← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§388.20-389.35

神圣物体的部分与能力的定义

亚历山大将依潜能与依现实的先后面向天体及实体的偶性作了扩展讨论,随后进入《形而上学》第5卷第12章关于“能力(潜能)”的阐释,辨析了作因能力与受动能力的定义以及“在另一事物中或就其作为另一事物而言”这一限定语的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#10

οὕτως ἐπὶ γραμμῆς καὶ ἐπιφανείας, τῶν συμβεβηκότων ἁπάντων τῇ οὐσίᾳ, ποσοῦ, ποιοῦ, τῶν ἄλλων. τὰ δὲ τῶν ἀϊδίων καὶ θείων σωμάτων μέρη οὐδὲ δυνάμει ἂν εἴη ὄντα ἐν τῷ ὅλῳ,1 εἴ γε δυνάμει ὄντα μέρη ταῦτα ἃ οἷόν τέ ποτε καὶ ἐνεργείᾳ γενέσθαι χωρισθέντα τοῦ ὅλου, τὰ δὲ ἐκείνων μέρη ἀχώριστα τοῦ ὅλου, ὄντος ἐκείνου ἀεὶ ἐνεργείᾳ. τῶν δέ γε συμβεβηκότων τῇ οὐσίᾳ εἰ καὶ μὴ κυρίως ἡ γένεσις κατηγορεῖται, ἀλλ’ ἔστι γέ τις καὶ τούτων γένεσις, ἡ κατὰ προσθήκην λεγομένη, ἀλλ’ οὐχ ἁπλῶς· καὶ ἔστι καθ’ ἕκαστον καὶ τούτων γένεσις, καὶ τὸ μὲν ἐνεργείᾳ πρότερον, τὸ δὲ δυνάμει ὕστερον. ἐνεργείᾳ μὲν γὰρ πρῶτον τὸ εἰς ὃ ἡ μεταβολὴ καθ’ ἕκαστον γένος γίγνεται, δυνάμει δὲ οὔ· καὶ μεταβάλλοντος πάλιν ἐκ τούτου δυνάμει μὲν πάλιν τοῦτο πρῶτον, ἐκεῖνο δὲ εἰς ὃ μεταβάλλει, ὃ κατὰ τὴν πρώτην μεταβολὴν δυνάμει πρῶτον ἦν, [οὐκ] ἐνεργείᾳ. δι’ ἣν μεταβολὴν γίνεται καὶ τὰ μέρη δυνάμει τοῦ ὅλου πρῶτα, καὶ τὸ ὅλον πάλιν καὶ αὐτὸ τῶν μερῶν δυνάμει πρῶτον. τῷ γὰρ δύνασθαι τὸ ὅλον φθαρῆναι εἰς τὰ μέρη, ὅταν ᾖ ἐνεργείᾳ ὅλον, ἔσται δυνάμει τὰ μέρη. οὕτω μὲν οὖν συγκρινομένων τῶν μερῶν κατὰ τὸ δυνάμει, πρῶτα τὰ μέρη τοῦ ὅλου δυνάμει, κατὰ δὲ τὸ ἐνεργείᾳ πρῶτον τὸ ὅλον τῶν μερῶν, ὡς δέδεικται· ὃ μὲν γὰρ πρῶτον ἐνεργείᾳ ἐστί τινων, τοῦτο πρῶτον ἐκείνων ἁπλῶς, ὃ δὲ πρῶτόν τινων δυνάμει ἐστί, τοῦτο ἐκείνων δυνάμει πρῶτον οὐχ ἁπλῶς. Ἑξῆς δὲ τὰ τῆς δυνάμεως σημαινόμενα ἐκτίθεται, καὶ δύναμιν λέγει λέγεσθαι ἕνα μὲν τρόπον τὴν ἀρχὴν τῆς κινήσεως ἢ μεταβολῆς ἐν ἑτέρῳ οὖσαν ἢ ᾗ ἕτερον, ἀρχὴν τὴν αἰτίαν λέγων. αὕτη δέ ἐστιν ἡ ποιητική, καθ’ ἣν γὰρ τὸ ἐνεργοῦν καὶ τὸ ποιοῦν ποιεῖ, τοῦτο δύναμις. τὸ δὲ ἢ μεταβολῆς εἶπεν ὅτι οὐ μόνον κινήσεως ποιητικὴ ἡ δύναμις, ἀλλὰ καὶ ἠρεμίας, καθ’ ἧς τὸ μὲν τῆς μεταβολῆς ὄνομα κατηγορεῖν ὀρθόν, τὸ δὲ τῆς κινήσεως οὐκέτι, ὡς καὶ αὐτὸς ὀλίγον προελθὼν ἐρεῖ. οὕτω δυνάμεις αἱ τέχναι ἂν εἶεν· κατὰ γὰρ αὐτὰς ἐνεργοῦσί τε καὶ ποιοῦσιν οἱ τεχνῖται. τοιαύτη δύναμις ἡ ποιητική, ἣ οὐκ ἐν τῷ κινουμένῳ τε καὶ γινομένῳ ἐστίν (οὐδὲν γὰρ αὐτὸ ποιεῖ), ἀλλ’ ἐν ἑτέρῳ· ἐν γὰρ τῷ οἰκοδόμῳ οὐκ ἐν τῷ οἰκοδομουμένῳ ἡ ποιητικὴ δύναμις τῆς οἰκίας. ἐπεὶ οὖν κεχώρισται τὸ ποιοῦν τοῦ ποιουμένου καὶ ἔστιν ἡ ποιητικὴ δύναμις ἐν τῷ ποιοῦντι, ἀνάγκη ἐν ἑτέρῳ αὐτὴν εἶναι καὶ οὐκ ἐν τῷ ποιουμένῳ. ἐπεὶ δὲ ἐνδέχεται τινὰ καὶ αὑτῷ αἴτιον μεταβολῆς γενέσθαι τῆς κατά τι, ἔχοντα τὴν ἀρχήν, καθ’ ἣν ἡ μεταβολὴ καὶ ὑφ’ ἧς, ὡς ὅταν ἰατρὸς αὑτὸν ὑγιάζῃ, διὰ τοῦτο προσέθηκε τῷ ἐν ἑτέρῳ τὸ ἢ ᾗ ἕτερον· οὐ γὰρ ᾗ νοσεῖ, ταύτῃ τὴν δύναμιν τοῦ αὑτὸν ἰᾶσθαι ἔχει·2 οὐ γὰρ ταὐτὸν ἰατρῷ τε εἶναι καὶ ἰατρευομένῳ τε καὶ νοσοῦντι. τὴν μὲν οὖν οὕτως φησὶ δύναμιν λέγεσθαι, τὸ δὲ ὅλως προσέθηκεν ἤτοι τοῦ καθόλου δηλωτικόν, ὡς εἶναι τὸ εἰρημένον ‘ἡ μὲν οὖν καθόλου ἀρχὴ μεταβολῆς’, ἢ τοῦ κυρίως, ἐπεὶ καὶ αὐτῷ δοκεῖ ἡ ποιητικὴ δύναμις κυριωτάτη δύναμις λέγεσθαι, ὡς προϊὼν ἐρεῖ καὶ ἐν τούτῳ καὶ ἐν τῷ Θ ταύτης τῆς πραγματείας, ἐν ᾧ προηγουμένως περὶ δυνάμεως ποιεῖται τὸν λόγον. ἑξῆς δὲ σημαινόμενον δυνάμεως ἐκτίθεται, καθ’ ἣν λέγεται δύναμιν ἔχειν τινὰ τοῦ πάσχειν τε καὶ κινεῖσθαι ὑπό τινων. ἔστι μὲν οὖν ἑκατέρα τῶν εἰρημένων δυνάμεων ἐν τοῖς ἔχουσιν· ἀλλ’ ἡ μὲν ποιητικὴ ἄλλου καὶ ἐκτός τινός ἐστι ποιητική, ἡ δὲ παθητικὴ ὑπ’ ἄλλου τινὸς καὶ ἐκτὸς ὄντος παθητικὴ οὖσα ἐν τῷ πάσχοντι καὶ μεταβάλλοντί ἐστιν· τὸ γὰρ ὑφ’ ἑτέρου τὴν παθητικὴν σημαίνει. τὸ δὲ ἢ ἕτερον προσέθηκε πάλιν διὰ τὸν ἰατρὸν τὸν αὑτὸν ἰώμενον· νοσῶν γὰρ καὶ δύναμιν ἔχων τοῦ πάσχειν τε καὶ ἀλλοιοῦσθαι καὶ θεραπεύεσθαι, εἰ καὶ οὗτος τὴν ποιητικὴν ταύτης τῆς μεταβολῆς δύναμιν ἔχει, ἀλλ’ οὐχ ᾗ νοσῶν, ἀλλὰ καθὸ ἕτερόν τί ἐστιν· καθὸ γὰρ ἰατρός, ἄλλος ἐστὶ τοῦ νοσοῦντος. οὐ γὰρ τῷ νοσοῦντι τὸ νοσεῖν ἐν τῷ ἰατρῷ εἶναι3 (ὡς γὰρ τοῦ ποιεῖν δύναμίς ἐστιν, οὕτω καὶ τοῦ πάσχειν), καὶ ταύτην τὴν παθητικὴν αἰτίαν τὴν φύσει εἶναι.

