- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:37.17-39.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《形而上学》985b26的语句进行评注,阐释了毕达哥拉斯学派将数视作万物原理的论证根据,并详述了正义(4或9)、时机(7)、婚姻(5)、理智与实体(1)、意见(2)以及谐音比例与数之间的对应关系。
" Ἐπεὶ δὲ τούτων οἱ ἀριθμοὶ φύσει πρῶτοι." Εἰπὼν ὅτι οἱ Πυθαγόρειοι διὰ τὸ τοῖς μαθήμασιν ἐντραφῆναι τὰς τούτων ἀρχὰς τῶν ὄντων πάντων ἀρχὰς ᾠήθησαν εἶναι, λέγει ἑξῆς ᾧ λόγῳ χρώμενοι ἐπὶ τοῦτο ἦλθον. εἴη1 δ’ ἂν καταλληλότερον ἔχουσα ἡ λέξις, εἰ ἀντὶ τοῦ δὲ τὸ γὰρ εἴη· ἐπεὶ γὰρ τῶν ὄντων οἱ ἀριθμοὶ φύσει πρῶτοι (ἐξ ἀφαιρέσεως γὰρ οὗτοι) καὶ ὅτι ἐδόκουν ἐν αὐτοῖς ὁμοιώματα πολλὰ πρὸς τὰ ὄντα ὁρᾶν καὶ πρὸς τὰ γιγνόμενα, καὶ μᾶλλον ἐν τούτοις ἢ ἐν τοῖς ἁπλοῖς σώμασιν [ὁρῶντες], ὁρῶντες δὲ καὶ τῶν ἁρμονιῶν τοὺς λόγους καὶ τὰ πάθη ἐν ἀριθμοῖς ὄντα, ἐπεὶ τὰ μὲν ἄλλα πάντα ὁμοιότητα πρὸς τοὺς ἀριθμοὺς εἶχεν, οἱ δὲ ἀριθμοὶ πάσης τῆς φύσεως, τουτέστι πάντων τῶν ὄντων τε καὶ κατὰ φύσιν συνεστώτων πρῶτοι, τὰς τῶν ἀριθμῶν ἀρχὰς * * ἔθεντο.2 ὁμοιώματα δὲ μᾶλλον πρὸς τὰ ὄντα καὶ γινόμενα ἡγοῦντο ἐν τούτοις εἶναι, τουτέστι τοῖς ἀριθμοῖς, ἢ ἐν τούτοις τοῖς σώμασιν ἃ στοιχεῖά φαμεν, οἷον γῆς καὶ τῶν ἄλλων ἐπήνεγκε· διὸ καὶ εἰς τούτους τὰ ὄντα ἀνήγαγον καὶ ταῦτα στοιχεῖα ἔλεγον αὐτῶν, ἀλλ’ οὐ τὰ σώματα. τίνα δὲ τὰ ὁμοιώματα ἐν τοῖς ἀριθμοῖς ἔλεγον εἶναι πρὸς τὰ ὄντα τε καὶ γινόμενα, ἐδήλωσε· τῆς μὲν γὰρ δικαιοσύνης ἴδιον ὑπολαμβάνοντες εἶναι τὸ ἀντιπεπονθός τε καὶ ἴσον, ἐν τοῖς ἀριθμοῖς τοῦτο εὑρίσκοντες ὄν, διὰ τοῦτο καὶ τὸν ἰσάκις ἴσον ἀριθμὸν πρῶτον ἔλεγον εἶναι δικαιοσύνην· τὸ γὰρ πρῶτον ἐν ἑκάστῳ τῶν τὸν αὐτὸν λόγον ἐχόντων μάλιστα εἶναι τοῦτο ὃ λέγεται.3 τοῦτον δὲ οἱ μὲν τὸν τέσσαρα ἔλεγον, ἐπεὶ πρῶτος ὢν τετράγωνος εἰς ἴσα διαιρεῖται καὶ ἔστιν ἴσος (δὶς γὰρ δύο), οἱ δὲ τὸν ἐννέα, ὅς ἐστι πρῶτος τετράγωνος ἀπὸ περιττοῦ τοῦ τρία ἐφ’ αὑτὸν γενομένου. καιρὸν δὲ πάλιν ἔλεγον τὸν ἑπτά· δοκεῖ γὰρ τὰ φυσικὰ τοὺς τελείους καιροὺς ἴσχειν καὶ γενέσεως καὶ τελειώσεως κατὰ ἑβδομάδας, ὡς ἐπ’ ἀνθρώπου. καὶ γὰρ τίκτεται ἑπταμηνιαῖα, καὶ ὀδοντοφυεῖ τοσούτων μηνῶν, καὶ ἡβάσκει περὶ τὴν δευτέραν ἑβδομάδα, καὶ γενειᾷ περὶ τὴν τρίτην. καὶ τὸν ἥλιον δέ, ἐπεὶ αὐτὸς αἴτιος εἶναι τῶν καιρῶν, φησί, δοκεῖ, ἐνταῦθά φασιν ἱδρῦσθαι καθ’ ὃ ὁ ἕβδομος ἀριθμός ἐστιν, ὃν καιρὸν λέγουσιν· ἑβδόμην γὰρ αὐτὸν τάξιν ἔχειν τῶν περὶ τὸ μέσον καὶ τὴν ἑστίαν κινουμένων δέκα σωμάτων· κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν καὶ τὰς πέντε τὰς τῶν πλανήτων· μεθ’ ἣν ὀγδόην τὴν σελήνην, καὶ τὴν γῆν ἐννάτην, μεθ’ ἣν τὴν ἀντίχθονα. ἐπεὶ δὲ οὔτε γεννᾷ τινα τῶν ἐν τῇ δεκάδι ἀριθμῶν ὁ ἑπτὰ οὔτε γεννᾶται ὑπό τινος αὐτῶν, διὰ τοῦτο καὶ Ἀθηνᾶν ἔλεγον αὐτόν. ὁ μὲν γὰρ δύο τὸν τέσσαρα καὶ ὁ τρία τὸν ἐννέα καὶ τὸν ἓξ καὶ ὁ τέσσαρα τὸν ὀκτὼ καὶ ὁ πέντε τὸν δέκα γεννᾷ, γεννῶνται δὲ ὁ τέσσαρα καὶ ὁ ἓξ καὶ ὁ ὀκτὼ καὶ ὁ ἐννέα καὶ ὁ δέκα· ὁ δὲ ἑπτὰ οὔτε τινὰ γεννᾷ οὔτε ἔκ τινος γεννᾶται· τοιαύτη δὲ καὶ ἡ Ἀθηνᾶ ἀμήτωρ καὶ ἀεὶ παρθένος. γάμον δὲ ἔλεγον τὸν πέντε, ὅτι ὁ μὲν γάμος σύνοδος ἄρρενός ἐστι καὶ θήλεος, ἔστι δὲ κατ’ αὐτοὺς. ἄρρεν μὲν τὸ περιττὸν θῆλυ δὲ τὸ ἄρτιον, πρῶτος δὲ οὗτος ἐξ ἀρτίου τοῦ δύο πρώτου καὶ πρώτου τοῦ τρία περιττοῦ τὴν γένεσιν ἔχει· τὸ μὲν γὰρ περιττὸν ἄρρεν αὐτοῖς ἐστιν, ὡς εἶπον, τὸ δὲ ἄρτιον θῆλυ. νοῦν δὲ καὶ οὐσίαν ἔλεγον τὸ ἕν· τὴν γὰρ ψυχὴν ὡς τὸν νοῦν εἶπε. διὰ τὸ μόνιμον δὲ καὶ τὸ ὅμοιον πάντῃ καὶ ἀρχικὸν τὸν νοῦν μονάδα τε καὶ ἓν ἔλεγον· ἀλλὰ καὶ οὐσίαν, ὅτι πρῶτον ἡ οὐσία. δόξαν δὲ τὰ δύο διὰ τὸ ἐπ’ ἄμφω μεταβλητὴν εἶναι· ἔλεγον δὲ καὶ κίνησιν αὐτὴν καὶ ἐπίθεσιν. τὰς δὴ τοιαύτας τῶν πραγμάτων πρὸς τοὺς ἀριθμοὺς ἐκλέγοντες ὁμοιότητας ἀρχὰς αὐτῶν τοὺς ἀριθμοὺς ὑπέθεντο, πάντα τὰ ὄντα ἐξ ἀριθμῶν συγκεῖσθαι λέγοντες. ἀλλὰ καὶ τὰς ἁρμονίας κατ’ ἀριθμὸν τινα ὁρῶντες συγκειμένας καὶ τούτων ἀρχὰς ἔλεγον τοὺς ἀριθμούς· ἡ μὲν γὰρ διὰ πασῶν ἐν διπλασίῳ ἐστὶ λόγῳ, ἡ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, ἡ δὲ διὰ τεσσάρων ἐν ἐπιτρίτῳ.
