← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§394.13-395.29

可能与不可能向第一能力的归结

对亚里士多德《形而上学》卷Δ第12章(1017b27及以下)关于“可能”与“不可能”之划分的注释。在区分了基于命题真值层面的可能(以及几何学中的借喻用法)之后,阐明了基于能力现前的作因、受动与状态的可能如何统一归结并指涉作为“在另一物中的变化原理”的第一作因能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#14

καὶ λέγει γε περὶ ἑκατέρου αὐτῶν· ἀδύνατόν τε γὰρ λέγεται οὗ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές,1 οἷον τῷ τὴν διάμετρον σύμμετρον εἶναι ἐναντίον τὸ εἶναι αὐτὴν ἀσύμμετρον. οὗ δὲ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές, ἐξ ἀνάγκης ψεῦδος αὐτό. τὸ οὖν ἐξ ἀνάγκης ψεῦδος ἀδύνατον καὶ αὐτό· τὸ γὰρ ἐξ ἀνάγκης τοῦ ἀεὶ σημαντικόν ἐστιν· ὃ δὲ ἀεί ἐστι ψεῦδος καὶ οὗ τὸ ἀντικείμενον ἀεί ἐστιν ἀληθές, τοῦτο ἀδύνατον. τὸ δὲ ἐναντίον, φησί, τούτῳ τῷ οὕτως λεγομένῳ ἀδυνάτῳ δυνατόν ἐστιν, οὗ τὸ ἐναντίον μὴ ἐξ ἀνάγκης ψεῦδός ἐστιν, λέγων ἐναντίον νῦν τὸ ἀντικείμενον αὐτῷ· τὸ γὰρ καθῆσθαι ἄνθρωπον δυνατόν, ὅτι τὸ ἐναντίον αὐτῷ τὸ μὴ καθῆσθαι οὐκ ἔστιν ἐξ ἀνάγκης ψεῦδος. ὃ δὲ μήτε αὐτὸ ἐξ ἀνάγκης ἀληθές ἐστιν ἢ ψεῦδος μήτε τὸ ἀντικείμενον αὐτῷ, τοῦτο κατὰ τὸ νῦν σημαινόμενον τοῦ δυνατοῦ δυνατόν ἐστιν· μεταξὺ γὰρ τὸ δυνατὸν τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, ὧν τὸ μὲν ἀεὶ ἀληθές ἐστι τὸ δὲ ἀεὶ ψεῦδος. ἕνα μὲν οὖν τρόπον δυνατὸν λέγεται, ὃ μή ἐστιν ἐξ ἀνάγκης ψεῦδος· οὗ γὰρ τὸ ἐναντίον μή ἐστι ψεῦδος ἐξ ἀνάγκης, τοῦτο οὐχ οἷόν τε ἐξ ἀνάγκης οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶναι. ἕνα δὲ τὸ ἀληθὲς εἶναι, τουτέστι τὸ ἤδη ὑπάρχον, ὃ ἀληθές ἐστιν εἰπεῖν εἶναι. εἴη δ’ ἂν τοῦτο μέσον τοῦ μήτε ἀναγκαίου εἶναι μήτε ἀναγκαίου μὴ εἶναι· καὶ εἴη ἂν τὸ κυρίως καὶ ἰδίως ὑπάρχον λεγόμενον. ἕνα δὲ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι, ὃ εἴη ἂν τὸ οἷόν τε γενέσθαι, ὃ καὶ ἰδίως ἐνδεχόμενον καλεῖται. τὸ ἀδύνατον δὲ καὶ τὸ δυνατὸν τὸ ἐν τῇ προτάσει διὰ τούτων ἔδειξέ τε καὶ διεῖλεν. ἐπεὶ δὲ λέγεταί τις καὶ ἐν γεωμετρίᾳ δύναμις (τὰ γὰρ τετράγωνα δυνάμεις καλοῦσιν· ὃ γὰρ δύναται ἡ πλευρά, τοῦτο δύναμις, ἑκάστη δὲ δύναται τὸ ἀπ’ αὐτῆς τετράγωνον), κατὰ μεταφορὰν δή φησι καὶ οὐ κυρίως λέγεσθαι δύναμιν τὸ ἐν γεωμετρίᾳ. ταῦτα μὲν οὖν τὰ δυνατὰ ἐξέθετο· ἦν δὲ οὗ τε τὸ ἀντικείμενον μὴ ἐξ ἀνάγκης ψεῦδος, καὶ τὸ ἀληθὲς τῷ ὑπάρχειν, καὶ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι. ταῦτα δὴ οὐ τῷ δύναμιν ἔχειν τινὸς λέγεσθαί φησι δυνατά· ἐν γὰρ προτάσεσι τὰ δυνατά·2 ταῦτα δὲ ὅσα λέγεται δυνατὰ κατὰ τὸ δύναμιν ἔχειν ἢ τοῦ ποιεῖν ἢ τοῦ πάσχειν, ἢ τοῦ ἑκάτερον τούτων καλῶς τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν ἢ ἀπαθὲς εἶναι, πάντα δὲ ταῦτα λέγει πρὸς τὴν πρώτην δύναμιν τὴν ἀναφορὰν ἔχειν· ἔστι δὲ πρώτη, ἧς πρώτης ἐμνημόνευσε λέγων περὶ δυνάμεως, ᾗ καὶ ὡς κυριωτάτῃ λεγομένῃ δυνάμει τὸ ὅλως ἐκεῖ προσέθηκεν.3 ἔστι δὲ αὕτη ἡ ποιητική, ἧς ὅρος ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἢ ἄλλο. τὰ γὰρ ἄλλα φησὶ δυνατὰ τῶν κατὰ δύναμιν λεγομένων ἀπὸ ταύτης εἰρῆσθαι· τὰ μὲν γὰρ τῷ ἄλλο τι ἔχειν αὐτῶν δύναμιν τοιαύτην, δηλονότι μεταβάλλειν αὐτὰ καὶ κινεῖν τε καὶ ποιεῖν (τοιαῦτά ἐστι τὰ τὴν παθητικὴν δύναμιν ἔχοντα· τῷ γὰρ εἶναι αὐτῶν δύναμίν τινα ποιητικήν), τὰ δὲ τῷ μὴ ἔχειν ἄλλο τι δύναμιν τοῦ μεταβάλλειν αὐτά (δυνατὰ γὰρ καὶ τὰ μὴ μεταβαλλόμενα ὑπό τινος ὡς ἀπαθῆ· οὐδὲν γὰρ ἔχει τούτων ποιητικὴν δύναμιν, καὶ διὰ τοῦτο δυνατὰ ὁμοίως καὶ τὰ εὐπαθῆ), τὰ δὲ τῷ ὡδὶ ἔχειν, οἷον τοῦ καλῶς τε καὶ ἐπὶ τὸ βέλτιον μεταβάλλειν ἢ τοῦ καλῶς πάσχειν τε καὶ μεταβάλλεσθαι. οὐκ ἔοικε δὲ διὰ τούτων μνημονεύειν τῆς δυνάμεως τῆς κατὰ τὰς ἕξεις, ἧς ἐδόκει μνημονεύειν δι’ ὧν ἔλεγε λέγων περὶ τῆς δυνάμεως ἔτι ἡ τοῦ καλῶς τοῦτο ἐπιτελεῖν ἢ κατὰ προαίρεσιν· ἐνίοτε γὰρ τοὺς μόνον ἂν πορευθέντας ἢ εἰπόντας, μὴ καλῶς δὲ ἢ μὴ ὡς προείλοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν. ἢ καὶ ἐνθάδε διὰ τοῦ τὰ δὲ ὡδὶ ἔχειν οὐκ ἄλλης τινὸς ἀλλ’ ἐκείνης μνημονεύει.4 ὁμοίως δέ φησι καὶ τὰ ἀδύνατα τὰ τῷ οὕτως δυνατῷ ἀντικείμενα τῷ κατὰ δυνάμεως παρουσίαν λεγομένῳ, ἀλλὰ μὴ τὰ ὡς προτάσεις, ἀπ’ ἐκείνης τῆς δυνάμεως λέγεσθαι· ἢ γὰρ τῷ μὴ ἔχειν αὐτὰ δύναμιν ποιητικήν, ἢ τῷ μὴ ἔχειν ἄλλα αὐτῶν δύναμιν, ἢ τῷ εὐπαθῆ δι’ ἀσθένειαν εἶναι, ἢ τῷ μὴ τοῦ καλῶς ποιεῖν ἢ πάσχειν ἔχειν δύναμιν. διὸ καὶ ὁ προειρημένος, φησίν, ὅρος τῆς πρώτης δυνάμεως ὁ κύριος ἅμα λόγος εἴη ἂν τῆς δυνάμεως· οὗτος δὲ ἦν ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἢ ἄλλο.

