- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:389.35-391.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了以朝向较善状态的变化或良好发挥为标准的能力界定,作为抵抗或无受动性状态的能力,考察了自然与灵魂属于作因能力还是受动能力,并进而梳理了“有能力的”对应于作因和受动的两层派生含义。
ὁτὲ μὲν οὖν, φησί, κατὰ τῶν ὅλως παθεῖν τι δυναμένων τὸ δύνασθαι κατηγορεῖται, ὁτὲ δὲ οὐ κατὰ πάντων παθῶν, ἀλλὰ κατὰ τῶν βελτιόνων ἀντικειμένων τὴν καθὸ εἰς τὸ βέλτιον δύναται μεταβάλλειν τινὰ λεγόντων ἡμῶν δύναμιν,1 οἷον τὴν εἰς ὑγίειαν, ἀλλ’ οὐ τὴν εἰς νόσον· ἀδυναμίαν γὰρ ἐκείνην μᾶλλον ἔθος ἢ δύναμιν λέγειν. καὶ ἐπὶ τῆς ποιητικῆς δὲ δυνάμεως δείκνυσι τὴν τοιαύτην οὖσαν διαφοράν· λέγεσθαι γὰρ οὐ μόνον τὴν ποιητικήν τινος ἁπλῶς, ἀλλ’ ὅταν καὶ καλῶς τοῦτο ἐπιτελεῖν οἷόν τε ᾖ, ἢ κατὰ τὴν αὐτοῦ προαίρεσιν. οἷον ἂν καλῶς τις λέγῃ, δύναμιν τοῦ λέγειν φαμὲν ἔχειν, ἀλλ’ οὐκ εἰ ἁπλῶς λέγει. καὶ τὸν μὲν ἐλθόντα που κατὰ τὴν αὑτοῦ προαίρεσιν ἀπὸ δυνάμεως τοῦτο οἰκείας φαμὲν πεποιηκέναι, οὐκέτι δ’ ἂν ὑπ’ ἄλλων ἀγόμενος μετὰ βίας ἔλθῃ. εἶπε δὲ καὶ ἐπὶ τοῦ πάσχειν τὸ ῥητὸν τοῦτο, οὗ πάλιν διὰ βραχέων ἡμᾶς ὑπέμνησεν εἰπὼν ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν· δυνατὸς γὰρ ὁρᾶν ὁ ὁπωσοῦν ὁρῶν καὶ ὁ καλῶς αἰσθάνεσθαι καὶ ὁ ὁπωσοῦν. ἐπιζητῆσαι δ’ ἄν τις, εἰ ἡ ποιητικὴ δύναμις ἀρχὴ κινήσεως ἢ μεταβολῆς ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, πῶς ὑπάγοιντο ἂν ταύτῃ τῇ δυνάμει οἱ κατὰ τὴν ἐν αὐτοῖς δύναμιν βαδίζοντες καὶ κατὰ τὴν ἐν αὐτοῖς προαίρεσιν λέγοντες; δοκοῦσι γὰρ οὗτοι κινεῖσθαι κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν τῆς κινήσεως. καὶ γὰρ ἡ τέχνη καὶ ἡ προαίρεσις ἀρχαὶ οὖσαι ἐν αὐτοῖς εἰσι τοῖς κατὰ ταύτας κινουμένοις. μήποτε οὖν ὡς ἄλλης οὔσης ταύτης τῆς δυνάμεως παρὰ τὴν ποιητικὴν μνημονεύει,2 καὶ ἔστιν αὕτη, καθ’ ἣν αἱ ἀπὸ τῶν ἕξεων ἐνέργειαι γίγνονται τοῖς τὰς ἕξεις ἔχουσι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ πάσχειν ἀντὶ τοῦ ὁμοίως ὡς καὶ ἐπὶ τοῦ πάσχειν· προείρηκε γὰρ τοῦτο καὶ ἐπὶ τῶν πασχόντων. ἐπὶ τούτοις δυνάμεως σημαινόμενον ἐκτίθεται· τὸ κατὰ τὰς ἕξεις, καθ’ ἃς ἀπαθεῖς ἢ δυσπαθεῖς λέγομέν τινας τοῦ χείρονος· δοκεῖ γὰρ κατὰ ἀδυναμίαν εὐπάθεια τῶν χειρόνων εἶναι, κατὰ δύναμιν δὲ ἡ τῶν αὐτῶν τούτων δυσπάθεια