← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§392.33-394.13

无能力的诸种方式与不可能者的多重含义

亚历山大借助孩子、男子和宦官等事例,阐释了与作因能力和受动能力相对应的无能力的三种方式(绝对不具接受能力、未成熟以及本应具备时的匮乏),并进一步讨论了与良好运作、状态及无受动性相对立的无能力,以及“不可能者”的多重含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#13

ἦν δὲ τῆς δυνάμεως ἡ μὲν ποιητικὴ ἡ δὲ παθητική, ἑκατέρα δὲ διττή· ἡ μὲν γὰρ ἁπλῶς ποιητική, ἡ δὲ τοῦ εὖ καὶ τοῦ καλῶς, ὁμοίως καὶ παθητικὴ ἡ μὲν τοῦ πάσχειν ἁπλῶς οὖσα δύναμις, ἡ δὲ τοῦ καλῶς, καὶ παρὰ ταύτας ἥ τε κατὰ τὰς ἕξεις, καὶ ἔτι ἡ κατὰ τὰς ἀπαθείας, ἃ δὴ καὶ αὐτὰ τὸ προειρημένον διττὸν ἕξει. καὶ ἀδυναμία δὴ πολλαχῶς· λέγει δὲ κοινῶς ἀδυναμίαν εἶναι στέρησιν δυνάμεως καὶ τῆς τοιαύτης ἀρχῆς. τετραχῶς οὖν λεγομένης τῆς δυνάμεως, καθ’ ἑκάστην ἂν αὐτῶν εἴη στέρησίς τις καὶ ἀδυναμία. καὶ ταύτην φησὶ καθ’ ἑκάστην δύναμιν τῶν δύο τῶν πρώτων ῥηθεισῶν τριχῶς λέγεσθαι. ἐπί τε γὰρ τῆς ποιητικῆς, ἥτις εἴρηται δύναμις εἶναι ἀρχὴ κινήσεως καὶ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο, τριχῶς ἡ ἀδυναμία λέγεται· ἢ γὰρ τοῦ ὅλως μὴ ἔχοντος τοιαύτην ἀρχὴν ἡ ἀδυναμία κατηγορεῖται, ὡς εἰ τοῦ λίθου τις ἀδυναμίαν τοῦ οἰκοδομεῖν ἢ τοῦ γεννᾶν κατηγοροίη, ἢ τοῦ πεφυκότος ἔχειν, καὶ τούτου ἁπλῶς ὅτε μὴ ἔχει, ὡς εἰ τοῦ παιδός τις μήπω πεφυκότος γεννᾶν κατηγοροίη ὡς ἀδυνάτου. αὗται μὲν οὖν αἱ ἀδυναμίαι κοινῶς καὶ οὐ κυρίως στερήσεις· κυρίως δὲ ὅτε πέφυκεν ἤδη ἔχειν, ὡς ἐπὶ τοῦ ἤδη τελείου καὶ τοῦ εὐνούχου· ὁ μὲν γὰρ εὐνοῦχος ἀδύνατος γεννᾶν τῷ ἁπλῶς ἐστερῆσθαι τῆς τοιαύτης δυνάμεως, ὁ δὲ παῖς τῷ μηδέπω δύναμιν ἔχειν, ὁ δὲ λίθος τῷ καὶ τὴν ἀρχὴν ἀνεπίδεκτος εἶναι.1 αὐτὸς δὲ παραδείγμασι κέχρηται τῶν προειρημένων παιδὶ καὶ ἀνδρὶ καὶ εὐνούχῳ, τῷ μὲν εὐνούχῳ ἐπὶ τοῦ ὅλως ἐστερημένου, ἐφ’ οὗ καὶ ὁ λίθος ἔκειτο, τῷ δὲ παιδὶ ἐπὶ τοῦ ἔχοντος μὲν τὴν δύναμιν μήπω δὲ δι’ ἡλικίαν πεφυκότος, τῷ δὲ ἀνδρὶ ἐπὶ τοῦ πεφυκότος καὶ ὅτε πέφυκε μὴ ἔχοντος. ὡς δὲ ἐπὶ τῆς ποιητικῆς δυνάμεως τριχῶς ἡ ἀντικειμένη ἀδυναμία λεγομένη ἐλέχθη ὑπ’ αὐτοῦ, οὕτω βούλεται καὶ ἐπὶ τῆς παθητικῆς δυνάμεως τριχῶς τὴν ἀδυναμίαν λέγεσθαι. καὶ λέγοιτο ἂν ἢ τὸ μηδ’ ὅλως πάσχειν τι δυνάμενον ἀδύνατον, καὶ ἐστερῆσθαι τῆς τοιαύτης παθητικῆς ποιότητος, κοινότερον ἡμῶν χρωμένων τῇ στερήσει· οὕτως ὁ τοῖχος λέγοιτο ἂν ἀδύνατος μαθεῖν τὰ γραμματικὰ ἢ ὅλως αἰσθάνεσθαι ἢ τρέφεσθαι. τὸ δὲ τῷ πεφυκὸς μηδέπω ἔχειν ὡς τὸ παιδίον· οὐδέπω γὰρ τοῦτο δύναται γεωμετρεῖν ἢ μανθάνειν, ὡς καὶ τὸ εὐθὺς γεννηθὲν σκυλάκιον ἐν ἀδυναμίᾳ ἐστὶ καὶ στερήσει. τὸ δὲ ὅτε πέφυκεν ὁρᾶν μὴ ὁρῶν ἀδύνατον τῷ κυρίως ἐστερῆσθαι τῆς τοιαύτης δυνάμεως. λέγει καὶ καθ’ ἑκάστην δύναμιν τήν τε καλῶς καὶ τὴν ἁπλῶς κινητικὴν ἀδυναμίαν τινὰ ἀντικεῖσθαι. τῇ μὲν οὖν ἁπλῶς κινητικῇ εἴρηται ἡ ἀντικειμένη ἀδυναμία, καὶ δέδεικται τριχῶς λεγομένη· εἴη δ’ ἂν καὶ τῇ καλῶς κινητικῇ ἀντικειμένη ἀδυναμία, καθ’ ἣν πεφυκός τι καὶ ἐπιδεκτικὸν ὂν τοῦ καλῶς γεννᾶν ἢ ποιεῖν ἐστέρηται αὐτοῦ, ὡς οἱ διὰ μοχθηρίαν ἕξεως κατ’ ἀρετὴν κινῆσαί τινα μὴ δυνάμενοι. ὁμοίως καὶ ἡ τῇ δυνάμει τῇ κατὰ τὸ δύνασθαι πάσχειν λεγομένῃ ἀντικεῖσθαι ἀδυναμία εἴη ἂν ἀντικειμένῃ·2 τὸ γὰρ καὶ καθ’ ἑκατέραν τούτων τοῦ τε ποιεῖν καὶ πάσχειν τρίτην ζητεῖν ἀντίθεσιν περίεργόν τε καὶ πολλάκις ταὐτὰ λέγειν θελόντων ἀγρείως. καὶ ἐκεῖνο δ’ ἄν τις ἐπισημήναιτο, πῶς οὐκ ἐμνημόνευσε τῶν ἄλλων δυνάμεων, τῆς τε κατὰ τὰς ἕξεις καὶ τῆς κατὰ τὰς ἀπαθείας. ἡ διὰ τοῦ κοινῶς εἰπεῖν στέρησις δυνάμεως εἴη ἂν καὶ περὶ τούτων κοινῶς εἰρηκώς·3 καὶ γὰρ ταύταις εἶεν ἀδυναμίαι ἀντικείμεναι αἵ τε τῶν ἕξεων καὶ τῶν κατὰ τὰς ἀπαθείας δυνάμεων στερήσεις, δι’ ἣν στέρησιν εὐπαθῆ καὶ εὔφθαρτά τινά ἐστιν. τὸ γὰρ ἐστερημένον σῶμα τῆς ἕξεως, δι’ ἣν δυσπαθὲς ἦν, ἀσθενὲς εἶναι καὶ ἀδυναμίαν ἔχειν λέγεται· καὶ γὰρ ἔστιν ἡ μὲν κατὰ τὰς ἕξεις δύναμις ὁμοία τῇ κατὰ τὰς ποιητικάς, διαφέρουσα τῷ μὴ ἄλλου εἶναι ποιητικὴ ἀλλ’ αὐτοῦ τοῦ ἔχοντος, ἡ δὲ κατὰ τὴν ἀπάθειαν τῇ παθητικῇ δυνάμει, διαφέρουσα αὐτῆς τῷ ἐκείνην μὲν τοῦ ὑπ’ ἄλλου πάσχειν δύναμιν εἶναι ταύτην δὲ τοῦ μὴ πάσχειν ὑπ’ ἄλλου. εἰπὼν δὲ περὶ ἀδυναμίας καὶ ἀδύνατά φησιν, ἃ καὶ αὐτὰ δοκεῖ παρωνομάσθαι τῇ ἀδυναμίᾳ· τὰ μὲν γὰρ κατὰ τὴν προειρημένην ἀδυναμίαν λέγεσθαι, ὡς ἑκάστης ἀδυναμίας παρουσίᾳ ἀδύνατόν τι λέγεσθαι, τὰ δὲ ἄλλον τρόπον παρὰ τοὺς εἰρημένους· καὶ γὰρ δυνατόν τι καὶ ἀδύνατον οὐ κατὰ δυνάμεως παρουσίαν μόνον ἢ ἀπουσίαν λέγεσθαι, ἀλλὰ καὶ ἄλλως.