依此方式,在线与面、实体的一切偶性、数量、性质及其他事物上亦同样如此。然而永恒且神圣的物体的诸部分,甚至不能说在潜能中存在于整体之中,如果确实在潜能中存在的部分是那些有时亦能通过与整体分离而在现实中生成者,而那些物体的诸部分既然整体始终在现实中存在,便与整体不可分离。另一方面,对于实体的偶性而言,即便生成并非严格地被述说,但这些事物亦有某种生成,即被称为通过增补而非无条件的生成;并且在这些事物中的每一者上亦有生成,且一者在现实上为先,另一者在潜能上为后。因为在每一个属中,变化所朝向者在现实上为第一,而在潜能上则不然;当再次从这一状态发生变化时,这一状态反过来在潜能上为第一,而变化所朝向的那一事物——即在第一次变化中在潜能上为第一而在现实上[并非如此]者——[如今在现实上为第一]。通过这一变化,诸部分在潜能上亦先于整体,而整体自身反过来在潜能上亦先于诸部分。因为既然整体在现实中作为整体时能够消灭为诸部分,诸部分便将在潜能中存在。因此,当诸部分依潜能被比较时,诸部分在潜能上先于整体,但依现实而言,如已表明的那样,整体先于诸部分;因为在现实上先于某些事物者,乃是无条件地先于它们,而在潜能上先于某些事物者,则是依潜能而非无条件地先于它们。随后,他阐述了潜能(能力)的诸含义,并说能力依一种方式被表述为存在于另一事物中或就其作为另一事物而言的运动或变化的原理,在此以原理指原因。而这就是作因的能力,因为能动者和作用者依之进行作用者,便是能力。他之所以说“或变化”,是因为能力不仅是运动的作因,亦是静止的作因,对于静止而言,述说“变化”之名是正确的,但述说“运动”之名则不再合适,正如他自己在稍后亦将指出的那样。依此方式,诸技艺将是诸能力;因为匠人乃是依它们而活动和制作的。这样的能力就是作因的能力,它不在被运动和生成的事物之中(因为没有任何事物作用于自身),而在另一事物之中;因为房屋的制作能力在建筑师之中,而不在被建造的房屋之中。既然作用者脱离于被作用者,且制作能力存在于作用者之中,那么它必然存在于另一事物中而非存在于被作用者中。但既然某人亦可能在某一方面成为自身变化的起因,自身具有变化依之且由之发生的原理(例如医者医治自身之时),因此他在“在另一事物中”之外增补了“或就其作为另一事物而言”;因为他绝非就其患病而言具有医治自身的能力;因为作为医者与作为被治疗者及病患并不是同一的。他说,能力便以此方式被表述,而他补充的“普遍而言”,或是为了表明普遍之物(以使所说之意成为“因而普遍的变化原理”),或是为了表明最本原之物,因为在他看来作因的能力亦被认为是最严格意义上的能力,正如他继续推进时在此处以及在本著作的主题性讨论能力的第九卷(Θ)中所要讲的那样。随后,他阐明了能力的另一含义,依此含义某物被说成具有承受某物作用并被其运动的能力。所说的这两种能力中的每一者确实都在具有它们的事物之中;然而作因的能力是作用于另一事物及外部某物的,而受动能力既然是在另一事物及外部之物的作用下受动的,便存在于承受作用与变化的事物之中;因为“由另一事物”正指受动能力。他再次补充“或就其作为另一事物而言”,又是由于医治自身的医者的缘故;因为在患病并具有承受作用、发生变异与被治愈的能力时,纵使此人亦具有这种变化的作因能力,但并非就其患病而言,而是就其作为另一事物而言具有它;因为就其作为医者而言,他不同于患病者。因为对于患病者而言,患病并不在于作为医者(正如存在作因的能力,同样亦存在受动的能力),并且这一受动的原因乃是依自然的。

