐτοῦ, τὸ δὲ ποσὸν οὐκέτι ταὐτὸν ἀφαιρεθέντος τινὸς τῶν μορίων αὐτοῦ. ἐπεὶ δὲ ποσὸν τὸ μὲν συνεχὲς τὸ δὲ διωρισμένον, λέγει τὸ μὲν διωρισμένον ποσὸν ἀριθμητὸν εἶναι, τὸ δὲ συνεχές, ὅ ἐστι μέγεθος, μετρητόν. εἴη δ’ ἂν διὰ τούτων τὸ ἄπειρον οὐ ποσὸν λέγων· οὔτε γὰρ ἀριθμητὸν τὸ ἄπειρον οὔτε μετρητόν. ἢ εἰ μὴ τὸ καταμετρούμενον πᾶν μετρητόν, ἀλλ’ ὅλως οὗ τὰ λαμβανόμενα μόρια μετρητά, εἴη ἂν καὶ τὸ ἄπειρον ὑπὸ τὸ ποσόν·2 καὶ γὰρ λέγεται ποσὸν ἀδιεξίτητον. ὁρίζεται δὲ καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος· πλῆθος μὲν γάρ ἐστι τὸ διαιρετὸν δυνάμει εἰς μὴ συνεχῆ (τὸ δὲ δυνάμει προσέθηκεν ἀντὶ τοῦ διαιρεῖσθαι δυνάμενον εἰς μὴ συνεχῆ· μονάδες γὰρ τὰ τοῦ πλήθους μέρη), μέγεθος δὲ τὸ εἰς συνεχῆ διαιρετόν· πᾶν γὰρ τὸ τοῦ μεγέθους μέρος συνεχές. λέγει δὲ καὶ τὰς τοῦ μεγέθους διαφοράς, ὅτι τὸ μὲν ἐφ’ ἓν συνεχὲς μῆκός ἐστι, τὸ δὲ ἐπὶ δύο πλάτος, τὸ δὲ ἐπὶ τρία βάθος, τουτέστι σῶμα. λέγει δὲ καὶ ὅτι ὁ ἀριθμός ἐστι πλῆθος πεπερασμένον· ἀριθμητὸν γὰρ ὁ ἀριθμός, τὸ δὲ ἀριθμητὸν πεπερασμένον· ὥστε εἴ τι πλῆθος ἄπειρον λέγοιτό τι, τοῦτο οὐκ ἀριθμός. κυρίως μὲν οὖν ὁ ἀριθμὸς αὐτὸς εἰς μὴ συνεχῆ διαιρετός· ἤδη δὲ καὶ τὰ ἀριθμητά, εἰ καὶ συνεχὲς ἕκαστον αὐτῶν, ἀλλ’ ὅταν ὡς ἀριθμητὰ διαιρῆται, οὐχ ὡς εἰς συνεχῆ διαιρεῖται. εἶπε δὲ πλῆθος μὲν εἶναι τὸ διαιρετὸν εἰς μὴ συνεχῆ· τῶν μεγεθῶν δὲ τὸ μὲν ἐφ’ ἓν συνεχὲς μῆκος, πλάτος δὲ τὸ ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία βάθος, τί ἕκαστον τούτων ἐστὶ λέγων, πρῶτον εἰπὼν τί ἐστι τὸ πλῆθος, ἐφεξῆς καὶ τί τὸ μῆκος καὶ τί τὸ πλάτος καὶ τί τὸ βάθος εἶπεν, ὅτι τὸ μὲν γραμμή, τὸ δὲ ἐπιφάνεια, τὸ δὲ σῶμα. εἰπὼν δὲ ταῦτα, πάλιν τοῦ ποσοῦ λέγει τὰ μὲν καθ’ ἑαυτὰ ποσά ἐστι, τὰ δὲ κατὰ συμβεβηκός. ἡ μὲν γὰρ γραμμὴ καὶ τὸ πλάτος, τουτέστιν ἡ ἐπιφάνεια, καὶ τὸ σῶμα, ἔτι δὲ ὁ ἀριθμὸς καθ’ ἑαυτὰ καὶ κυρίως ποσά· ὅσα δὲ τῷ ποσῷ τινι συμβεβηκέναι ποσὰ καὶ αὐτὰ λέγεται, οὐκ ὄντα τοιαῦτα τῇ αὑτῶν φύσει, ταῦτα κατὰ συμβεβηκὸς λέγεται ποσά, ὡς εἴ λέγοι τις τὸ λευκὸν τρίπηχυ εἶναι· τῷ γὰρ τὴν ἐπιφάνειαν, ἐν ᾗ ἐστι τὸ λευκόν, τοσαύτην εἶναι τοῦτο ἐρεῖ. ὁμοίως καὶ τὸ μουσικόν, ὡς αὐτὸς εἴρηκε. ποιεῖται δὲ ἑκατέρων τούτων πάλιν διαίρεσιν, καὶ τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, καὶ πρῶτόν γε τοῦ καθ’ αὑτό. τῶν γὰρ καθ’ αὑτὸ καὶ κυρίως ποσῶν τὰ μὲν κατὰ τὴν οἰκείαν οὐσίαν ἐστὶ ποσά· ταῦτα δέ ἐστιν ὅσων ἐν τῷ ὁρισμῷ τὸ ποσὸν ἐνυπάρχει. οὕτως ἡ γραμμὴ ποσόν, εἴ γε μέγεθος ἐφ’ ἓν διαστατόν, καὶ ἡ ἐπιφάνεια δὲ καὶ τὸ σῶμα· ἕκαστον γὰρ αὐτῶν ποσόν, τὸ μὲν ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία διεστώς.