而且他确实论及了它们中的每一种:因为不可能的事物乃是指其相反者必然为真之物,例如对于“对角线是可通约的”而言,相反者乃是“它是不可通约的”。而其相反者必然为真之物,其自身必然为伪。因此必然为伪之物,其自身亦是不可能的;因为“必然地”乃是表示“总是”的;而那总是为伪且其对立面总是为真之物,乃是不可能的。另一方面他说,与这种被如此称为不可能者相对的相反者是可能的,即其相反者并非必然为伪者,在此他用“相反者”指称与它“对立者”;因为“人坐着”是可能的,因为与它相反的“不坐着”并非必然为伪。而那自身既非必然为真亦非必然为伪,且与它对立者亦非如此的事物,依“可能”一词当前的意义而言乃是可能的;因为可能介于必然与不可能之间,在这两者中一者总是为真,另一者总是为伪。因此以一种方式,非必然为伪者被称为可能的;因为其相反者非必然为伪之物,它既不可能必然为真,亦不可能必然为伪。而以另一种方式,真者,即已经实在存在者,关于它说存在为真的事物[被称为可能的]。而这将是既非必然存在亦非必然不存在之间的中间者;且这将是严格且固有地被称为实在存在者。而以另一种方式,能够为真者,即能够生成者,这亦被固有地称为偶然[或可能]。他通过这些论述指明并划分了命题中的不可能与可能。而既然在几何学中某种能力亦被述说(因为人们把正方形称为能力;因为边所能生成的,这就是能力,而每条边都能生成以它为边的正方形),他指出,几何学中的能力乃是借喻地而非严格本义地被述说的。因此他阐明了这些可能者;它们曾是:对立者非必然为伪者、因实在存在而为真者,以及能够为真者。他说,这些事物之所以被称为可能的,并非由于具有对某物的能力;因为[这些]可能是存在于命题之中的;而凡依具有作因或受动的能力而被述说为可能的事物,或依良好地进行作因与受动这两者中的每一种、或依无受动性而被述说为可能的事物,所有这些他说都与第一能力相关联;而第一能力乃是他在论述能力时首先提及的,作为最严格本义上被称为的能力,他还在那里加上了“完全”一词。这就是作因的能力,其定义为“在另一物中或作为另一物而言的变化的原理”。因为他说,在依能力而被述说的事物中,其他可能者亦是从此能力得名的:因为一些事物是由于另一物具有针对它们的此类能力,显然即改变它们并使它们运动和对它们作因[而被述说为可能的](具有受动能力的事物就是此类事物;因为存在着某种针对它们的作因能力);另一些事物则是由于另一物不具有改变它们的能力(因为不被某物改变的事物作为无受动者亦是可能的;因为没有任何事物对它们具有作因能力,正是因此它们是可能的,正如易受影响的事物同样[是可能的]一样);而另一些事物则是由于处于如此这般的状态,例如良好且朝向更好的方向改变,或良好地承受作用与被改变。但他通过这些似乎并未提及依诸状态而言的能力,而他在论述能力时曾通过下述言辞看似提及了该能力:“此外,良好地或依抉择完成此事[的能力];因为有时我们认为那些仅仅行走了或说话了、却并非良好地或并非如其所抉择的那样做的人,不能够说话或行走”。或者在这里,通过“处于如此这般的状态”,他提及的不是别的能力,正是那一种能力。同样他说,与如此这般的可能(即依能力的现前而被述说的可能,而非作为命题的可能)相对立的不可能者,亦是由那一能力被述说的:因为这要么是由于它们自身不具有作因能力,要么是由于其他事物不具有针对它们的能力,要么是由于因软弱而易受影响,要么是由于不具有良好地作因或受动的能力。他说,正因此,上述第一能力的定义同时亦是能力的权威定义;而这就是“在另一物中或作为另一物而言的使变化的原理”。