语法注3 条
  1. 5.14τὰ δὲ τῶν ἀϊδίων καὶ θείων σωμάτων μέρη οὐδὲ δυνάμει ἂν εἴη ὄντα ἐν τῷ ὅλῳ

    主句使用带有分词的潜在希求法(ἂν εἴη ὄντα),构成委婉断言(“甚至不能说在潜能中存在于整体之中”),其根据由随后由 εἴ γε 引出的条件从句(“如果确实在潜能中存在的部分是……”)所限定说明。

  2. 5.14οὐ γὰρ ᾗ νοσεῖ, ταύτῃ τὴν δύναμιν τοῦ αὑτὸν ἰᾶσθαι ἔχει

    此句为 ᾗ... ταύτῃ 的相关副词结构(“绝非就其患病而言,在这一方面具有……”),否定词 οὐ 统摄整个相关分句。此句在句法上严谨地区分了同一主体在施动与受动时所属的不同方面(ᾗ)。

  3. 5.14οὐ γὰρ τῷ νοσοῦντι τὸ νοσεῖν ἐν τῷ ἰατρῷ εἶναι

    在以不定式 εἶναι 构成的间接引语从句中,冠词性不定式 τὸ νοσεῖν(患病)充当主语,τῷ νοσοῦντι 为与格(属有或相关与格):“因为对于患病者而言,患病并不在于作为医者”,表明作为病患的本质并不包含在作为医者之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:388.20-389.35