- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:387.1-388.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大发挥亚里士多德的论述,阐明实体作为诸物的主词以及依据共同消灭的标准,在自然与实体上先于他物,并进一步从潜能与现实的角度,通过生成与消灭的机制揭示部分与整体之间如何互为先与后。
οὕτως ἡ εὐθύτης πάθος ἐστὶ γραμμῆς καθ’ αὑτό, ἡ δὲ λειότης ἐπιφανείας· πρῶτον δὲ γραμμὴ ἐπιφανείας. μὴ εἰπὼν δὲ κατὰ τί σημαινόμενον τοῦ πρώτου ἡ γραμμὴ τῆς ἐπιφανείας πρῶτόν ἐστιν, δι’ οὗ τρόπου προστίθησιν, ὃν κατὰ φύσιν τε καὶ οὐσίαν λέγει,1 δείκνυσι κατὰ τί πρότερον ἡ γραμμὴ τῆς ἐπιφανείας· λέγεσθαι γάρ φησι καὶ φύσει τε καὶ οὐσίᾳ πρῶτα, ὡς τὰ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δέ,2 ᾧ φησι σημαινομένῳ πρώτῳ Πλάτωνα χρήσασθαι· οὕτω πρώτη καὶ ἡ γραμμὴ τῆς ἐπιφανείας ἐστίν. φησὶ δέ, ἐπεὶ τὸ εἶναι πλεοναχῶς (δεκαχῶς γάρ), τὸ κατὰ τὸ εἶναι πρῶτον καὶ κατὰ τὴν ὕπαρξίν φησιν εἶναι τὸ πᾶσιν ὑποκείμενον τοῖς ἄλλοις, τοιοῦτον δὲ τὴν οὐσίαν εἶναι· καθὸ γὰρ συναναιρεῖ μὲν μὴ συναναιρεῖται δέ, πρώτη τῶν ἄλλων. ἀλλὰ καὶ καθὸ ὑπόκειται καὶ καθὸ τἆλλα ἐστι τῷ ἐν ταύτῃ ὑποκειμένῃ εἶναι, μάλιστα καὶ πρῶτον ὄν. κατ’ ἄλλο πάλιν σημαινόμενον τοῦ ὄντος τε καὶ τοῦ εἶναι πρότερον εἶναί φησι τὸ πρῶτον δυνάμει ἢ ἐνεργείᾳ ὄν. οὕτως δείκνυσι τὸ ὅλον τῶν αὑτοῦ μερῶν πρῶτον ὂν καὶ ὕστερον· τὸ μὲν γὰρ μέρος πρῶτον τοῦ ὅλου δυνάμει, τὸ δὲ ὅλον ἐνεργείᾳ πρῶτον τῶν μερῶν, ὡς δείξει. πῶς δὲ τὸ δυνάμει καὶ ἐντελεχείᾳ λέγεται, διὰ παραδείγματος ἔδειξε. κατὰ δύναμιν γὰρ ἡ ἡμίσεια τῆς ὅλης πρώτη καὶ τὸ μόριον τοῦ ὅλου καὶ ὅλως ἡ ὕλη τοῦ εἴδους τε καὶ συναμφοτέρου· δυνάμει γὰρ τούτων ἕκαστον ἐν τῷ ὅλῳ ὂν πρῶτόν ἐστι τοῦ ὅλου ἐνεργείᾳ ὄντος, τῷ μέρος αὐτοῦ εἶναι (ἐκ γὰρ τῆς συνθέσεως τούτων τὸ ὅλον), καὶ οὐδὲν μέρος, ἔστ’ ἂν μέρος ᾖ, ἐστὶ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ· ὅταν δὲ μηκέτι δυνάμει ᾖ, ὡς ἦν ὄντα ἐν τῷ ὅλῳ, ἀλλ’ ἐντελεχείᾳ λαμβάνηται καὶ καθ’ αὑτὰ καὶ μὴ τοῦ ὅλου μέρη, ὅταν δὴ οὕτως ἔχῃ, εἰσὶν ὕστερα τοῦ ὅλου, ὥστε δυνάμει μὲν ὄντα πρῶτα, ἐντελεχείᾳ δὲ ὕστερα· διαλυομένου γὰρ τοῦ ὅλου ἐντελεχείᾳ τούτων ἕκαστον γίνεται χωριζόμενον ἐντελεχείᾳ δὲ τὸ ὅλον, πρῶτον κυρίως ἂν εἴη τὸ ὅλον