← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§391.16-392.33

依状态与匮乏的有能力者及无能力

亚历山大详述了亚里士多德关于“有能力的”第三和第四种方式(涉及状态、匮乏和无受动性)的论证,阐明了匮乏如何在某种意义上可被视作状态与能力,并解释了向“无能力”诸方式的过渡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#12

ἄλλον τρόπον δυνατόν φησιν εἶναι τὸ ἔχον δύναμιν, καθ’ ἣν ὁτιοῦν οἷόν τέ ἐστι κατὰ τὴν ἐν αὐτῷ δύναμιν μεταβάλλειν, εἴτε ἐπὶ τὸ χεῖρον εἴτε ἐπὶ τὸ βέλτιον. καὶ εἴη ἂν τοῦτο τὸ δυνατὸν λεγόμενον κατὰ τὴν δύναμιν ἐκείνην, καθ’ ἥν, ὡς ἔλεγεν, τὸ καλῶς ἐπιτελεῖν τι ἐγίγνετο, ἣν ἐλέγομεν εἶναι τὴν κατὰ τὰς ἕξεις τε καὶ τὰς ἐπιστήμας, ἀφ’ ὧν αἱ κατ’ αὐτὰς ἐνέργειαι, αἷς καὶ παραδείγμασιν ἐχρήσατο τῆς δυνάμεως. δοκεῖ δὲ καὶ ἀναθεὶς ταύτῃ τῇ δυνάμει τὸ συνεῖναι αὐτῇ κἀκεῖ τὸ ποιητικόν·1 τὰ γὰρ δύναμιν ἔχοντα τοῦ ὁπωσοῦν κινεῖσθαι κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν δυνατὰ εἶπεν, ἐκτείνας τὴν δύναμιν καὶ ἐπὶ τὰ χείρω. ἔτι παραδείγμασιν ἐπ’ αὐτῆς κέχρηται νῦν, οὐχ ὡς τότε, ἐνεργείαις τισὶν ἀπὸ ἕξεων γινομέναις, ἀλλὰ τῶν παθητικῶν δυνάμεων, εἰπὼν καὶ γὰρ τὸ φθειρόμενον. εἰπὼν δὲ τὰ ὅλως πάσχειν τι δυνάμενα ἄν τε χεῖρον ἄν τε βέλτιον δυνατὰ λέγεσθαι, διαστολῇ τινι ἐχρήσατο ἐπί τε τῶν τὰ βελτίω καὶ τῶν τὰ χείρω δυναμένων· τὸ μὲν γὰρ αὐξόμενόν τε καὶ γιγνόμενον καὶ ὅλως εἰς τὸ βέλτιον μεταβάλλον τῷ ἔχειν ἕξιν ἐν ἑαυτῷ τινα τοιαύτην μεταβάλλει εἰς ταῦτα, τὸ δὲ μειούμενόν τε καὶ φθειρόμενον τῷ ἐστερῆσθαι τῆς τοιαύτης ἕξεως. πῶς οὖν καὶ ταῦτα δυνατὰ καὶ δύναμιν ἔχειν λέγοιτ’ ἂν καὶ κατὰ τί, ἔδειξεν εἰπὼν εἰ δ’ ἡ στέρησίς ἐστιν ἕξις πως, πάντα τὰ ἐστερημένα τῷ ἔχειν ἂν εἴη.2 δοκεῖ γὰρ ἡ στέρησις διάθεσίς τις εἶναι καὶ αὐτή· οὐ γὰρ ἀπουσίαν ψιλὴν ἡ στέρησις σημαίνει, ἐπεὶ οὕτως ἴσον ἂν ἐδύνατο τῇ ἀποφάσει, ἀλλὰ μετά τινος διαθέσεως· διὰ τοῦτο γὰρ οὐ ταὐτὸν τὸ οὐ βλέπειν τῷ τυφλὸν εἶναι. εἰ γὰρ τοῦ πεφυκότος καὶ ὅτε πέφυκεν3 ἀπουσία ἡ στέρησίς ἐστιν, ὅμως γίγνεταί τις διάθεσις· διάθεσις δέ ἐστί τινος ποιὰ περὶ τὸ ὑποκείμενόν τε καὶ πεφυκὸς τὴν ἕξιν ἔχειν γινομένη. ἕξις οὖν πως καὶ ἡ στέρησις· οὐχ ἁπλῶς γὰρ ἕξις, εἴ γε ἐστὶν ἕξεως στέρησις, ἀλλ’ οὕτως ἕξις, ὡς εἶπον, τῷ ποιά τις διάθεσις εἶναι τοῦ ὑποκειμένου· εἶναι γάρ τι δεῖ πάθος περὶ τὸ ὑποκείμενον, ὃ εἴη ἄν τις ἕξις. διὰ τοῦτο καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν στέρησιν εἶδός πως εἶπεν. εἰ οὖν ἕξις τις καὶ ἡ στέρησις, καὶ τὰ εἰς τὰ χείρω μεταβάλλοντα τῷ ἕξιν τινὰ καὶ δύναμιν ἔχειν μεταβάλοι ἄν· δύναμις γάρ τις καὶ ἡ στέρησις, εἴ γε καὶ ἕξις. ὥστε τὸ μὲν τῷ ἀρχὴν καὶ δύναμιν ἔχειν, καθ’ ἣν οὐδὲν τῶν χειρόνων οἷόν τέ τι πάσχειν, δυνατὸν λέγοιτο ἄν, τὸ δὲ τῷ τὴν τῆς τοιαύτης δυνάμεως στέρησιν. εἰπὼν δὲ τοῦτο ἐπιφέρει, ἢ εἰ μὴ εἴη ἕξις τις ἡ στέρησις, ὁμωνύμως ἂν εἴη δυνατὰ τά τε πρὸς τὸ βέλτιον μεταβάλλοντα καὶ τὰ εἰς τὸ χεῖρον· τὰ μὲν γὰρ τῷ ἕξιν ἔχειν, τὰ δὲ τῷ ἐστερῆσθαι ταύτης τῆς ἕξεως. εἰπὼν δὲ ἔχειν στέρησιν, προσέθηκεν εἰ ἐνδέχεται ἔχειν στέρησιν. εἰ μὲν γὰρ εἴη ἕξις τις ἡ στέρησις, λέγοιτο ἂν τὸ ἐστερημένον ἔχειν στέρησιν· εἰ δὲ ἀπουσία τις εἴη μόνον, οὐκ ἂν κυρίως τὸ ἔχειν ἐπ’ αὐτῆς λέγοιτο. ἄλλον δέ φησι τρόπον δυνατὸν λέγεσθαι τὸ ἀπαθές, οὗ μηδὲν ἔχει δύναμιν φθαρτικὴν μήτε ἐκτὸς ὂν αὐτοῦ μήτε ἐν αὐτῷ· τούτου γὰρ δηλωτικὸν τὸ προσκείμενον τὸ ἢ ἄλλο· εἰ γὰρ καὶ ἔχοι τι ἐν αὐτῷ τὸ δυνάμενον αὐτὸ φθείρειν, ἀλλ’ ὡς ἄλλο τι ἔχον ἐν αὐτῷ ἕξει· οὐδὲν γὰρ αὐτὸ αὑτοῦ φθαρτικόν. προστίθησι δὲ καὶ ὅτι πάντα ταῦτα (λέγοι δ’ ἂν τά τε κατὰ τὸ ποιεῖν δυνατὰ λεγόμενα καὶ κατὰ τὸ πάσχειν καὶ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἀπαθείας) δυνατὰ λέγεται ἢ τῷ ἁπλῶς δυνατὰ γενέσθαι ἢ τῷ καλῶς· καθ’ ἕκαστον γὰρ τῶν εἰρημένων δυνατῶν ἑκάτερον τούτων χώραν ἔχει, καὶ τὸ καλῶς καὶ τὸ κακῶς. ἔδειξε δὲ τὸ διττὸν τοῦτο ὂν καὶ ἐπὶ τῶν ἀψύχων· τὴν γὰρ λύραν οὔ φασι δύνασθαι φθέγγεσθαι τὴν μὴ εὔφωνον, ὡς τοῦ δύνασθαι συνήθως ἐπὶ τῶν τὸ εὖ δυναμένων κατηγορουμένου. Εἰπὼν δὲ περὶ δυνάμεως καὶ τοῦ δυνατοῦ, ὅτι τῆς δυνάμεως παρουσίᾳ λέγεται τοιοῦτον, ἀκολούθως καὶ περὶ ἀδυναμίας λέγει· ἀντίκειται γὰρ τῇ δυνάμει. καθ’ ἕκαστον δὴ τῶν τῆς δυνάμεως τρόπων ἀδυναμία τις οἰκεία ἀντίκειται.