ἢ ἀπάθεια. ἁπλῶς μὲν οὖν ἀπαθῆ τὰ θεῖα, τινῶν δὲ ἀπαθῆ ἐστί τινα καὶ τῶν ἐν γενέσει, ὡς ἡ σαλαμάνδρα μὲν τοῦ καίεσθαι δοκεῖ, ὁ δὲ ἀδάμας τοῦ διαιρεῖσθαι. ταῦτα μὲν οὖν τῆς δυνάμεως τὰ σημαινόμενα παρατίθεται. ἐπιζητήσαι δ’ ἄν τις, ἐπεὶ καὶ ἡ φύσις δύναμίς τίς ἐστιν, εἰς τίνα τῶν εἰρημένων τρόπων ὑπάγοιτο ἄν. ἢ εἰ ἔστιν ἡ φύσις ἀρχὴ κινήσεως ἐν αὑτῷ, εἴη ἂν ὑπὸ τὴν παθητικὴν δύναμιν· τὰ γὰρ φύσιν ἔχοντα τοῦ κινεῖσθαι ὑπ’ ἄλλου δύναμιν ἔχει, ὡς ἔδειξεν ἐν Φυσικῇ ἀκροάσει. ἡ δὲ ψυχὴ ὑπάγοιτο ἂν τῇ ποιητικῇ δυνάμει· ἐν ἑτέρῳ γὰρ ἢ ᾗ ἕτερον· ὁ γὰρ κινούμενος κατὰ ψυχὴν ἔοικέ πως τῷ ἑαυτὸν ἰωμένῳ· ἑτέρα γὰρ ἡ ψυχή, καθ’ ἣν κινεῖται ὁ περιπατῶν, τοῦ κινουμένου σώματος. ἢ ἡ μὲν ψυχὴ ἀρχὴ τῆς κινήσεως ἀναλόγως τῇ φύσει, οἱ δὲ κατὰ τὰς ἐν τῇ ψυχῇ τέχνας κινούμενοί εἰσιν οἱ κατὰ τὰς ἐν αὐτοῖς ἕξεις ἐνεργοῦντες. Λεγομένης δὲ τῆς δυνάμεως τοσαυταχῶς (τετραχῶς γάρ, ἡ ποιητική, ἡ παθητική, ἡ ἕξις καὶ ἡ κατὰ τὴν ἀπάθειαν), ἐπεὶ τὸ δυνατὸν ἀπὸ τῆς δυνάμεως καὶ τοῦ ταύτην ἔχειν παρωνόμασται, εἰπὼν περὶ τῶν δυνάμεων τῶν σημαινομένων, ἐφεξῆς περὶ τῶν τοῦ δυνατοῦ λέγει. καὶ πρῶτον δυνατόν φησι λέγεσθαι τὸ ἔχον κινήσεως ἀρχὴν ἢ μεταβολῆς, τοῦτ’ ἔστι τὸ ἔχον ἀρχὴν τῆς κινήσεως. προσθεὶς δὲ τὸ καὶ μεταβολῆς ἐξηγήσατο διὰ τί τοῦτο προσέθηκε· καὶ γὰρ τὸ στατικόν τινος δυνατόν, οὐ μόνον τὸ κινητικόν· μεταβολὴ δὲ καὶ ἡ ἐκ κινήσεως εἰς ἠρεμίαν. προσθεὶς δὲ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον ἐπλήρωσε τὸν λόγον τοῦ οὕτως δυνατοῦ. τὸ γὰρ ἔχον ἀρχὴν κινήσεως ἢ μεταβολῆς τῆς ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, δυνατόν, ὁποῖόν ἐστι τὸ ποιητικόν· τὸ δὲ ἢ ᾗ ἕτερον πάλιν προσέθηκε διὰ τοὺς καὶ αὐτοὺς ἰωμένους ποτέ. καὶ τοῦτο μὲν τὸ σημαινόμενον τοῦ δυνατοῦ τῇ τῆς πρώτης δυνάμεως παρουσίᾳ τῆς ποιητικῆς δυνατὸν λέγεται. δεύτερον προστίθησι τοῦ δυνατοῦ τρόπον, ἂν ὑπ’ ἄλλου πάσχειν τι δύνηται· ὃ γὰρ οἷόν τε πάσχειν ὑπό τινος, καὶ οὗ ἔστι κινητικόν, τοῦτο δυνατὸν καὶ αὐτὸ τῷ πάσχειν ὑπ’ ἐκείνου δύνασθαι· ἦν γὰρ καὶ δύναμίς τις παθητική, ἣν τὸ ἔχον εἰκότως ἂν δυνατὸν λέγοιτο.3 βραχέως δὲ ἡρμήνευσε τὸν τρόπον τοῦτον τοῦ δυνατοῦ εἰπὼν ἕνα δὲ ἂν ἔχῃ τι αὐτοῦ ἄλλο δύναμιν τοιαύτην.