τοῦ μέρους.3 οὐ γὰρ ἐντελεχείᾳ πρῶτον τὸ μέρος τοῦ ὅλου (ἐκ γὰρ τῆς τοῦ ὅλου διαλύσεως τὸ μέρος τοῦ ἐντελεχείᾳ γίνεται ὄν· χωρισθὲν γὰρ τοῦ ὅλου τοιοῦτον)· ὡς δυνάμει δὲ ὂν λαμβανόμενον, ὅτε καὶ μόριόν ἐστι, πρῶτον τοῦ ὅλου τῷ ἐνυπάρχειν αὐτῷ. διὸ ἐντελεχείᾳ μὲν πρῶτον τὸ ὅλον, δυνάμει δὲ τὸ μόριον καὶ τὸ ἐνυπάρχον. τρόπον δέ τινά φησι πάντα τὰ πρότερα καὶ ὕστερα λεγόμενα κατὰ ταῦτα λέγεσθαι. καὶ δι’ ὅ, προσέθηκε· τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι, οἷον τὸ ὅλον τῶν μορίων, τὰ δὲ κατὰ φθοράν, οἷον τὸ μόριον τοῦ ὅλου· ὁμοίως δὲ καὶ τἆλλα. λέγει δὲ διὰ τούτων ὅτι πάντα τρόπον τινὰ τὰ λεγόμενα πρότερα καὶ ὕστερα εἶναι κατὰ τὸν τρόπον τοῦτον λέγεται τοῦ δυνάμει καὶ ἐνεργείᾳ· τῶν γὰρ οὐσιῶν, ὧν αἱ γενέσεις (καὶ γὰρ ἐπὶ τούτων ἡ γένεσις κυρίως), αἱ μὲν δυνάμει πρῶται αἱ δὲ ἐνεργείᾳ· τὰ μὲν γὰρ μέρη δυνάμει ὄντα πρῶτα τῶν ὅλων, τὰ δὲ ὅλα ἐνεργείᾳ πρῶτα τῶν μερῶν, ἃ δὴ καὶ διὰ τῶν ἐφεξῆς δείκνυσι. τὸ δὲ τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι ἴσον ἐστὶ τῷ τὰ μὲν γὰρ κατὰ γένεσιν καὶ ἐνεργείᾳ ὄντα (ἐπὶ τοῦτο γὰρ ἡ γένεσις ὁδός) πρῶτα· τοιαῦτα δὲ τὰ ὅλα. τοῦ δὲ πρῶτα εἶναι δεικτικῷ ἐχρήσατο τῷ ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι. ἃ γὰρ ἔστι μὴ ὄντων ἐκείνων μηδέπω πρὸς ἃ συγκρίνεται κατὰ τὸ πρότερον, δῆλον ὅτι πρότερα. ὄντος δὲ τοῦ ὅλου ἐνεργείᾳ, οὐχ οἷόν τε εἶναι αὐτοῦ τὰ μέρη ἐνεργείᾳ. ὥστε ἐν μὲν τῇ γενέσει τοῦ ὅλου ὑπάρχοντος, πρῶτον τὸ ὅλον τῶν μερῶν, εἴ γε τὸ μὲν ἔστι τὸ δὲ μὴ ἔστιν· ἐν δὲ τῇ φθορᾷ τοῦ ὅλου πάλιν τὸ μὲν μόριον ἔστι, τὸ δὲ ὅλον οὐκ ἔστιν. εἰ δὲ τὸ μὲν ὅλον ἐν τῇ γενέσει ἔστι, τὸ δὲ μέρος ἐν τῇ φθορᾷ, κατὰ τὸ ἐνεργείᾳ εἶναι καὶ τὸ δυνάμει συγκρίνοιτο. τὸ δὲ ὁμοίως δὲ καὶ τἆλλα προσέθηκε λέγων καὶ ἐπὶ τῶν ἄλλων τῶν ὄντων, ὧν οὐκ ἔστιν ἡ κυρίως γένεσις (οὐ γὰρ πάντα τὰ ὄντα διὰ γενέσεως τὸ εἶναι ἔχουσιν, εἴ γε τῶν φθαρτῶν οὐσιῶν ἡ κυρίως γένεσις μόνων), καὶ ἐπ’ ἐκείνων οὖν, ὧν οὐκ ἔστι μὲν γένεσις, ὅλα δέ πώς ἐστι καὶ αὐτὰ καὶ μέρη ἔχει, ὁμοίως ἕξει· δυνάμει γὰρ καὶ ἐπ’ ἐκείνων τὰ μόρια τοῦ ὅλου πρῶτα ὄντα ἔσται ἐνεργείᾳ ὕστερα.