而在能力之中,一种是作因的,另一种是受动的,且每一种都是双重的:因为一种是无条件作因的,另一种是用于良好且优秀地[运作]的;同样受动的能力,一种是无条件承受作用的能力,另一种则是良好承受作用的能力;而在这些之外,还有依诸状态而言的能力,以及依诸无受动性而言的能力,这些自身亦将具有上述的双重性。无能力确实亦以多种方式被述说;他指出,普遍而言无能力就是能力以及此类原理的匮乏。既然能力以四种方式被述说,那么依其每一种,都应当存在某种匮乏与无能力。他说,对于最初提到的两种能力中的每一种,这种[无能力]都是以三种方式被述说的。因为在作因的能力上——它曾被说明是在另一物中或作为另一物而言的运动与变化的原理——无能力亦以三种方式被述说:因为无能力要么被述及完全不具有此类原理之物,犹如有人把建造或生育的无能力述及石头;要么被述及本性上适于具有它之物,而就此物而言是在它不具有时被无条件述说,犹如有人把尚未依本性生育的孩子述说为无能力的。这些无能力是宽泛的,而非严格本义上的匮乏;而严格本义上的匮乏,乃是在它本性上已经应当具有之时,犹如在已经成熟的男子与宦官的情形中;因为宦官因完全被剥夺了这种能力而在生育上是无能力的,孩子则因尚未具有能力[而是无能力的],石头则因根本不能接受它[而是无能力的]。他自己将孩子、男子和宦官用作上述诸情况的实例:宦官用于完全被剥夺者(石头亦曾被置于此列),孩子用于虽具有能力但因年龄尚未依本性生成者,男子则用于本性适于且在本性应当之时却不具有者。正如就作因能力而言,被他述说为对立的无能力有三种方式一样,他意图在受动能力上无能力亦以三种方式被述说。若我们更宽泛地使用匮乏一词,那完全不能承受任何作用的事物亦可被称为无能力的,并被称为被剥夺了这种受动性质;依此方式,墙壁亦可被称为无能力学习文法,或完全无能力感觉或摄取营养。而另一种则是由于本性适于却尚未具有,犹如婴儿;因为婴儿尚不能从事几何或学习,正如刚出生的小狗亦处于无能力与匮乏之中一样。而在本性应当观看之时不看者,则是因严格本义上被剥夺了这种能力而成为无能力的。他又说,针对优秀地运动的能力与无条件运动的能力中的每一种,都对立着某种无能力。关于与无条件运动的能力相对立的无能力已经作了说明,且表明它是以三种方式被述说的;而与优秀地运动的能力相对立亦会有一种无能力,依此无能力,某物虽本性适于且能接受优秀地生育或作因,却被剥夺了它,犹如那些由于状态的败坏而无法依德性运动某人的人。同样,与依能够受动而被述说的能力相对立的无能力,亦将作为对立者而存在;因为在这两者的每一种即作因与受动上再去寻求第三种对立,是多余的,且是粗鲁地妄图多次重复同样事物之人的做法。有人也许会提出这样的疑问:为何他没有提及其他能力,即依诸状态而言的能力与依诸无受动性而言的能力?或者说,通过普遍地说明“能力的匮乏”,他亦已普遍地论及了这些能力;因为与这些能力同样对立着诸无能力,即诸状态的匮乏与依诸无受动性而言的能力的匮乏,由于这种匮乏,某些事物变得易受影响且易于消灭。因为被剥夺了使之难以受影响的状态的物体,被称为衰弱的且具有无能力;因为依状态而言的能力类似于依作因而言的能力,差别在于它并非针对另一物而是针对具有它的事物自身是作因的;而依无受动性而言的能力则类似于受动能力,与它的差别在于后者是受另一物作用的能力,而前者则是不受另一物作用的[能力]。在讨论了无能力之后,他又谈到了不可能的事物,这些事物自身似乎亦是由无能力派生得名的;因为一部分是依上述的无能力而被述说的,正如依每种无能力的现前而某物被称为不可能那样,另一部分则是依所言之外的另一种方式[被述说];因为可能者与不可能者不仅依能力的现前或缺失被述说,亦以其他方式被述说。