因此他说,有时“能够”是就普遍能够承受某种作用的事物而言被述说的,但有时并非就一切受动而言,而是就较善的对立面而言被述说,当我们把某事物能够朝向较善状态变化所依据的依据称为能力时,例如朝向健康的变化,而非朝向疾病的变化;因为习惯上更倾向于称后者为无能而非能力。并且在作因的能力上,他亦指明存在着这样的差别;因为能力不仅被说成无条件地制作某物,而且当人能够良好地完成此事,或者依其自身的抉择完成时,亦被称为能力。例如,若某人讲得很好,我们便说他具有讲话的能力,但若他只是无条件地讲话则不然。对于依自身的抉择走到某处的人,我们说是出于他固有的能力做成了此事,但若他是被他人强行带去,便不再这样说。他在受动上也说了这句话,他又通过“同样在受动上亦然”简短地提醒了我们这一点;因为无论以何种方式观看的人都有能力观看,而良好〔感知〕的人以及无论以何种方式〔感知〕的人都有能力感知。但有人可能会质疑:如果作因的能力是“在另一事物中或就其作为另一事物而言的运动或变化的原理”,那么那些依自身之中的能力行走者和依自身之中的抉择讲话者,又如何能被归入这种能力之下呢?因为这些人似乎是依自身之中的运动原理而运动的。因为技艺和抉择作为原理,正存在于依它们而运动的人自身之中。那么,或许他是将这种能力作为不同于作因能力的另一种能力来提及的,而这正是从状态出发的现实活动在具有这些状态的人身上发生所依凭的能力。“同样在受动上”相当于“同样如在受动上亦然”;因为对于承受作用的事物,他此前已经讲过了这一点。除这些之外,他还阐明了能力的另一含义:即依状态而言的含义,依此我们说某些事物对于较恶之物是无受动的或难受动的;因为对较恶之物容易受动似乎是出于无能,而对这些相同之物的难受动或无受动则是出于能力。无条件而言,神圣之物是无受动的,但在生成之物中亦有对某些事物无受动的,正如蝾螈对于被焚烧、金刚石对于被分割似乎是无受动的一样。这些便是他所列出的能力的诸含义。但有人可能会质疑,既然自然亦是一种能力,它会被归入所说的哪一种方式之中呢?或者,若自然是自身之内的运动原理,它便应属于受动能力之下;因为具有自然的事物具有被另一事物运动的能力,正如他在《物理学》中所表明的那样。而灵魂则应被归入作因的能力之下;因为它存在于另一事物中或就其作为另一事物而言;因为依灵魂而运动的人在某种程度上类似于医治自身的人;因为行走者依之运动的灵魂,不同于被运动的身体。或者,灵魂与自然相类比地作为运动原理,而那些依灵魂之中的诸技艺运动的人,则是依自身之中的诸状态进行现实活动的人。既然能力有如此多的表述方式(共有四种:作因的、受动的、状态的,以及依无受动性而言的),且既然“有能力的”是由能力及其具有派生而来的,在论述了能力的诸含义之后,他接下来便讨论“有能力的”的诸含义。他说,第一种被称为有能力的是具有运动或变化的原理者,即具有运动原理者。他增补了“和变化的”,并解释了为何增补这一项;因为使某物静止者亦是有能力的,而不仅仅是发动运动者;从运动到静止亦是变化。他增补了“在另一事物中或就其作为另一事物而言”,便完备了以此方式被界定的有能力者的定义。因为在另一事物中或就其作为另一事物而言具有运动或变化原理者,乃是有能力的,正如作因者那样;而他再次增补“或就其作为另一事物而言”,又是由于那些有时也医治自身的人。有能力者的这层含义,乃是因第一种能力即作因能力的存在而被说成有能力的。他增补了有能力者的第二种方式,即若能由另一事物承受某种作用;因为能够由某物承受作用且存在其动因者,因能够由该物承受作用,自身亦是有能力的;因为亦存在某种受动的能力,具有它者理所当然会被称为有能力的。他通过说“一种方式是,若有某种其他事物对于它具有这样的能力”,简短地阐释了有能力者的这种方式。
- 5.14τὴν καθὸ εἰς τὸ βέλτιον δύναται μεταβάλλειν τινὰ λεγόντων ἡμῶν δύναμιν
λεγόντων ἡμῶν 为属格独立结构(表时间或条件),其中 δύναμιν 作 λέγειν 的宾语(述谓性宾格)。关系从句 καθὸ εἰς τὸ βέλτιον δύναται μεταβάλλειν τινά(“某物能向较善状态变化所依凭者”)被包孕在冠词 τὴν 与名词 δύναμιν 之间,τινά 是不定式 μεταβάλλειν 的逻辑主语(宾格主语)。
- 5.14μήποτε οὖν ὡς ἄλλης οὔσης ταύτης τῆς δυνάμεως παρὰ τὴν ποιητικὴν μνημονεύει
μήποτε 作副词用,引出审慎的推测或断言(“或许……”)。ὡς ἄλλης οὔσης ταύτης τῆς δυνάμεως 是带有 ὡς 的属格独立结构,表示主动态动词 μνημονεύει 的主语所持的视角或理由(“作为不同于作因能力的另一种能力”)。
- 5.14ἣν τὸ ἔχον εἰκότως ἂν δυνατὸν λέγοιτο
关系代词 ἣν 指代前文的 παθητική [δύναμις],作实体化分词 τὸ ἔχον(“具有它者”)的直接宾语,而 τὸ ἔχον 自身是被动态动词 λέγοιτο 的主语。δυνατόν 作主格补足语,ἄν 搭配希求法(potential optative)表示推论的合宜结果(“理所当然会被称为有能力的”)。