继这些之后,他做出了对数量的划分;因为他在开篇各节中曾提及了实体。他指出,数量乃是可分割为内在组成部分之物,其中每一个或两者天然地成为某种“一”和“这个”。他之所以加上这一条,乃是因为对于具有偶性之物,似乎亦发生向其偶性的分割,以免有人认为这些[偶性]亦是数量的部分;因为偶性中没有任何一种如此是一个“一”,以致成为一个“这个”且与基底具有相同的本性。在数之中,每一个部分亦是一个“一”和一个“这个”,如同被分割的数本身在被分割之前一样;对于线与面亦是同样。但白不再以同样的方式与其基底一样是一个“这个”和一个“一”。他通过“其中两者或每一个天然地成为某种‘一’和‘这个’”,大概是在指明那些并非由具有位置的部分所构成的数量,即时间与言语。运动亦将列于这些之中;因为他不会将此类事物称为严格本义上的数量。不过在《范畴篇》中,数本身亦曾被说成是由不具有位置的部分所构成的,但如今他似乎在说它的部分亦以某种方式持存。另一方面,属并不以向内在组成部分[分割]的方式向种分割;因为属向之分割的那些种的定义,并不内在于属之中;因为种的划分乃是通过附加进行的;因此即使从属中取消了某个种,它亦依然是属,然而当数量的部分中有某个被取消时,数量便不再是同一个了。由于数量一部分是连续的,一部分是分离的[离散的],他指出分离的数量是可数的,而连续的数量(即量度)则是可测量的。通过这些言辞,他大概是在指出无限并非数量;因为无限既非可数的,亦非可测量的。或者,若并非只有被完全测尽之物才是可测量的,而是凡所取的部分是可测量的之物普遍都是可测量的,那么无限亦将被列于数量之下;因为事实上它亦被称为不可穷尽的数量。他还定义了多数与量度:因为多数乃是在潜能上可分割为非连续部分之物(他加上“在潜能上”,是用来替代“能够分割为非连续部分”;因为多数的部分乃是单子),而量度则是可分割为连续部分之物;因为量度的每一个部分都是连续的。他还陈述了量度的种差,即在一维上连续的是长,在二维上的是宽,在三维上的是深,即物体。他亦指出数是有限的多数;因为数是可数的,而可数之物是有限的;因此即便某种无限的多数被述说,这亦不是数。因此在严格本义上,数本身是可分割为非连续部分的;然而甚至可数之物,即使它们每一个本身是连续的,但当它们作为可数之物被分割时,亦并非作为向连续部分的分割而被分割。他曾指出多数乃是可分割为非连续部分之物;而在诸量度中,一维上连续的是长,二维上的是宽,三维上的是深,以此说明它们每一个是什么;在首先阐明了多数是什么之后,他紧接着亦阐明了长是什么、宽是什么以及深是什么,即一者是线,另一者是面,第三者是物体。陈述了这些之后,他又指出在数量中,一些是自身数量,另一些是偶性数量。因为线、宽(即面)、物体以及数,乃是自身且严格本义上的数量;而凡由于作为某种数量的偶性而自身亦被称为数量、按自身本性而言却并非如此之物,乃被称为偶性数量,正如有人说白物是三肘;因为人乃是由于白所处于的面是如此大小而这样说的。正如他自己所言,音乐的亦同样如此。他又对这两者、即自身数量与偶性数量分别做出了划分,且首先对自身数量做出了划分。因为在自身且严格本义上的数量中,一些是依其固有的本质而成为数量的;这些就是其定义中包含着“数量”之物。线依此是数量,若它确是一维伸展的量度,面与物体亦是如此;因为它们每一个都是数量,一者在二维上伸展,另一者在三维上伸展。

语法注2 条
  1. 5.14εἴη δ’ ἂν διὰ τοῦ ὧν ἑκάτερον ἢ ἕκαστον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι γνωρίζων τῶν ποσῶν τὰ μὴ ἐκ θέσιν ἐχόντων τῶν μορίων συγκείμενα

    希求式 εἴη ἄν 与分词 γνωρίζων 结合构成迂回潜在句式(“大概是在指明”),表达注释者对亚里士多德添加该限定句意图的推论。属格 τῶν ποσῶν 是部分属格,修饰作为宾语的名词化分词短语 τὰ ... συγκείμενα(“在诸数量中……的部分”)。

  2. 5.14ἢ εἰ μὴ τὸ καταμετρούμενον πᾶν μετρητόν, ἀλλ’ ὅλως οὗ τὰ λαμβανόμενα μόρια μετρητά, εἴη ἂν καὶ τὸ ἄπειρον ὑπὸ τὸ ποσόν

    潜在条件句(εἰ ... εἴη ἄν)。在条件从句中省略了动词(ἐστί 或 λέγοιτο),而在主句中 εἴη ἄν 与介词短语 ὑπὸ τὸ ποσόν 连用(“无限亦将被列于数量之下”)。句式对比了 μετρητόν 的狭义(可完全测尽)与广义(所取的部分可测量)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:395.30-397.6