语法注3 条
  1. 5.14ὁ δὲ λίθος τῷ καὶ τὴν ἀρχὴν ἀνεπίδεκτος εἶναι

    καὶ τὴν ἀρχήν 作副词性宾格,意为“根本”、“从一开始”。它强调石头缺乏能力并非暂时的缺失,而是从原理上一开始就根本不具备接受该能力的可能性。

  2. 5.14ὁμοίως καὶ ἡ τῇ δυνάμει τῇ κατὰ τὸ δύνασθαι πάσχειν λεγομένῃ ἀντικεῖσθαι ἀδυναμία εἴη ἂν ἀντικειμένῃ

    句末的 ἀντικειμένῃ 在语法上被理解为主语 ἡ ἀδυναμία 的表语补足语(可能是受前文与格同化或抄写错误,本应为主格 ἀντικειμένη)。全句的句法骨干为:“同样,与依能够受动而被述说的能力相对立的无能力,亦将作为对立者而存在”。

  3. 5.14ἡ διὰ τοῦ κοινῶς εἰπεῖν στέρησις δυνάμεως εἴη ἂν καὶ περὶ τούτων κοινῶς εἰρηκώς

    句首的 ἡ 实为表示选择的连词 ἤ(“或者说”),用于引出对前述疑问的解答。动词短语 εἴη ἂν ... εἰρηκώς 是希求法 εἴη ἄν 搭配完成时分词的迂回结构,表示潜在推测(“他应已……论及”),未明言的主语为亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:392.33-394.13