同样,平直是线之自身固有的属性,而平滑是面的属性;并且线先于面。虽然他未曾说明线依“第一”的何种含义先于面,但他通过所增补的方式(即他所谓的依自然和依实体),指明了线在何种意义上先于面;因为他说,依自然和依实体为第一者,被表述为那些共同消灭别物却不随之被消灭者,他[亚里士多德]说柏拉图曾使用过这一最先的含义;因此线亦以这种方式先于面。他说,既然“存在”有多重含义(即有十种),在存在和实存上为第一者乃是一切其他事物的基础者,而实体便是这样一种事物;因为就其共同消灭别物而不被消灭而言,它在其他事物中为第一。而且,就其作为基础,且其他事物由于存在于作为主词的此物中而存在而言,它最为确切且首先是存在者。再者,依“存在者”与“存在”的另一含义,他说在潜能或在现实中为第一者乃是先于者。以此方式,他表明整体对其自身的部分既是先又是后;因为部分在潜能上先于整体,而整体在现实上先于诸部分,正如他将要表明的那样。至于依潜能和依完全现实如何被表述,他通过范例作了说明。因为依潜能而言,一半先于全线,部分先于整体,并且普遍而言质料先于形式和复合体;因为在整体中处于潜能的这些事物中的每一者,在现实存在的整体之前是第一的,这是由于它是整体的一部分(因为整体由这些事物的组合而成),并且没有任何部分在它是部分时是自身独立且在现实中存在的;但当它们不再如存在于整体中那样处于潜能,而是在完全现实中被把握,且作为自身独立而非作为整体之诸部分时——当确实处于这种状态时——它们便后于整体,以致它们在潜能上是先,在完全现实上是后;因为当整体被解体时,它们中的每一者通过被分离而在完全现实中生成,但既然整体在完全现实中存在,整体便严格地先于部分。因为部分并非在完全现实上先于整体(因为由整体的解体,部分才成为在完全现实中存在者;因为它是从整体分离之后才是这样的);而当被当作在潜能中存在者时(这也是它作为部分的时候),它通过内在存在于整体中而先于整体。因此,在完全现实上整体为先,而在潜能上部分与内在于其中的事物为先。他说,在某种方式上,一切被称为先与后的事物都是按照这些而表述的。他进而补充了原因:因为在生成上,某些事物可以脱离其他事物而存在,例如整体脱离诸部分;而在消灭上,另一些事物则可以,例如部分脱离整体;在其他事物上亦同样如此。他通过这些是要说明,在某种方式上,所有被称为先与后的事物都是依潜能与现实的这一方式被表述的;因为在具有生成的实体中(因为生成严格地属于这些事物),有些在潜能上为先,有些在现实上为先;因为部分在潜能中存在而先于整体,而整体在现实中先于诸部分,这正是他通过接下来的文句所表明的。而“因为在生成上,某些事物可以脱离其他事物而存在”这句等同于:“因为在生成上且在现实中存在的事物(因为生成正是通向这一状态的道路)是第一的”;而整体正是这样的事物。至于表明它们是第一者,他所使用的证明依据是“可以脱离其他事物而存在”。因为当被比较优先性的对象尚不存在而其自身已存在的事物,显然更为优先。然而当整体在现实中存在时,它的诸部分不可能在现实中存在。因此,在生成中,当整体存在时,只要一者存在而另一者不存在,整体便先于诸部分;而在整体的消灭中,反过来部分存在而整体不存在。如果整体在生成中存在,而部分在消灭中存在,那么它们将按照在现实中存在与在潜能中存在而被比较。他补充了“在其他事物上亦同样如此”,表明这也是针对其他并不具有严格意义上的生成的存在者而言的(因为如果严格的生成仅属于可消灭的实体,那么并非一切存在者都通过生成获得其存在);因此,在那些没有生成、但自身在某种方式上亦是整体并具有部分的事物中,情况亦相同;因为在那些事物中,整体的诸部分在潜能上为先,而在现实上亦将为后。
- 5.14δι’ οὗ τρόπου προστίθησιν, ὃν κατὰ φύσιν τε καὶ οὐσίαν λέγει
先行词 τρόπος 与介词短语中的关系代词结合的结构(相当于 διὰ τοῦ τρόπου ὃν προστίθησιν),意为“通过他所增补的方式(即他所谓的依自然和依实体)”。随后的 ὃν 引出的关系分句进一步规定了该方式的内容。
- 5.14ὡς τὰ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δέ
连词 ὡς 引导实体化的中性复数分词(τὰ συναναιροῦντα),作为同位语或说明性定义限定前面的 πρῶτα,意为“正如那些共同消灭别物却不随之被消灭者”。这是被归于柏拉图名下的“先于”的标准。
- 5.14ἐντελεχείᾳ δὲ τὸ ὅλον, πρῶτον κυρίως ἂν εἴη τὸ ὅλον τοῦ μέρους
此处为一个省略的对比结构。与前半句 διαλυομένου γὰρ τοῦ ὅλου ἐντελεχείᾳ τούτων ἕκαστον γίνεται χωριζόμενον(当整体被解体时,它们中的每一者通过被分离而在完全现实中生成)相对,后半句的 ἐντελεχείᾳ δὲ τὸ ὅλον 省略了分词 ὂν 或 ὄντος(意为“但当整体在完全现实中存在时”),作为主句 πρῶτον κυρίως ἂν εἴη... 的条件或伴随前提。