他说,在另一种方式下,有能力的乃是具有这样一种能力者,依此能力,某物能够依其自身之中的能力无论怎样地发生变化,不论是朝向较恶还是朝向较善。而这种有能力者,应是依他曾说过的良好完成某事所由发生的那种能力而言的,我们曾说这种能力是依诸状态和诸知识而言的,依它们而发生的现实活动即由此产生,他也曾将这些作为能力的事例。并且他似乎也将作因者在那里同样与它共存归于这种能力;因为他说那些具有依自身之中的原理无论怎样被运动之能力的事物是有能力的,从而将能力扩展到了较恶之物上。此外,他现在对其所使用的实例,不再像那时那样是从状态产生的某些现实活动,而是受动能力的实例,因为他说“因为消灭之物亦然”。在阐明一般而言无论朝向较恶还是较善能够承受某种作用的事物都被称为有能力的之后,他对于能够承受较善作用的事物和能够承受较恶作用的事物作了某种区分:因为增长、生成以及普遍而言朝向较善变化的事物,是由于自身之中具有某种这样的状态而向这些变化的,而减少和消灭的事物则是由于被剥夺了这样的状态[而变化的]。那么,这些事物究竟如何以及依凭什么亦能被称为有能力且具有能力,他通过说“但若匮乏在某种意义上是一种状态,那么一切被剥夺之物便将因具有[状态]而[是有能力的]”表明了这一点。因为匮乏本身似乎亦是某种配置;因为匮乏并不意味着单纯的缺失——否则它便具有与否定等同的力量——而是伴随某种配置的缺失;正是为此,不看并不等同于失明。因为即使匮乏是本性上应有者及本性上应有之时的缺失,它终究形成某种配置;而配置乃是发生于基底即本性上适于具有该状态之物中的某种性质的配置。因此,匮乏在某种意义上亦是一种状态;如果它确实是状态的匮乏,它便不是无条件的状态,而是正如我所说,由于是基底的某种配置而以此方式成为状态;因为在基底中必定存在某种受动性质,而这便会是某种状态。为此,在《物理学》中他亦曾说匮乏在某种意义上是形相。如果匮乏亦是某种状态,那么朝向较恶变化的事物亦将因具有某种状态和能力而变化;因为匮乏如果确实亦是状态,它便亦是某种能力。因此,前者因具有使之不能承受任何较恶之作用的原理和能力而被称为有能力的,而后者则因具有这种能力的匮乏[而被称作有能力的]。在说了这一点之后他又补充道:或者,若匮乏不是某种状态,朝向较善变化的事物与朝向较恶变化的事物将是同名异义地作为有能力的;因为前者因具有状态,后者因被剥夺了这种状态[而是有能力的]。在说了“具有匮乏”之后,他增补了“若允许具有匮乏”。因为若匮乏是某种状态,被剥夺者便能被说成具有匮乏;但若它仅仅是某种缺失,则“具有”便不能本义地用于它。他又说,在另一种方式下,无受动者被称为有能力的,无论在它之外还是在它之内,没有任何事物对其具有毁灭性的能力;因为增补的“或作为另一事物”正表明了这一点;因为即便它自身之内具有某种能够毁灭它的东西,它亦将作为其自身之内的另一事物而具有它;因为没有任何事物毁灭自身。并且他还增补道,所有这些事物(他指的应是依制作、依受动、依诸状态以及依诸无受动性而被说成有能力的事物),要么因无条件地有能力产生,要么因良好地[产生]而被说成是有能力的;因为在所说的每一种有能力者中,这两者,即良好地与恶劣地,都占有一席之地。他指明了这种双重性在无生命之物中亦存在;因为人们说发音不良的竖琴无法发声,这是由于“能够”依习惯乃是就那些能够良好运作的事物而被述说的。在讨论了能力与有能力者,指明它是因能力的现前而被如此称呼之后,他接下来亦讨论了无能力;因为无能力与能力相对立。事实上,针对能力的每一种方式,都对立着某种固有的无能力。