语法注4 条
  1. 5.14ἀδύνατόν τε γὰρ λέγεται οὗ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές

    关系从句 οὗ τὸ ἐναντίον... 的先行词是隐含的中性指示代词(即作为主语或表语的“[那]其相反者……”)。此处 ἐναντίον 被用来指称命题意义上的对立或矛盾命题。

  2. 5.14ἐν γὰρ προτάσεσι τὰ δυνατά

    省略系动词 ἐστί(ν) 的名词句,意为“因为[这些]可能者乃是在命题之中的”。用于将基于真值的命题性可能与基于拥有内在能力(δύναμις)的可能相对立。

  3. 5.14ᾗ καὶ ὡς κυριωτάτῃ λεγομένῃ δυνάμει τὸ ὅλως ἐκεῖ προσέθηκεν

    关系代词 ᾗ 是与格阴性单数,指代第一能力(πρώτη δύναμις),作动词 προσέθηκεν 的间接宾语(“向其加上”);ὡς κυριωτάτῃ λεγομένῃ δυνάμει 则作同格说明短语(“作为最严格本义上被述说的能力”)。

  4. 5.14οὐκ ἔοικε δὲ διὰ τούτων μνημονεύειν... ἢ καὶ ἐνθάδε διὰ τοῦ τὰ δὲ ὡδὶ ἔχειν οὐκ ἄλλης τινὸς ἀλλ’ ἐκείνης μνημονεύει

    在初步的存疑(οὐκ ἔοικε……“似乎并未提及……”)之后,连词 ἤ(“或者”)引出了注释家本人的修正与解决方案(“或者在这里……正是提及了……”)。两者构成一个疑难与解惑的完整论证链条。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:394.13-395.29