“由于在这些事物中数按本性是最先的。” 在说明了毕达哥拉斯学派的人由于在数学诸学科中受到培养,因而认为这些学科的原理乃是所有存在者的原理之后,他接着陈述了他们是凭借何种论证达到这一结论的。这一文句如果用“因为(γάρ)”来代替“而(δέ)”,行文将会更加顺畅;因为既然在存在者中数按本性是最先的(因为它们来自抽象),并且由于他们似乎在数中看到了许多与存在者及生成者相似的东西,而且比起在简单物体中,他们宁可在这些[数]中看到相似性,又由于他们看到和谐的比例和状态存在于数之中——既然其他一切事物都与数具有相似性,而数是整个自然本性,即一切存在者以及依自然构成的诸事物中最先的,他们遂将数的原理设立为[一切事物的原理]。他还补充道,他们认为与存在者和生成者的相似性更多地存在于这些事物即数之中,而不是存在于我们称之为元素的诸物体中,例如土以及其他物体;因此他们也将存在者归结为数,并称这些[数]而非物体乃是它们的元素。接着他指明了,他们所说的存在于数中与存在者及生成者的相似性究竟是什么。因为他们认定,对等遭际与相等是正义所特有的,并在数中发现了这一属性的存在,正因如此,他们说第一个“等乘等之数”就是正义;因为在具有相同定义的各物中,最先者最完全地就是被述说的那个东西。关于这个数,有人说是四,因为作为第一个平方数,它被分割为相等的部分且自身是相等的(即二乘二);另一些人则说是九,这是奇数三自乘所得的第一个平方数。此外,他们又说恰当时机(凯罗斯)是七;因为自然事物似乎都是按照七的周期获得其生成与完满的完满时机,正如在人身上的情形一样。实际上,婴儿怀胎七月而生,长足相应月数则出齿,在第二个七岁左右步入青春期,在第三个七岁左右开始长须。他说,关于太阳,既然它本身似乎就是时节与适宜时机的起因,他们便声称它被安置在第七个数所在的位置,而这个数被他们称为恰当时机;因为在环绕中心与炉灶运动的十个天体中,太阳占有第七个位次;因为在恒星天球和五颗行星之后是它在运动;在其后第八位是月亮,第九位是地球,在其后则是对地。而且,既然七既不在十以内的数中生成任何一个数,也不由它们中的任何一个生成,由于这个缘故,他们也称之为雅典娜。因为二生成四,三生成九和六,四生成八,五生成十,而四、六、八、九、十是被生成的;然而七既不生成任何数,也不由任何数生成;雅典娜也是这样一位无母且永为处女的神。他们又说婚姻是五,因为婚姻是雄性与雌性的结合,而在他们看来奇数是雄性,偶数是雌性,而这个数最先由最初的偶数二和最初的奇数三生成;正如我所说的,在他们看来奇数是雄性,而偶数是雌性。他们称理智与实体为一;因为他将灵魂视同于理智来谈论。由于其持存不变、各方面均一且具支配性,他们称理智为单子和一;但由于实体是最先的,他们也将实体称为〔单子和一〕。他们称意见为二,因为它是向两方面可变的;他们还称之为运动和冲击。选出事物与数之间的诸如此类的相似性,他们遂假设数是事物的原理,主张一切存在者皆由数构成。不仅如此,由于看到各谐音也是依照特定的数构成的,他们便说数也是这些谐音的原理;因为八度音程处于二倍比中,五度音程处于一又二分之一比中,四度音程处于一又三分之一比中。
- 1.39εἴη δ’ ἂν καταλληλότερον ἔχουσα ἡ λέξις, εἰ ἀντὶ τοῦ δὲ τὸ γὰρ εἴη
关于语法与文句结构的说明,指出如果将亚里士多德原文中的连词 δέ 换作表原因的 γάρ,文脉在句法上将更为通畅连贯。该句由 ἄν 搭配希求法(εἴη ἂν)及条件从句(εἰ... εἴη)构成,表达注疏者对文体与句法的研判。
- 1.39ἐπεὶ γὰρ τῶν ὄντων οἱ ἀριθμοὶ φύσει πρῶτοι [...] τὰς τῶν ἀριθμῶν ἀρχὰς * * ἔθεντο
此处为一个重构亚里士多德论证的长周期句。由多个原因从句与分词结构(ἐπεὶ γὰρ..., καὶ ὅτι..., ὁρῶντες δὲ..., ἐπεὶ...)层层叠合,最终落实到主节主动词 ἔθεντο(设定)。在底本星号( )标记的缺失处,依据文意需补足相当于“作为一切事物的原理(πάντων ἀρχὰς)”的宾格成分。
- 1.39τὸ γὰρ πρῶτον ἐν ἑκάστῳ τῶν τὸν αὐτὸν λόγον ἐχόντων μάλιστα εἶναι τοῦτο ὃ λέγεται
间接引语中的“宾格加不定式”结构。宾格主语为 τὸ πρῶτον,不定式为 εἶναι,表语补足语为 τοῦτο(由关系从句 ὃ λέγεται 修饰)。该句表达了“在具有相同定义的各类事物中,居先者最完全地就是该名称所指的本质”这一原则。