语法注3 条
  1. 5.14δοκεῖ δὲ καὶ ἀναθεὶς ταύτῃ τῇ δυνάμει τὸ συνεῖναι αὐτῇ κἀκεῖ τὸ ποιητικόν

    分词 ἀναθείς 为阳性单数主格,与主语(亚里士多德)一致;它带与格 ταύτῃ τῇ δυνάμει 作为间接宾语,并以冠词不定式短语 τὸ συνεῖναι αὐτῇ κἀκεῖ τὸ ποιητικόν(“作因者在那里亦与它共存”)作为直接宾语。

  2. 5.14πάντα τὰ ἐστερημένα τῷ ἔχειν ἂν εἴη

    引自亚里士多德《形而上学》1019b8–9。这是一个省略句结构,从前文中补充 δυνατά(“有能力的”)作为 ἂν εἴη 的表语补足语,同时 τῷ ἔχειν 省略了宾语 ἕξιν(“状态”)。

  3. 5.14τοῦ πεφυκότος καὶ ὅτε πέφυκεν

    该并列短语界定了匮乏(στέρησις)并非单纯缺失,而是特定条件的缺失。属格名词短语 τοῦ πεφυκότος(“本性应有之物”)与时间从句 ὅτε πέφυκεν(“本性应有之时”)由 καί 连接,共同限定 ἀπουσία(“缺失”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:391.16-392.33